Συγγραφέας:Αυτομέδων επιγραμματοποιός

Από Βικιθήκη
(Ανακατεύθυνση από Αυτομέδων επιγραμματοποιός)
Συγγραφείς: Αυτομέδων
(θεωρείται ότι έζησε μεταξύ 1ου αιώνα π.Χ και 1ου αιώνα μ.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία


V 129 Αυτομέδοντος[Επεξεργασία]

Τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,
αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται οὐδ' ὅτι βάλλει τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας,
ἀλλ' ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι οἶδε καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.
γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δ' ἐπιρρίψῃ τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.


X 23 Αυτομέδοντος[Επεξεργασία]

Νικήτης ὀλίγοις μὲν ἐπὶ προτόνοισιν, ἀήτης οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης:
ἀλλ᾽ ὅταν ἐμπνεύσῃ, κατὰ δ᾽ ἱστία πάντα φέρηται, λαίφεα πακτώσας, μέσσα θέει πελάγη,
ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων ἔλθῃ ἀκυμάντους ἔμπροσθεν εἰς λιμένας.


XI 29 Αυτομέδοντος[Επεξεργασία]

πέμπε, κάλει: πάντ᾽ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ, τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον.
αὕτη γὰρ λαχάνου σισαρωτέρη, ἡ πρὶν ἀκαμπὴς ζῶσα, νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω.
πόλλ᾽ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ πλώειν, τὴν κώπην μηκέτ᾽ ἔχων ἐρέτης.


XI 46 Αντιμέδοντος Κυζικηνού[Επεξεργασία]

Ἄνθρωποι δείλης, ὅτε πίνομεν· ἢν δὲ γὲνηται ὄρθρος, ἐπ’ ἀλλήλους θῆρες ἐγειρόμεθα.


XI 50 Αυτομέδοντος[Επεξεργασία]

εὐδαίμων, πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων: εἶτα δ᾽ ὁ μὴ γήμας τὸ τρίτον, ὅστις ἄπαις.
ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃ εὐθὺς τὴν γαμετήν, προῖκα λαβὼν μεγάλην.
ταῦτ᾽ εἰδὼς σοφὸς ἴσθι μάτην δ᾽ Ἐπίκουρον ἔασον ποῦ τὸ κενὸν ζητεῖν, καὶ τίνες αἱ μονάδες.

XI 319 Αυτομέδοντος[Επεξεργασία]

Ἀνθρακίων δέκα μέτρα φέρων, ἔσο καὶ σὺ πολίτης: ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος.
δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναι ἢ καυλοὺς κράμβης, ἢ φακόν, ἢ κοχλίας.
ταῦτ᾽ ἔχε, καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον, ὃν κ᾽ ἐθέλῃς: οὐδεὶς οὐδὲν ἐπιστρέφεται.


XI 324 Αυτομέδοντος[Επεξεργασία]

α. δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω.
β. ἤν τις ἐάσῃ, δέξομαι.
α. εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη;
β. οὐδένα τῶν ἄλλων, πλὴν Ἄρριον οὗτος ἔχει ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην,
ἀκνίσου βωμοῖο νεωκόρος: ἢν τελέσῃ δὲ τὴν πομπήν, ἄρας ᾤχεθ᾽ ἅπαντα πάλιν.
ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις: εἷς γὰρ ἂν ὑμέων ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.

μετάφραση

α. Δέξου Φοίβε το δείπνου που σου προσφέρω
β. Αν κάποιος με αφήσει, θα το δεχτώ
α. Μήπως κάτι φοβάσαι γιέ της Λητούς;
β. Κανέναν άλλο παρά τον Άρριο, αυτόν που έχει χέρι δυνατότερο και από την αρπάγη του λύκου που είναι νεοκώρος σε βωμό που δεν τσικνίζει, που αφού τελέσει την πομπή, γυρνά παίρνοντας όλες τις θυσίες πίσω.
Η αμβροσία του Δία έχει μεγάλη χάρη, γιατί αν ήμουν ένας από εσάς, θα λιμοκτονούσα τόσο που και θεός θα το ένοιωθε

XI 325 Αυτομέδοντος[Επεξεργασία]

ἐχθὲς δειπνήσας τράγεον πόδα, καὶ δεκαταῖον κανναβίνης κράμβης μήλινον ἀσπάραγον,
εἰπεῖν τὸν καλέσαντα φυλάσσομαι: ἔστι γὰρ ὀξύς, καὶ φόβος οὐχ ὁ τυχὼν μή με πάλιν καλέσῃ.


XI 326 Αυτομέδοντος[Επεξεργασία]

πώγων, καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάντα ὁ χρόνος ἀλλάσσει: Κόννιχε, τοῦτ᾽ ἐγένου. οὐκ ἔλεγον;
μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσος εἶναι: καὶ κάλλους εἰσί τινες Νεμέσεις.
ἦλθες ἔσω μάνδρης, ὑπερήφανε: νῦν ὅτι βούλει οἴδαμεν ἀλλ᾽ ἐξῆν καὶ τότ᾽ ἔχειν σε φρένας.

μετάφραση
γένεια και δασιές τρίχες στους μηρούς, πόσο γρήγορα ο χρόνος μας αλλάζει: Κόννιχε, έτσι έγινες, δε στο' λεγα;
μην θέλεις να είσαι πάντα βαρύς, ούτε βάναυσος να είσαι: και για την ομορφιά υπάρχουν οι Νεμέσεις
Ήλθες λοιπόν μέσα στο μαντρί, υπερήφανε, τώρα ξέρουμε τι θέλεις, αλλά από εδώ και πέρα, έχεις και λογική

XI 346 Αυτομέδοντος[Επεξεργασία]

μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης, λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;
οὐ γὰρ ἔτ᾽ εἰν ἀγορῇ σε βλέπω πολὺν ἀλλ᾽ ὑποκάμπτεις ἤδη, καὶ ζητεῖς ποῖ σε φέρωσι πόδες.
πᾶσιν ἐπαγγέλλῃ: κόμισαι τὸ σὸν αὔριον: ἔρχου καὶ λάβε: κοὐδ᾽ ὀμόσας, οὐκέτι πίστιν ἔχεις.
Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεν τοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου.


XI 361 Αυτομέδοντος[Επεξεργασία]

ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην, ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι,
χωλαί τε, ῥυσαί τε, παραβλῶπὲς τ᾽ ὀφθαλμώ, Ἡφαίστου πομπή, σκύτινα δαιμόνια,
οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδ᾽ ἐν ὀνείρῳ, οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην.
τοὔνεκ᾽ ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνης ἢ ἐλάφου, κενεὴν ἠέρα βοσκόμεναι.


XII 34 Αυτομέδοντος[Επεξεργασία]

πρὸς τὸν παιδοτρίβην Δημήτριον ἐχθὲς ἐδείπνουν, πάντων ἀνθρώπων τὸν μακαριστότατον.
εἷς αὐτοῦ κατέκειθ᾽ ὑποκόλπιος, εἷς ὑπὲρ ὦμον, εἷς ἔφερεν τὸ φαγεῖν, εἷς δὲ πιεῖν ἐδίδου:
ἡ τετρὰς ἡ περίβλεπτος. ἐγὼ παίζων δὲ πρὸς αὐτὸν φημί ‘σὺ καὶ νύκτωρ, φίλτατε, παιδοτριβεῖς;’