Λεξικόν των δέκα ρητόρων/Υ
←Τ | Λεξικὸν τῶν δέκα ῥητόρων Συγγραφέας: Υ |
Φ→ |
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853. |
- ὙΑΚΙΝΘΙΔΕΣ
Λυκοῦργος ἐν τῇ κατὰ Λυκόφρονος εἰσαγγελίᾳ. εἰσὶ δὲ θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου.
- ὙΒΑΔΑΙ
Λυσίας ἐν τῷ περὶ τῆς Ὀνομακλέους θυγατρός. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.
- ὙΓΙΕΙΑ ἈΘΗΝΑ
Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη.
- ὙΠΑΓΟΥΣΙΝ
ἀντὶ τοῦ προάγουσι Δημοσθένης Φιλιππικοῖς.
- ὙΠΕΡΒΟΛΟΣ
Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἦν δὲ δημαγωγὸς, ὃν Θουκυδίδης ἐν τῇ η ἐξωστρακίσθαι φησίν.
- ὙΠΕΡΗΜΕΡΟΙ
οἱ δίκην ὀφλόντες ὁποιανοῦν καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις ὑπερήμεροι ἐκαλοῦντο, καὶ τὸ πρᾶγμα ΥΠΕΡΗΜΕΡΙΑ, ὡς ὑποσημαίνει ἐν τῷ κατ̓ Ἀριστοκλέους Ἰσαῖος, εἰ γνήσιος ὁ λόγος ἐστίν.
- ὙΠΟ ΓΗΝ ΟΙΚΟΥΝΤΕΣ
Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ Καταλόγου Κατουδαίους ὀνομαζομένους.
- ὙΠΟΚΥΔΕΙΣ ΓΑΡ ΕΙΣΙΝ ΟΙ ΤΟΠΟΙ
Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος, ὡς ἐκ τῆς γ Κτησίου φανερόν ἐστιν. Εὐφορίων οἷόν θ̓ εἱαμενῆς ὑποκυδέος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων παρὰ τῷ ῥήτορι γέγραπται ὑπόκοιλοι.
- ὙΠΟΛΟΓΟΝ
Λυσίας περὶ ἀμβλώσεως, εἰ γνήσιος, ‘οὐχ ὑπόλογον ὄντα’ ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. Δείναρχος ἐν τῷ κατὰ Πυθέου ‘οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν’ ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις.
- ὙΠΟΝΟΜΕΥΟΝΤΕΣ
ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες Δείναρχος ἐν τῷ κατὰ Καλλίππου.
- ὙΠΟΣΤΗΣΑΣ
ἀντὶ τοῦ ὑποβαλόμενος Ὑπερείδης ἐν τῷ κατ̓ Ἀντίου.
- ὙΠΟΦΟΝΙΑ
τὰ ἐπὶ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους καὶ ἐν τῷ κατὰ Φορμισίου, Θεόφραστος Νόμων ις.
- ὙΠΩΜΟΣΙΑ
τὸ ὑπερτίθεσθαι δίκην προφάσει χρώμενον ἀποδημίᾳ ἢ νόσῳ ἤ τινι τῶν παραπλησίων μεθ̓ ὅρκου οὕτως ἐλέγετο, καὶ τὸ ποιεῖν τοῦτο ΥΠΟΜΝΥΣΘΑΙ, ὡς ἔκ τε ἄλλων δῆλον καὶ ἐκ τοῦ Δημοσθένους κατ̓ Ὀλυμπιοδώρου.
- ὙΣΙΑΙ
Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. Ὑσιαὶ τῆς Βοιωτίας πόλις, ἧς μνημονεύει καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ.