Μετάβαση στο περιεχόμενο

Λεξικόν των δέκα ρητόρων/Ε

Από Βικιθήκη
Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Ε
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ἘΑΝ ΤΙΣ

ἘΑΝ ΤΙΣ γραψάμενος μὴ μεταλάβῃ τὸ ε μέρος τῶν ψήφων, ὀφλισκάνει χιλίας καὶ πρόσεστιν ἀτιμία τις. Λυσίας ἐν τῷ ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν τοῖς περὶ τῶν νόμων.

ἙΒΔΟΜΕΥΟΜΕΝΟΥ

Λυσίας ἐν τῷ πρὸς Ἐτεοκλέα περὶ χρημάτων, εἰ γνήσιος. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δεκάτας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς οἱ μὲν τῇ ἑβδόμῃ, ὡς καὶ ὁ ῥήτωρ λέγει, οἱ δὲ τῇ δεκάτῃ. Ἀριστοτέλης δ̓ ἐν θ περὶ ζῴων ἱστορίας γράφει ταυτί· ‘τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸ τῆς ἑβδόμης, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται ὡς πιστεύοντες ἤδη τῇ ‘σωτηρίᾳ.’ ’

ἘΓΓΥΘΗΚΗ

φέρεταί τις λόγος ὡς Λυσίου ἐπιγραφόμενος ῾περὶ ῾τῆς ἐγγυθήκης.' εἴη δ̓ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον, ὡς Καλλίξενός τε ἐν δ περὶ Ἀλεξανδρείας ὑποσημαίνει καὶ Δαΐμαχος ὁ Πλαταιεὺς ἐν β περὶ Ἰνδικῆς.

ἙΔΩΛΙΑΣΑΙ

Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ῾ἀπολογισμὸς ὧν ῾πεπολίτευταἰ ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἙΔΩΛΙΑ αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος α.

ἜΘΝΟΣ

οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους, ‘εἴ τις ὑμᾶς ἔροιτο τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάντων ἐθνῶν, οὔτε τοὺς γεωργοὺς οὔτε τοὺς ἐμπόρους οὔτε τοὺς ἐκ τῶν ἀργυρείων οὔτε τῶν τοιούτων οὐδὲν ἂν εἴποιτε.’ ἐν δὲ τῷ θ Φιλιππικῷ φησὶν ‘ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πόλεις καὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραδαρχίας κατέστησε παῤ αὐτοῖς, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατὰ ἔθνη ‘δουλεύωσιν;’ ’

ΕΙΛΩΤΕΥΕΙΝ

τὸ δουλεύειν Ἰσοκράτης Πανηγυρικῷ· εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ̓ οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων, ὡς ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ Ἑλλάνικος ἐν τῇ α.

ΕΙΣΑΓΓΕΛΙΑ

δημοσίας τινὸς δίκης ὄνομά ἐστι, τρία δ̓ ἐστὶν εἴδη εἰσαγγελιῶν. ἡ μὲν γὰρ ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ ἐπιδεχομένοις, καὶ ἐφ̓ οἷς μήτε ἀρχὴ καθέστηκε μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι καθ̓ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται, καὶ ἐφ̓ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῷ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ ε μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει· τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν· αὗται δ̓ εἰσὶ πρὸς τὸν ἄρχοντα, καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ ε μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν· εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθείη, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστὰς, καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ Ἁγνίου κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν.

ΕΙΣ ΕΜΦΑΝΩΝ ΚΑΤΑΣΤΑΣΙΝ

ὄνομα δίκης ἐστὶν ὑπὲρ τοῦ τὰ ἀμφισβητήσιμα εἶναι ἐν φανερῷ· Ἰσαῖος ἐν τῷ περὶ τοῦ Φιλοκτήμονος κλήρου. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ πρὸς τὸν ἄρχοντά φησι λαγχάνεσθαι ταύτην τὴν δίκην, τὸν δὲ ἀνακρίνοντα εἰσάγειν εἰς τὸ δικαστήριον.

ΕΙΣ ΕΝ ΗΛΘΕΝ

ἀντὶ τοῦ ὡμονόησεν.

ΕΙΣΕΠΟΔΙΖΟΝ

ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας.

ΕΙΣ ΕΩ

ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου.

ΕΙΣΦΡΗΣΕΙΝ

ἀντὶ τοῦ εἰσάξειν, εἰσδέξεσθαι· Ἀντιφῶν καὶ Δημοσθένης ἐν η Φιλιππικῷ. πολὺ δὲ τοὔνομα ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ.

ἘΚΑΛΙΣΤΡΟΥΝ

Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου καὶ Μνησιβούλου, εἰ γνήσιος. Ἰακὸν δ̓ ἐστὶ, καὶ τάχ̓ ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς ὀνόμασι χρῆται.

ἙΚΑΤΗΣ ΝΗΣΟΣ

Λυκοῦργος κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ̓ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν τῇ α. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν α Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ̓ ἐστὶ ψαιστῶν τις ἰδέα.

ἙΚΑΤΟΜΒΑΙΩΝ

ὄνομα μηνός. Ὑπερείδης. ὁ γοῦν Ἀμμώνιός φησιν ἀπὸ τοῦ πλείστας τούτῳ τῷ μηνὶ θύεσθαι ἑκατόμβας κεκλῆσθαι.

ἙΚΑΤΟΜΝΩΣ

ὄνομα κύριον.

ἙΚΑΤΟΜΠΕΔΟΝ

Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ῾ἀπολογισμὸς ῾ὧν πεπολίτευται.' ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν.

ἜΚΔΕΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Πασικλέους ‘ἐὰν δέ τις ἔκδεια γένηται,’ ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος ἀργυρίου.

ἘΚΔΕΞΑΜΕΝΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος ‘ἐκδεξάμενος καὶ γράψας.’ ἐκδέξασθαί ἐστι τὸ παῤ ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ πῶς ἔχει τὸ ἐν τῷ ε Φιλιππικῷ λεχθὲν ὑπὸ τοῦ ῥήτορος ‘καὶ τὸ δοκεῖν ἐκδέξασθαι τῶν ἐκείναις πεπραγμένων.’

ἘΚΔΙΚΑΣΑΣΘΑΙ

ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι· Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην.

ἜΚΔΟΣΙΣ

τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις· Δημοσθένης κατ̓ Ἀφόβου α.

ἘΚΚΛΗΤΕΥΕΙΝ

τὸ εἰς κρίσιν ἄγειν, ἵν̓ ἐπάναγκές τις μαρτυρῇ· Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ.

ἘΚΛΟΓΕΙΣ

οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ‘ᾑρέθησαν γὰρ ἐκλογεῖς παῤ ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι.’ Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον ‘νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα.’

ἘΚΛΩΖΕΤΕ

Δημοσθένης κατὰ Μειδίου. κλωσμὸν ἔλεγον τὸν γιγνόμενον ἐν τοῖς στόμασι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων ὧν οὐχ ἡδέως ἤκουον.

ἘΚΜΑΡΤΥΡΙΑ

διαφέρει τῆς μαρτυρίας, ὅτι ἡ μὲν μαρτυρία τῶν παρόντων ἐστὶν, ἡ δ̓ ἐκμαρτυρία τῶν ἀπόντων. σαφέστατα δὲ περὶ τούτων διδάσκουσι Δημοσθένης τε ἐν τῷ κατὰ Στεφάνου καὶ Δείναρχος ἐν τῷ ὑπὲρ Αἰσχίνου κατὰ Δεινίου.

ἘΚ ΠΕΡΙΟΥΣΙΑΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος ‘οὗτος δ̓ ἐκ περιουσίας μου κατηγορεῖ.’ βέλτιον οὕτως ἀκούειν, ὅτι ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δ̓ ἐκ πολλοῦ τοῦ περιόντος μου κατηγορεῖ, οὐ περὶ χρημάτων, ὡς οἴονταί τινες.

ἘΚΠΛΙΝΘΕΥΣΑΣ

ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους.

ἘΚΠΟΛΕΜΩΣΑΙ

Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττικιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ς Ἑλληνικῶν.

ἘΚ ΠΡΟΑΓΩΓΗΣ

ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδ̓ ἁπλοϊκῶς. ἡ μεταφορὰ ἀπὸ τῶν οὐχ ἡμένων, ἀλλ̓ ἐκ προβολῶν προηναγκασμένων δεσμοῖς. Δημοσθένης κατ̓ Ἀριστοκράτους.

ἘΚΦΥΛΛΟΦΟΡΗΣΛΙ

εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψηφίζετο ἡ βουλὴ περὶ αὐτοῦ εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν. ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δἰ ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος.

ἘΛΑΙΟΥΣ

πόλις ἐν Χερρονήσῳ τῇ Θρᾳκίᾳ.

ἘΛΑΤΕΙΑ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι. τοῦ δὲ ῥήτορος πάλιν ἐν ζ Φιλιππικῶν, εἰ γνήσιος, τάδε, ‘ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν.’ ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ Ἐλάτρεια· Θεόπομπος γοῦν ἐν μγ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασσωπαίων, ἀλλ̓ οὐ τρεῖς ὥσπερ ὁ Δημοσθένης, Ἐλάτρειάν τε καὶ Πανδοσίαν καὶ Βιτίαν καὶ Βούχετα.

ἘΛΑΦΡΟΤΑΤΟΥΣ

καὶ ἐν ἐπαίνῳ λέγουσι τοὔνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτους καὶ φορτικωτάτους. Ἰσοκράτης Παναθηναϊκῷ ‘σφᾶς δ̓ αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας.’

ἘΛΕΟΚΟΠΩΝ

Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς ‘πέντε μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος.’ ἐλεοκόπους λέγοι ἂν ὁ ῥήτωρ τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ‘ἐλεόθρεπτόν τε σέλινον’ παῤ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεὸν, ὅπερ ἐστὶ σκεῦος ξύλινον, γεγένηται τοὔνομα. Ἀριστοφάνης Ἱππεῦσιν εἰ προσκαθέλοι με τοὐλεόν.

ΕΛΕΥΘΕΡΙΟΣ ΖΕΥΣ

Ὑπερείδης ‘τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ.’ ὁ δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος.

ἘΛΕΥΣΙΝΙΑ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις Ἐλευσὶς ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλας αἰτίας φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια.

ἙΛΙΚΤΗΡΕΣ

ἐνωτίων εἶδος· Λυσίας.

ἝΛΙΞΟΣ

εἷς τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦσιν.

ἙΛΛΑΝΟΔΙΚΑΙ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος β, τὸ δὲ τελευταῖον θ. Ἀριστόδημος δ̓ ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ι, ἀφ̓ ἑκάστης φυλῆς ἕνα.

ἙΛΛΗΝΟΤΑΜΙΑΙ

Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. ὅτι ἀρχή τις ἦν οἱ Ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. μνημονεύει δὲ καὶ Θουκυδίδης αὐτῶν ἐν α.

ἜΜΒΕΒΛΗΜΕΝΑ

ἀντὶ τοῦ ἐγκεκεντρισμένα Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ̓ ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας.

ἝΜΒΙΟΣ

Ἀντιφῶν Ἀληθείας α ‘καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο’ ἀντὶ τοῦ ἐν τῷ ζῆν, τουτέστι ζήσειε καὶ μὴ ξηρανθείη μηδ̓ ἀποθάνοι.

ἜΜΒΡΑΧΥ

ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ Ἀντιφῶν.

ἜΜΜΗΝΟΙ ΔΙΚΑΙ

αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δημοσθένης καὶ Ὑπερείδης.

ἘΜΠΟΔΩΝ

Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως ‘καὶ τοὺς ἐμποδὼν ἐκολάσατε’ ἀντὶ τοῦ τοὺς ἐμπεσόντας, καθὰ καὶ Ἀνδοκίδης ἐν τῷ κατ̓ Ἀλκιβιάδου.

ἜΜΠΟΥΣΑ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φάσμα τί φασιν εἶναι τῆς Ἑκάτης, ὃ τοῖς δυστυχοῦσιν ἐφαίνετο. πλήρης δὲ τοῦ ὀνόματος ἡ κωμῳδία.

ἝΝΑΙ ΑΡΧΑΙ

αἱ παρῳχημέναι· Δημοσθένης κατ̓ Ἀριστογείτονος.

ἜΝΔΕΙΞΙΣ

εἶδος δίκης δημοσίας, ὑφ̓ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. πολλοὶ μὲν οὖν εἰσὶ λόγοι ἐνδείξεως, γνωριμώτατοι δὲ οἱ κατ̓ Ἀριστογείτονος Δημοσθένους.

ἘΝΔΕΚΑΖΟΝΤΑΣ

ἀντὶ τοῦ ἐνεορτάζοντας, ἐν τῷ αὐτῷ τὴν δεκάτην ἄγοντας, Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνου.

ἘΝ ΔΙΟΜΕΙΟΙΣ ἩΡΑΚΛΕΙΟΝ

Ὑπερείδης κατὰ Κόνωνος. τῆς ἐν Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι καὶ οἱ κωμικοί.

ἘΝΕΠΙΣΚΗΜΜΑ

ἘΝΕΠΙΣΚΗΜΜΑ καὶ ΕΝΕΠΙΣΚΗΨΑΣΘΑΙ· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γεγονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος ῾Δημοσθένους ῾πρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος,' ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον.

ἘΝΕΣΚΕΥΑΣΜΕΝΗΝ

Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον ἀντὶ τοῦ ἐσκευασμένην καὶ πεπλασμένην.

ἘΝΕΤΙΜΑΤΟ

Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. τὸ ἀπετιμᾶτο διαφέρει τοῦ ἐνετιμᾶτο· ὅταν μὲν γὰρ πρός τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ τις, ἀποτιμᾶσθαι λέγεται· ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο.

ἝΝΗ ΚΑΙ ΝΕΑ

Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα. τὴν ὑφ̓ ἡμῶν τριακάδα καλουμένην ἕνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε αὐτὴν Ἀθηναῖοι Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ΕΝΗΝ δὲ καὶ ΕΙΣ ΕΝΗΝ τὸ εἰς τρίτην λέγουσι. καὶ ἁπλῶς τὸ ΕΝΟΝ δασυνόμενον τὸ πρότερον καὶ παρεληλυθὸς δηλοῖ.

ἜΝΘΡΥΠΥΑ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ̓ αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παῤ Ἀθηναίοις Ἔνθρυπτος.

ἘΝ ΛΙΜΝΑΙΣ ΔΙΟΝΥΣΙΟΝ

Ἰσαῖος περὶ τοῦ Κίρωνος κλήρου. τόπος ἐστὶν ἐν Ἀθήναις Λίμναι, ἐν ᾧ ὁ τιμώμενος Διόνυσος.

ἘΝΝΕΆΚΡΟΥΝΟΝ

Λυσίας Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδοσεως. κρήνη τις ἐν Ἀθήναις· πρότερον δ̓ ἐκαλεῖτο Καλλιρρόη.

ἘΝΝΕΑ ΟΔΟΙ

Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. τόπος ἐν Θρᾴκῃ περὶ τὴν Ἀμφίπολιν.

ἘΝ ΠΑΡΑΒΥΣΤΩΙ

ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρχεστρατίδου.

ἘΝΣΗΜΑΙΝΟΜΕΝΟΣ

ἀντὶ τοῦ ἐνδεικνύμενος καὶ ἐμφαίνων Ἰσοκράτης.

ἘΝ ΦΡΕΑΤΤΟΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους περὶ τοῦ ἐν Φρεαττοῖ δικαστηρίου ἀκριβῶς διεξελήλυθε, λέγων οὕτως. ‘ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθε οἷον ὑπερβέβηκε τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ἐάν τις ἐπ̓ ἀκουσίῳ πεφευγὼς, μήπω τῶν ἐκβαλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου.’ καὶ μετ̓ ὀλίγον φησὶν ‘ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τε ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινὰ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττης· εἶθ̓ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει, τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ̓ ἀκροῶνται καὶ δικάζουσιν ἐπὶ τῆς γῆς. κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίαν· ἐὰν δὲ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δὲ ἐπὶ ἑτέρῳ φόνῳ φυγὴν ὑπέχει.’ ὠνομάσθαι δ̓ ἔοικε τὸ δικαστήριον ἀπό τινος Φρεάττου ἥρωος, καθά φησι Θεόφραστος ἐν ις τῶν Νόμων.

ἘΞΑΓΙΣΤΟΣ

ἀντὶ τοῦ λίαν ἐναγὴς καὶ ἔμπλεως ἄγους. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπί τινος λιμένος εἴρηκε τοὔνομα.

ἘΞΑΙΡΕΣΕΩΣ ΔΙΚΗ

ὁπότε τις ἄγοι τινὰ ὡς δοῦλον, ἔπειτά τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τῷ ἀντιποιουμένῳ τοῦ ἀνθρώπου ὡς δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευθερίαν αὐτὸν ἐξαιρουμένῳ· Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει.

ἘΞΑΡΑΣΑΣΘΑΙ

Αἰσχίνης κατὰ Κτησιφῶντος ‘ὅτι χρυσᾶς ἀσπίδας ἀνέθηκε πρὸς τὸν καινὸν νεὼν πρὶν ἐξαράσασθαι.’ ἐξαράσασθαι δέ ἐστι τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι.

ἘΞΕΓΓΥΗΣΙΣ

τὸ ἐξελέσθαι τινὰ δἰ ἐγγυητῶν καταστάσεως· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

ἘΞΕΝΙΖΕ

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει ‘διαβεβλήκασι γάρ μου τὸν πατέρα ὡς ἐξένιζε.’ μήποτε ἀντὶ τοῦ ξένος ἦν, καὶ οὐχ ὡς Δίδυμός φησιν, ἀντὶ τοῦ οὐκ Ἀττικῶς διελέγετο, ἀλλὰ ξενικῶς.

ἘΞΕΠΡΕΜΝΙΖΟΝ

ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα, τουτέστι μέχρι ῥιζῶν τὰ στελέχη, Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου.

ἘΞΕΤΑΖΕΣΘΑΙ

ἀντὶ τοῦ ὁρᾶσθαι Δημοσθένης κατὰ Στεφάνου. καὶ ἐν τῷ κατ̓ Ἀνδροτίωνος ‘ἐξητάσθης’ φησὶν ἀντὶ τοῦ ὤφθης, ἑωράθης.

ἘΞΗΓΗΤΗΣ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. ὁ ἐξηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους νομιζόμενα ἐξηγοῦντο τοῖς δεομένοις. καὶ Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου καὶ Μνησιβούλου δηλοῖ, πληθυντικῶς τοὺς ἐξηγητὰς πολλάκις ὀνομάζων.

ἘΞΗΚΕΣΤΟΣ

ὄνομα κύριον· Δημοσθένης κατ̓ Ἀριστοκράτους.

ἘΞΟΡΧΗΣΑΜΕΝΟΣ

ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος προσπαίζων ἅμα εἶπε διὰ τὴν τῶν Διονυσίων πομπήν.

ἘΞΟΥΛΗΣ

ὄνομα δίκης ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. εἴρηται μὲν οὖν τοὔνομα ἀπὸ τοῦ ἐξίλλειν, ὅ ἐστιν ἐξωθεῖν καὶ ἐκβάλλειν, δικάζονται δὲ ἐξούλης κἀπὶ τοῖς ἐπιτιμίοις οἱ μὴ ἀπολαμβάνοντες ἐν τῇ προσηκούσῃ προθεσμίᾳ, ὑπερημέρων γιγνομένων τῶν καταδικασθέντων. οἱ δὲ ἁλόντες ἐξούλης καὶ τῷ ἑλόντι ἐδίδοσαν ἃ ἀφῃροῦντο αὐτὸν, καὶ τῷ δημοσίῳ κατετίθεσαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούλης καὶ ὁ χρήστης κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωστοῦντος καὶ κωλυόμενος ὑπό τινος. καὶ ἐπεργασίας δέ τις εἰ εἴργοιτο, δίδωσιν ὁ νόμος δικάζεσθαι πρὸς τὸν εἴργοντα ἐξούλης. καὶ περὶ ἀνδραπόδου δὲ καὶ παντὸς οὗ φησί τις αὐτῷ μετεῖναι. ταῦτα δὲ σαφῶς Ἰσαῖος διδάσκει καὶ Λυσίας ἐν τῷ κατὰ Στρατοκλέους ἐξούλης. Δείναρχος μέντοι ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἐπὶ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν. ὅτι δὲ ἐπὶ παντὸς τοῦ ἐκ τῶν ἰδίων ἐκβαλλομένου τάττεται τοὔνομα, καὶ οὐχ ὡς οἴεται Καικίλιος μόνων τῶν ἐκ καταδίκης ὀφειλόντων, καὶ Φρύνιχος ἐν Ποαστρίαις δῆλον ποιεῖ.

ἘΞΩΜΟΣΙΑ

τὸ μεθ̓ ὅρκου πρᾶξίν τινα ἀπαρνήσασθαι διὰ νόσον ἤ τινα ἑτέραν πρόφασιν, ὡς δῆλον ποιεῖ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας.

ἘΠΑΓΓΕΛΙΑ

σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παῤ αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας.

ἘΠΑΚΤΟΣ ΟΡΚΟΣ

ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται, τουτέστιν αἱρεῖται· ἄλλοι δὲ τοὐναντίον ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ̓ οὐκ αὐθαίρετος. Λυσίας ἐν τῷ πρὸς Χαιρέστρατον καὶ Ἰσοκράτης Ἀπολλωνιάτης ἐν ταῖς πρὸς Δημόνικον παραινέσεσιν. ἔστι δὲ ὅρκου τρία εἴδη, ἀπώμοτος καὶ κατώμοτος καὶ ὁ καλούμενος ἐπακτός. εἶναι δὲ τοῦτον οὐχ ἁπλοῦν· δεῖν γὰρ τὸν προτεινόμενον ὑπὸ τοῦ ὁρκίζοντος αὐτοῖς ὀνόμασιν ἀντιφωνεῖν τὸν ὁρκιζόμενον.

ἘΠΑΚΤΡΟΚΕΛΗΣ

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. εἶδος δ̓ ἐστὶ πλοίου σύνθετον ἔχον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικὸν, ὡς καὶ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου δοκιμασίᾳ.

ἘΠΑΛΛΑΞΕΙΣ

ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀληθείας α.

ἘΠΑΝΑΦΟΡΑ

τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει.

ἘΠΑΙΡΟΜΕΝΟΣ

ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ̓ ἄλλου σημαινομένου φησὶν ‘ἢ κέρδεσιν δἰ ἀπορίαν ἐπαιρομένους.’ Ἀριστοφάνης Νεφέλαις εἴθ̓ ὤφελ̓ ἡ προμνήστρἰ ἀπολέσθαι κακῶς, ἥτις με γῆμ̓ ἐπῆρε τὴν σὴν μητέρα.

ἘΠΕΔΙΚΑΣΕ

ἘΠΕΔΙΚΑΣΕ καὶ ΕΠΕΔΙΚΑΣΑΝΤΟ· Δημοσθένης ἐν τῷ κατ̓ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασέν ἐστιν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικάσαντο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον.

ἘΠΕΝΕΓΚΕΙΝ ΔΟΡΥ ΕΠΙ ΤΗΙ ΕΚΦΟΡΑΙ ΚΑΙ ΠΡΟΑΓΟΡΕΥΕΙΝ ΕΠΙ ΥΩΙ
ΜΝΗΜΑΤΙ Δημοσθένης κατ̓ Εὐέργου καὶ Μνησιβούλου ταῦτά φησιν ἐπὶ τοῦ βιαίως ἀποθανόντος. Ἴστρος δ̓ ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων περὶ Προκρίδος καὶ Κεφάλου εἰπὼν γράφει ταυτί· ‘τινὲς δὲ ἐπὶ τοῦ τάφου δόρυ καταπεπηχότα τὸν Ἐρεχθέα φασὶ πεποιῆσθαι παρακαθήμενόν τε καὶ τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμιμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.’
ἘΠΕΣΚΗΨΑΤΟ

ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. λέγεται δὲ ἐνίοτε κατὰ τὸ σπάνιον καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. τῷ δὲ ἐνεργητικῷ τῷ ΕΠΕΣΚΗΨΕΝ ἀντὶ τοῦ ἐνετείλατο Ἰσαῖος ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης τε ἐν τῷ περὶ τῶν μυστηρίων καὶ Λυσίας ἐν τῷ ὑπὲρ Κτησιάρχου εἰρήκασιν.

ἘΠΙΒΑΤΗΣ

Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας, ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ̓ ἐξεκολύμβης᾿ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον.

ἘΠΙΒΑΗΤΑΣ

Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, εἰ γνήσιος. ἐπιβλής ἐστιν, ὡς μὲν Τιμαχίδας φησὶ. δοκὸς, ὡς δέ φησι Κλείταρχος ὁ γλωσσογράφος, ποιά τις δοκός.

ἘΠΙΒΟΙΟΝ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ̓ ἐν β φησὶν οὕτως· ‘ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.’ ὁμοίως καὶ Στάφυλος ἐν α τῶν περὶ Ἀθηνῶν.

ἘΠΙΒΟΛΗ

ἡ ζημία. πολὺ τοὔνομα παῤ αὐτοῖς, ὡς καὶ παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Νικομάχου, εἰ γνήσιος ὁ λόγος.

ἘΠΙΓΝΩΜΟΝΑΣ

ἀντὶ τοῦ ἐπισκόπους Λυσίας ἐν τῷ περὶ τοῦ σηκοῦ.

ἘΠΙΓΡΑΦΕΑΣ

τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ὁπόσον ὀφείλουσιν εἰσφέρειν εἰς τὸ δημόσιον· Λυσίας ἐν τῷ περὶ τῆς εἰσφορᾶς.

ἘΠΙΓΥΙΟΝ

Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην ἀποστασίου, εἰ γνήσιος. τὰ πρυμνήσια ἐπίγυια ἔλεγον. κέχρηνται τῷ ὀνόματι καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί· Ἀριστοφάνης Ὁλκάσιν.

ἘΠΙΔΕΚΑΤΟΝ

τὸ δέκατον Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου. καὶ

ΕΠΙΠΕΜΠΤΟΝ εἰώθασι λέγειν τὸ πέμπτον, ὡς καὶ Εὔπολις Αὐτολύκῳ.
ἘΠΙ ΔΕΛΦΙΝΙΩΙ

δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

ἘΠΙΔΙΑΤΙΘΕΣΘΑΙ

Λυσίας ἐν τῷ πρὸς Θεοπείθη ἐπιτροπῆς ἐπιλόγῳ. ἐπιδιατίθεσθαί ἐστι τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθεμένους τι ῥητὸν ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅσπερ ἐγγυᾶται ἑκατέρῳ ὥστε, εἰ ἡ πρᾶξις γένοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. τὸ δὲ πρᾶγμα αὐτὸ λέγεται ΕΠΙΔΙΑΘΗΚΗ, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ ὑπὲρ Νησοκλέους δηλοῖ.

ἘΠΙ ΔΗΛΙΩΙ ΜΑΧΗ

Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δ.

ἘΠΙΔΙΕΤΕΣ ΗΒΗΣΑΙ

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ις ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδ ἔστιν. ἀλλ̓ οἱ ἔφηβοι παῤ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη β, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ‘ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν.’

ἘΠΙΔΙΚΟΣ

ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΙΤΙΣ· ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ ῾ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις᾿· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ ‘διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα·’ ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον τὴν ἐπίκληρον ἐπικληρῖτιν κέκληκεν.

ἘΠΙ ΘΡΑΣΥΛΛΩΙ

Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ φησὶ ‘τὸ ἐπὶ Θρασύλλῳ.’ Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρασύλλου μνήματι.

ἘΠΙΘΕΤΟΥΣ ΕΟΡΤΑΣ

Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ̓ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παῤ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ̓ ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ‘ἐπέθηκεν ἐπιστολήν’ ἀντὶ τοῦ παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμίωνος παραγραφήν. Κρατῖνος δ̓ ἐν Τροφωνίῳ %2 %2 %2 %2

ἘΠΙΚΕΚΗΡΥΧΕΝΑΙ

Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὑφ̓ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα, καθάπερ Ξέρξῃ ἐπεκήρυξαν οἱ Ἕλληνες, εἴ τις ἢ ζῶντα ἢ νεκρὸν κατάγοι Ἀθήναζε, δώσειν ρ τάλαντα.

ἘΠΙΚΗΡΥΚΕΙΑ

τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν· Δημοσθένης Φιλιππικῶν ε.

ἘΠΙ ΚΟΡΡΗΣ

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἄλλοι μὲν ἄλλως ἀπέδοσαν, βέλτιον δὲ ὑπολαμβάνειν ἐπὶ κόρρης λέγεσθαι τὸ ἐπὶ τῆς γνάθου, ὃ λέγομεν ἐν τῷ βίῳ ῥάπισμα. Ὑπερείδης γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ Δωροθέου, προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα λέγων ‘ἔπειτα Ἱππόνικος ὑπ̓ Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον, ἐγὼ δ̓ ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον.’

ἘΠΙΚΡΑΤΗΣ

Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ̓ ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ̓ ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ̓ αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ̓ Αἰσχίνου.

ἘΠΙΛΑΧΩΝ

Αἰσχίνης κατὰ Κτησιφῶντος ‘οὔτε λαχὼν οὔτ̓ ἐπιλαχὼν, ἀλλ̓ ἐκ παρασκευῆς πριάμενος.’ ἔοικε τὸ γιγνόμενον τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν̓ ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ̓ ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ.

ἘΠΙΜΕΛΗΤΗΣ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ

παῤ Ἀθηναίοις ὁ λεγόμενος βασιλεύς· Δημοσθένης κατὰ Μειδίου. Ἀριστοτέλης δ̓ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως ‘ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος χειροτονεῖ, β μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ̓ ἐξ Εὐμολπιδῶν, ἕνα δ̓ ἐκ Κηρύκων.’

ἘΠΙΜΕΛΗΤΗΣ ΕΜΠΟΡΙΟΥ

Δείναρχος ἐν τῷ κατὰ Πνθέου. Ἀριστοτέλης ‘ἐμπορίου δ̓ ἐπιμελητὰς ι κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ β μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.’

ἘΠΙΜΗΝΙΑ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ̓ ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα.

ἘΠΙΟΡΚΗΣΑΝΤΑ

Λυσίας κατὰ Θεομνήστου ἐξηγήσατο ὅτι τὸ ἐπιορκήσαντα ὀμόσαντα ἐστίν.

ἘΠΙ ΠΑΛΛΑΔΙΩΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. δικαστήριόν ἐστιν οὕτω καλούμενον, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως οἱ ἐφέται. ἔσχε δὲ καὶ τὸ δικαστήριον τὴν τοῦ Παλλαδίον ἐπωνυμίαν καὶ οἱ δικασταὶ τὴν τῶν ἐφετῶν ἐντεῦθεν. Ἀγαμέμνονος μετὰ τῶν Ἀργείων σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις ἐξ Ἰλίου Δημοφῶν ἁρπάζει τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀναιρεῖ. Ἀγαμέμνων δὲ δυσχεράνας δίκην τὸν ἁρπάσαντα ἀπαιτεῖ, καὶ συνίσταται τὸ δικαστήριον ἐπὶ πεντήκοντα μὲν Ἀθηναίων, πεντήκοντα δὲ Ἀργείων, οὓς ἐφέτας ἐκάλεσαν διὰ τὸ παῤ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως.

ἘΠΙΠΕΜΠΤΟΝ

Λυσίας ἐν τῷ πρὸς Κριτόδημον καὶ Πλάτων ἀντὶ ἁπλοῦ τοῦ πέμπτου. Ἀριστοφάνης Δαιταλεῦσιν οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.

ἜΠΙΠΛΟΝ

Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. τὰ κατὰ τὴν οἰκίαν σκεύη ἔπιπλα λέγουσι, τὴν οἷον ἐπιπόλαιον κτῆσιν καὶ μετακομίζεσθαι δυναμένην. Σοφοκλῆς Ἀθάμαντι.

ἘΠΙ ΠΡΥΤΑΝΕΙΩΙ

δικαστήριόν ἐστι καὶ τοῦτο φονικὸν, δικάζει δὲ ἄν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινὰ, τοῦτο δ̓ ἐστὶν ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον.

ἘΠΙΣΗΜΑΙΝΕΣΘΑΙ

ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ.

ἘΠΙΣΙΤΙΑ

τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα· Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. ταῦτα δὲ ἐνίοτε ἐκάλουν καὶ σιτίον.

ἘΠΙΣΚΟΠΟΣ

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ ἐν τῷ κατὰ Λαισποδίου. ἐοίκασιν ἐκπέμπεσθαί τινες ὑπὸ Ἀθηναίων εἰς τὰς ὑπηκόους πόλεις ἐπισκεπτόμενοι τὰ παῤ ἑκάστοις. Θεόφραστος γοῦν ἐν α τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φησὶν οὕτω ‘πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν,ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, ὡς Ἀθηναῖοι.’

ἘΠΙΣΤΑΤΗΣ

Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ̓ ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν.

ἘΠΙΣΤΑΘΜΟΣ

Ἰσοκράτης Πανηγυρικῷ ‘Ἑκατόμνως ὁ Καρίας ἐπίσταθμος,’ ὃ οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος.

ἘΠΙΤΕΛΕΟΥΝ

ἘΠΙΤΕΛΕΟΥΝ καὶ ΕΠΙΤΕΛΕΩΜΑ· ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ περὶ τῆς ἱερείας Λυκούργου, ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησὶν ‘ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων ‘θυμάτων.’ ’

ἘΠΙΤΙΜΗΤΑΣ

οἱ μὲν τὸ πρῶτον τιμώμενοί τι τιμηταὶ ἐκαλοῦντο, οἱ δὲ τοῖς ἑξῆς ἔτεσι τὰ αὐτὰ τιμώμενοι ἐπιτιμηταί· Λυσίας ἐν τῷ κατὰ Διογένους.

ἘΠΙΤΕΙΧΙΣΜΑ

τὸ τειχιζόμενον κατά τινων χωρίον, ὅθεν ὁρμώμενοι οἱ τειχίσαντες κακῶς δυνήσονται ποιεῖν τοὺς ἐπιτειχισθέντας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμὸν ὀνομάζουσιν, ὥσπερ ἐν ταὐτῷ λόγῳ ἐστίν.

ἘΠΙΤΡΕΠΕΙΝ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀφόβου α οὕτως ἤρξατο ‘εἰ μὲν ἐβούλετο Ἄφοβος, ὦ ἄνδρες δικασταὶ, δίκαια ποιεῖν περὶ ὧν διαφερόμεθα τοῖς τε οἰκείοις ἐπιτρέπειν’ ἀντὶ τοῦ διαιτητὰς αὐτοὺς αἱρεῖσθαι· ὅθεν καὶ Μενάνδρου δρᾶμα Ἐπιτρέποντες. Λυσίας δ̓ ἐν τῷ πρὸς τοὺς ἐπιτρόπους τῶν Βόωνος παίδων ‘ἐπέτρεψεν’ εἶπεν ‘ἀνδράσιν’ ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν.

ἘΠΙΤΡΙΤΑΙΣ

Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος ‘ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις’ ἀντὶ τοῦ ἐπὶ η ὀβολοῖς, κατὰ τὸ τρίτον εἶναι μέρος τοὺς η ὀβολοὺς τοῦ τετραδράχμου.

ἘΠΙΧΑΡΗΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον, Σικυώνιος προδότης.

ἘΠΙΧΕΙΡΟΤΟΝΙΑ

ἡ τῶν χειροτονητῶν κατάστασις· Ὑπερείδης ἐν τῷ ὑπὲρ Σιμίου πρὸς Πυθέαν καὶ Λυκοῦργον.

ἘΠΙΨΗΦΙΖΩΝ

ἀντὶ τοῦ ἐπικυρῶν· Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος. πολὺ δέ ἐστι παρὰ τοῖς Ἀττικοῖς τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν α Ἀπομνημονευμάτων.

ἘΠΟΓΔΟΟΝ

Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος. εἴη δ̓ ἂν ἐπόγδοον τὸ οὕτω δεδανεισμένον ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος δοθῆναι τῷ δανειστῇ, οἷον τριώβολον τοῦ τετραδράχμου.

ἘΠΩΒΕΛΙΑ

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἐπιτίμιόν ἐστιν ἡ ἐπωβελία τὸ ἕκτον μέρος τοῦ τιμήματος, ὅπερ ἐδίδοσαν οἱ διώκοντες τοῖς φεύγουσιν, εἰ μὴ ἕλοιεν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ̓ ἑκάστην δραχμὴν ὀβολὸς ἦν, ὅπερ ἕκτον ἐστὶν, ἐν ἓξ ὀβολοῖς τῆς δραχμῆς λογιζομένης. ἐκ πολλῶν δὲ ἔστι τοῦτο οὕτως ἔχον μαθεῖν.

ἘΠΩΝΙΑ

τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον, εἴη δ̓ ἂν ἴσως ἡ πέμπτη· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους κἀν τῇ πρὸς Τληπόλεμον ἀντωμοσίᾳ.

ἘΠΩΝΥΜΟΙ

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. διττοί εἰσιν οἱ ἐπώνυμοι, οἱ μὲν ι τὸν ἀριθμὸν, ἀφ̓ ὧν αἱ φυλαὶ, ἕτεροι δὲ β καὶ μ, ἀφ̓ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθ̓ ἕκαστον ἔτος, ἀπὸ ιη ἐτῶν μέχρι ξ.

ἘΠΩΠΤΕΥΚΟΤΩΝ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῇ δευτέρᾳ μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλοχόρου.

ἘΡΑΝΙΖΟΝΤΕΣ

Δημοσθένης ἐν τῇ περὶ τῶν Λυκούργου παίδων ἐπιστολῇ ἐρανίσας εἶπεν ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐν δὲ τῷ περὶ τοῦ ὀνόματός φησι ‘τί δὲ εἰ ψευδομαρτυριῶν ἁλώσεσθαι προσδοκῶν ἐφ̓ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν;’ ἀντευποιεῖ ἀποδιδοὺς τὴν ἴσην βοήθειαν αὐτοῖς, ἣν κἀκεῖνοί ποτε παρέσχον ψευδομαρτυρήσαντες ὑπὲρ αὐτοῦ. ΕΡΑΝΙΣΤΗΣ μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσφέρων. τὸ δὲ ὄνομα παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστοκράτην περὶ ἐγγύης ἐράνου, εἰ γνήσιος.

ἜΡΓΑ ΝΕΩΝ

τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ̓ Αὐτοκλέους Ἡσιόδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.

ἘΡΓΙΣΚΗ

Αἰσχίνης κατὰ Κτησιφῶντος. καὶ ἡ Ἐργίσκη τῆς Θρᾴκης ἐστὶν, ὠνόμασται δὲ ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης.

ἘΡΓΟΚΛΗΣ

στρατηγὸς Ἀθηναίων.

ἘΡΓΟΦΙΛΟΣ

καὶ οὗτος στρατηγὸς Ἀθηναίων.

ἝΡΚΕΙΟΣ ΖΕΥΣ

Δείναρχος ἐν τῷ κατὰ Μοσχίωνος ‘εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν.’ ἕρκειος Ζεὺς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας.

ἝΡΜΑ

ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παῤ Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους.

ἙΡΜΑΙ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ‘ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ̓ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ‘ἀρχαίοις ἀντ̓ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.’ ’ ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ.

ἝΡΜΟΣ

δῆμός ἐστι τῆς Ἀττικῆς, φυλῆς Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος ἐν τῷ περὶ ὀνομάτων φησὶν ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα τὸ Ἕρμος, ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς περὶ ποταμῶν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆμον ὁμώνυμον αὐτῷ.

ἙΡΜΗΣ Ο ΠΡΟΣ ΤΗΙ ΠΥΛΙΔΙ

Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου καὶ Μνησιβούλου. Φιλόχορος ἐν ε Ἀτθίδος φησὶν ὡς οἱ ἐννέα ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα τὸν Ἀττικόν.

ἙΡΜΙΑΣ

ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὑτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ.

ἘΡΟΙΑΔΑΙ

οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος, ὥς φησι Διόδωρος.

ἘΡΥΘΡΑΙΟΙ

Δημοσθένης ἐν Φιλιππικῷ η. πόλις ἐν Ἰωνίᾳ Ἐρυθρὰ, μία τῶν ὑπὸ Νηλέως τοῦ Κόδρου κτισθεισῶν, ὥς φησιν Ἑλλάνικος ἐν Ἀτθίδι.

ἘΡΧΙΑΘΕΝ

Δείναρχος κατὰ Στεφάνου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος.

ἘΣΠΑΘΑΤΟ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ‘ὦ γύναι, λίαν σπαθᾷς.’

ἘΣΤΙΑΤΩΡ

ὁ τράπεζάν τισι παρατιθείς· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. εἱστίων τὰς φυλὰς οἱ μὲν ἐθελονταὶ, οἱ δὲ κληρωτοὶ, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ κατὰ Μειδίου.

ἘΣΧΑΡΑ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς περὶ βωμῶν ἐχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ̓ ἐπὶ γῆς ἱδρυμένην κοίλην, παῤ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν.

ἘΣΧΑΤΙΑ

Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θάλασσα.

ἙΤΑΙΡΕΙΑ

ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τοὔνομα τέταχεν Ἀνδοκίδης ἐν τῇ περὶ τῶν μυστηρίων ἀπολογίᾳ.

ἘΤΕΟΒΟΥΥΑΔΑΙ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. γένος παῤ Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεόν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων περὶ γενῶν.

ἙΤΕΡΟΦΘΑΛΜΟΣ

ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

ΕΥΑΓΟΡΑΣ

ὄνομα κύριον, εἰς ὃν τὸ ἐγκώμιον Ἰσοκράτους.

ΕΥΑΙΩΝ

Δημοσθένης κατὰ Μειδίου. ὄνομα κύριον.

ΕΥΑΝΔΡΙΑ

Δείναρχος ἐν τῷ κατ̓ Ἀγασικλέους. Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο. Ἀνδοκίδης τ̓ ἐν τῷ κατ̓ Ἀλκιβιάδου δηλοῖ καὶ Φιλόχορος.

ΕΥΒΟΥΛΟΣ

Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ̓ αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ι τῶν Φιλιππικῶν. ἕτερος δ̓ ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρχεστρατίδου.

ΕΥΔΙΚΟΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δ̓ ἐστὶν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης.

ΕΥΗΝΟΣ

Ὑπερείδης ἐν τῷ κατ̓ Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων.

ΕΥΗΝΙΩΤΑΤΑ

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θ τῶν Νόμων.

ΕΥΘΙΑΣ

Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος.

ΕΥΘΥΝΟΙ

Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. εὔθυνοι ὄνομα ἀρχῆς παῤ Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἦσαν ἄνδρες, παῤ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοικήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας. διείλεκται περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

ΕΥΘΥΩΡΟΝ

τὸ κατ̓ εὐθεῖαν Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. τὸ ὄνομα καὶ παρὰ Ξενοφῶντι εν β Ἀναβάσεως.

ΕΥΜΕΝΙΔΕΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Αἰσχύλος ἐν Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθῆνα πραΰνασα τὰς Ἐρινύας ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας ὠνόμασεν. εἰσὶ δὲ Ἀληκτὼ, Μέγαιρα, Τισιφόνη.

ΕΥΝΕΙΔΑΙ

Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος, εἰ γνήσιος. γένος ἐστὶ παῤ Ἀθηναίοις οὕτως ὀνομαζόμενον Εὐνεῖδαι, ἦσαν δὲ κιθαρῳδοὶ πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν.

ΕΥΞΙΘΕΟΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ὑπὸ τούτου φησὶν Ἠλείους προδοθῆναι.

ΕΥΟΙ ΣΑΒΟΙ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστι τὸ εὐοῖ. Ἀριγνώτη δέ φησιν ὅτι τινὲς ἔλεξαν εὐοῖ ἀντὶ τοῦ εὖ σοι, τὸ εὕρημα τοῦ κατόπτρου ἐπαινέοντες.

ΕΥΟΦΘΑΛΜΩΣ

ἀντὶ τοῦ εὐπρεπῶς Ἀντιφῶν ἐν τῷ περὶ ταῶν.

ΕΥΡΥΒΑΤΟΝ

Αἰσχίνης κατὰ Κτησιφῶντος. Ἔφορος ἐν τῇ η Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενόμενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῷ Κύρῳ, καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτους καλεῖσθαι.

ΕΥΡΥΜΕΔΩΝ

Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμφυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν α.

ΕΥΡΥΣΑΚΕΙΟΝ

Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. τέμενός ἐστιν Εὐρυσάκους τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, ἐν Μελίτῃ.

ΕΥΣΥΜΒΟΛΟΣ

ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς συμβάλλειν, Ἀντιφῶν Πολιτικῷ.

ΕΥΦΡΑΙΟΣ

Δημοσθένης Φιλιππικῷ θ. οὗτος Ὠρείτης ἦν τὸ γένος, μετέσχε δὲ καὶ τῆς Πλάτωνος διατριβῆς.

ΕΥΩΝΥΜΕΙΣ

Λυσίας ἐν τῷ κατὰ Φιλοκράτους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος, ὥς φησι Διόδωρος.

ἜΦΕΣΙΣ

ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή· τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Δημοσθένους λόγος ἐστὶν ἐπιγραφόμενος ῾ἔφεσις πρὸς Εὐβουλίδην,' ἐν δὲ τῷ λόγῳ πολλάκις ἐστὶν ἡ ἔφεσις καὶ τὸ ἐφεῖναι ῥῆμα.

ἜΦΕΚΤΟΣ ΤΟΚΟΣ

ὁ ἐπὶ τῷ ἕκτῳ τοῦ κεφαλαίου· Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου.

ἘΦΕΤΑΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. οἱ δικάζοντες τὰς ἐφ̓ αἵματι κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανείῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρεαττοῖ ἐφέται ἐκαλοῦντο.

ἘΦ̓ ἹΕΡΟΝ

Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. ἱερόν ἐστι τῶν ιβ θεῶν ἐν Βοσπόρῳ, ὡς Τιμοσθένης ἐν τοῖς περὶ λιμένων.

ἘΦΟΡΙΑ

ἡ ἐπὶ τῶν ὅρων γινομένη προαγόρευσις, ὡς Δημοσθένης διδάσκει ἐν τῷ κατ̓ Ἀριστοκράτους καὶ Θεόφραστος ἐν γ Νόμων.

ἘΦΟΡΜΕΙΝ

ἀντὶ τοῦ ἐφεδρεύειν· τὸ γὰρ κατά τινων ὁρμεῖν ἐπιτηροῦντας καιρὸν ἐπιθέσεως οὕτως ἔλεγον· Δημοσθένης Φιλιππικοῖς.

ἘΧΙΝΟΣ

ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημοσθένης ἐν θ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον ὄστρεον.

ἙΩΛΟΚΡΑΣΙΑ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ‘αἴτιος δ̓ οὗτος ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς αὑτοῦ ‘κατα- σκεδάσας.’ Δίδυμος δὲ ‘οὗτος χθὲς καὶ πρώην ἃ ἐκέρασε πράγματα, τήμερόν μου καταχεῖ καὶ ἐμὲ πρᾶξαί φησι.’ ’