Μετάβαση στο περιεχόμενο

Λεξικόν των δέκα ρητόρων/Η

Από Βικιθήκη
Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Η
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ἩΓΕΜΟΝΙΑ ΔΙΚΑΣΤΗΡΙΟΥ

Αἰσχίνης κατὰ Κτησιφῶντος. ἄλλαι πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι, τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὐτῆς ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον ἡγουμένη καὶ προεστῶσα, οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας, πρὸς δὲ τὸν πολέμαρχον τοῦ ἀποστασίου τε καὶ ἀπροστασίου, πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων.

ἩΓΕΜΩΝ ΣΥΜΜΟΡΙΑΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡγεμὼν ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου.

ἩΓΗΜΩΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δὲ ἦν τῶν μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων.

ἩΓΗΣΙΠΠΟΣ

Δημοσθένης Φιλιππικῷ. οὗτος δ̓ ἐστὶν ὁ Κρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τισὶν εἶναι ὁ ζ Φιλιππικὸς ἐπιγραφόμενος Δημοσθένους.

ἩΔΥΛΕΙΟΝ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. ὄρος ἐστὶν ἐν Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κε φησίν. Ἤ ΕΝ ΟΔΩΙ ΚΑΘΕΛΩΝ· ἀντὶ τοῦ ἐνεδρεύοντα ἑλὼν, τουτέστι ἔν τινι ἐνέδρᾳ καταβαλών· Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους.

ἨΕΤΙΩΝΕΙΑ

Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν η.

ἨΚΡΩΤΗΡΙΑΣΜΕΝΟΙ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ‘ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας’ ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες.

ἩΛΙΑΙΑ

ἩΛΙΑΙΑ καὶ ΗΛΙΑΣΙΣ· ἡλιαία μέν ἐστι τὸ μέγιστον δικαστήριον τῶν Ἀθήνησιν, ἐν ᾧ τὰ δημόσια τῶν πραγμάτων ἐκρίνετο χιλίων δικαστῶν ἢ χιλίων καὶ πεντακοσίων συνιόντων. συνῄεσαν δὲ οἱ μὲν χίλιοι ἐκ δυοῖν δικαστηρίων, οἱ δὲ χίλιοι πεντακόσιοι ἐκ τριῶν. ἡλιάζεσθαι δὲ καὶ ἡλίασίς ἐστι τὸ ἐν ἡλιαίᾳ δικάζειν. Λυσίας ἐν μὲν τῷ πρὸς Γλαύκωνα τὴν ἡλιαίαν πολλάκις ὀνομάζει, ἐν δὲ τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, τῷ ἡλιάζεσθαι ἐχρήσατο.

ἩΛΙΚΙΑ ΤΗΣ ΠΟΛΕΩΣ

ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος κατ̓ Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς.

ἩΜΙΕΚΤΟΝ

ἩΜΙΕΚΤΟΝ καὶ ΗΜΙΜΕΔΙΜΝΟΝ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μη, τὸ χωροῦν κδ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες η, τὸ ἥμισυ.

ἩΜΙΟΛΙΑΣΜΟΣ

Ἀντιφῶν Πολιτικῷ ‘διπλασιασμοῦ καὶ ἡμιολια- σμοῦ’ἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς. ἡμιόλιος δ̓ ἐστὶν ἀριθμὸς ὁ ἔχων ἄλλον ὅλον καὶ τὸ ἥμισυ αὐτοῦ, οἷον ὁ τρία πρὸς τὸν δύο. Ξενοφῶν γοῦν ἐν τῇ Ἀναβάσει φησὶν ὅτι τοῖς στρατιώταις ἐποίησεν ἡμιόλιον τὸν μισθὸν, ἀντὶ Δαρεικοῦ τρία ἡμιδαρεικά.

ἬΠΕΙΡΟΝ

σύνηθές ἐστι τῷ Ἰσοκράτει τὴν ὑπὸ τῷ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν, ὥσπερ ἔν τε Φιλίππῳ καὶ Ἀρχιδάμῳ.

ἩΡΑΚΛΕΙΑ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, νῦν ἂν ὁ Δημοσθένης μνημονεύοι ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει· ταῦτα γὰρ μάλιστα διὰ τιμῆς εἶχον Ἀθηναῖοι.

ἩΡΑΙΟΝ ΤΕΙΧΟΣ

Δημοσθένης Φιλιππικοῖς. χωρίον ἐστὶν ἐν Θρᾴκῃ οὕτως ὀνομαζόμενον, ὑπὸ Σαμίων δὲ ᾠκίσθη, ὥς φησι Διονύσιος ἐν ε Κτίσεων.

ἨΡΙΑ

Λυκοῦργος ἐν τῷ κατ̓ Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ. φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατ̓ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει τὰ οἰκοδομήματα ἔχοντας, ἀλλ̓ ὅταν τὰ σώματα εἰς γῆν κατατεθῇ· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν.

ἮΣΜΕΝ

ἀντὶ τοῦ ᾔδειμεν. Ἀντιφῶν πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίᾳ ‘ἡμεῖς μὲν οὖν οὔτε ναυτικὸν ᾖσμεν ὁπόσου δέοι.’

ἨΙΤΗΜΕΝΗΝ

ἀντὶ τοῦ κεχρημένην Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου, εἰ γνήσιος. ὅτι γὰρ αἰτεῖσθαι ἔλεγον τὸ κίχρασθαι, Μένανδρος οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ̓ αἰτούμενος.

ἩΦΑΙΣΤΙΑ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Ἀκαδήμου. ὅτι δύο πόλεις ἦσαν τῆς Λήμνου, Μύρινά τε καὶ Ἡφαιστία, δηλοῖ καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν γ Κτίσεων.

ἨΙΩΝ

Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἠιὼν πόλις Θρᾴκης, Μενδαίων ἀποικία, ὡς Θουκυδίδης· Θεόπομπος δ̓ ἐν τῇ δ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐξ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον.