Μετάβαση στο περιεχόμενο

Λεξικόν των δέκα ρητόρων/Φ

Από Βικιθήκη
Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Φ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΦΑΛΑΓΓΙΑ

Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν α τῶν Ἀπομνημονευμάτων.

ΦΑΛΗΡΟΝ

Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. Φάληρον δῆμος τῆς Ἀντιοχίδος, ἀφ̓ οὗ ὁ δημότης Φαληρεύς.

ΦΑΝΙΑΣ

ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις.

ΦΑΝΟΣΤΡΑΤΗ

Δημοσθένης κατ̓ Ἀνδροτίωνος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθήνησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο.

ΦΑΡΜΑΚΟΣ

Λυσίας ἐν τῷ κατ̓ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν α τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ̓ ἐν τῷ κατ̓ Ἀριστογείτονος λέγοντος ‘οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός’ Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλ̓ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν.

ΦΑΡΜΑΚΩΝΤΑ

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἔστι δὲ φαρμακῶν ὁ ὑπὸ φαρμάκων βεβλαμμένος, ὡς καὶ Θεόφραστος ἐν ιε Νόμων ὑποσημαίνει.

ΦΑΣΙΣ

λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου.

ΦΑΣΚΩΛΟΝ

πήρα τις οὕτως ἐκαλεῖτο παῤ αὐτοῖς· Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις.

ΦΑΥΛΛΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος.

ΦΕΛΛΕΑ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν· Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις.

ΦΗΓΑΙΕΥΣΙ

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος.

ΦΗΛΩΜΑΤΑ

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν.

ΦΗΓΟΥΣΙΟΝ

Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Βατράχου φόνου. Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος.

ΦΘΟΗΝ

Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσοκράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον.

ΦΙΛΑΜΜΩΝ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον Πύκτην.

ΦΙΛΕΨΙΟΣ

Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν.

ΦΙΛΙΣΚΟΣ

Δημοσθένης. ὄνομα κύριον.

ΦΙΛΟΣΟΦΕΙΝ

ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντι ‘φιλοσοφεῖ δὲ τοῦθ̓ ὅπως καταπράξεται τὸν γάμον.’

ΦΙΛΟΤΗΣΙΑ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις.

ΦΙΜΟΙ

Αἰσχίνης κατὰ Τιμάρχου ‘καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα.’ φιμὸς δ̓ ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ̓ ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ.

ΦΛΥΕΑ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής.

ΦΟΡΒΑΝΤΕΙΟΝ

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ̓ Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η τῶν Συγγενειῶν· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α Ἀτθίδος.

ΦΟΡΙΝΗ

Ἀντιφῶν Ἀληθείας β. ὅτι καὶ ἐπ̓ ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ.

ΦΡΑΤΕΡΕΣ

Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, καὶ ΦΡΑΤΡΙΖΕΙΝ τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· ΦΡΑΤΡΙΑΡΧΟΣ δ̓ ἐστὶν ὁ τῆς φρατρίας ἄρχων.

ΦΡΕΑΡΡΙΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.

ΦΡΟΥΔΟΣ

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν.

ΦΡΥΚΤΩΡΩΝ

φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν· Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου.

ΦΡΥΝΩΝΔΑΣ

Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου.

ΦΡΥΝΩΝ

Δημοσθένης κατ̓ Αἰσχίνου. οὗτος τῶν ι πρέσβεων εἷς ἦν τῶν μετ̓ Αἰσχίνου καὶ Δημοσθένους.

ΦΥΛΑΡΧΟΣ

Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί.

ΦΥΛΗ

Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος· Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ̓ εἶναι τὸν τόπον Φυλὴν, τὸ Νυμφαῖον δ̓ ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ̓ ἐν ζ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι.