Μετάβαση στο περιεχόμενο

Λεξικόν των δέκα ρητόρων/Σ

Από Βικιθήκη
Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Σ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΣΑΒΟΙ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Νύμφις β περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον.

ΣΕΙΡΙΝΑ

Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ ΣΕΙΡΗΝ δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σείρινα.

ΣΕΜΝΑΙ ΘΕΑΙ

οὕτω καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας.

ΣΕΡΡΕΙΟΝ ΤΕΙΧΟΣ

ΣΕΡΡΕΙΟΝ ΤΕΙΧΟΣ καὶ ΣΙΡΙΟΝ· ὀνόματα χωρίων.

ΣΕΣΗΜΑΣΜΕΝΩΙ

ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ̓ Ἀντίου ὀρφανικῷ.

ΣΕΥΘΗΣ

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. ἔστι δὲ εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων.

ΣΗΚΟΣ

ἐπιγράφεταί τις λόγος Λυσίου ἐν τῇ τῆς εὐσεβείας περὶ τοῦ σηκοῦ ἀπολογίᾳ, ἐν ᾧ δῆλόν ἐστιν ὡς περὶ ἐλαίας ἐκκοπείσης ὁ λόγος ἐστί. γράφει δὲ καὶ ταυτὶ ὁ ῥήτωρ ‘ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών.’ μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας· σηκὸν δὲ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν.

ΣΗΡΑΓΓΙΟΝ

Λυσίας ἐν τῷ κατ̓ Ἀνδροτίωνος. χωρίον τι τοῦ Πειραιῶς οὕτως ἐκαλεῖτο. μνημονεύει δ̓ αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Γεωργοῖς.

ΣΗΜΕΙΑ

οὕτω λέγουσι τὰς σφραγῖδας. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον.

ΣΘΕΝΕΛΟΣ

Λυσίας ἐν τῷ πρὸς Διογένην. καὶ ἐν ταῖς Διδασκαλίαις εὑρίσκεται ὁ Σθένελος τραγῳδίας ποιητής. ἐκωμῴδει δὲ αὐτὸν ὁ τοὺς Πλάτωνος Λάκωνας γράψας ὡς τἀλλότρια ἔπη σφετεριζόμενον.

ΣΙΓΕΙΟΝ

Δημοσθένης Φιλιππικοῖς. πόλις ἐστὶ τῆς Τρῳάδος, οὐκ ἄποθεν τοῦ Ἰλίου.

ΣΙΜΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗτός ἐστι τῶν δοκούντων συμπρᾶξαι τῷ Μακεδόνι.

ΣΙΜΥΛΟΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησιν ‘ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς Σιμύλῳ καὶ Σω- κράτει.’

ΣΙΜΩΝ

ὄνομα κύριον.

ΣΙΝΩΠΗ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἡρόδικος ἐν ς Κωμῳδουμένων φησὶν ὅτι Σινώπη ἡ ἑταίρα Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι.

ΣΙΠΥΑ

Λυσίας ἐν τῷ περὶ ἡμικληρίου τῶν Μακαρτάτου χρημάτων. σιτηρὸν ἀγγεῖόν ἐστιν ἡ σιπύα, ἔστι δὲ πολλάκις παρὰ τοῖς ἀρχαίοις κωμικοῖς· Εὔπολις Χρυσῷ γένει, Ἀριστοφάνης Τελμησεῦσιν.

ΣΙΤΗΡΕΣΙΟΝ

τὸ διδόμενόν τισιν εἰς τροφήν· Δημοσθένης ἐν τῷ περὶ τριηραρχήματος.

ΣΙΤΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀφόβου α. σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος α ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον, ἀγνοεῖ δὲ ὅτι ἓν ἀνθ̓ ἑνὸς οὐδέποτε παῤ αὐτοῖς ὁ τόκος σῖτος καλεῖται.

ΣΙΤΟΦΥΛΑΚΕΣ

Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν ἐν ἄστει, ε δ̓ ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ΣΚΑΜΒΩΝΙΔΑΙ

Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.

ΣΚΑΦΗΦΟΡΟΙ

Δείναρχος ἐν τῷ κατὰ Ἀγασικλέους φησὶν ‘οἳ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ τούτου ἀργυρίῳ,’ ἀντὶ τοῦ μέτοικοι· οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδια. διείλεκται περὶ τούτων καὶ Θεόφραστος ἐν ι Νόμων.

ΣΚΑΦΙΟΝ

Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ.

ΣΚΕΥΟΠΟΙΟΥΝΤΑ ΤΟ ΠΡΑΓΜΑ

Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον.

ΣΚΗΝΙΤΗΣ

Ἰσοκράτης Τραπεζιτικῷ ‘Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον.’ ἔοικεν ἐπώνυμον εἶναι. μήποτε δὲ ὡς ἀγοραῖον καλούμενον, ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων.

ΣΚΗΝΗΝ ΔΕ ΗΝ ΕΧΟΥΣΙΝ, ΟΥΔΕ ΓΑΡ ΤΑΥΤΗΝ ΛΑΒΟΝΤΕΣ ΑΝΑΦΕΡΟΥΣΙ Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός τι εἶναι, ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον.
ΣΚΗΨΙΣ

Δημοσθένης κατ̓ Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν ιε.

ΣΚΙΑΘΟΣ

Δημοσθένης Φιλιππικοῖς. νῆσός ἐστι πλησίον Εὐβοίας.

ΣΚΙΑΠΟΔΕΣ

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν ‘ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούς τε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν.’

ΣΚΙΡΟΝ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παῤ Ἀθηναίοις, ἀφ̓ ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ̓ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν β Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν β Μεγαρικῶν ἀπὃ̣̣᾽ Σκίρωνος.

ΣΚΙΡΑΦΙΑ

Δείναρχος ἐν τῷ κατὰ Προξένου. σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρῳ οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῇ ν ὑποσημαίνει.

ΣΚΥΘΙΚΑΙ

Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. εἶδός τι ὑποδήματός εἰσιν αἱ Σκυθικαί. καὶ Ἀλκαῖος ἐν η καὶ Σκυθικὰς ὑποδησάμενος.

ΣΜΙΚΥΘΙΩΝ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. ὄνομα κύριον.

ΣΟΛΟΙ

Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ ε.

ΣΠΑΡΤΩΛΟΣ

Ἀντιφῶν ἐν τῷ ἐπιγραφομένῳ ῾ἐπιτροπικὸς Τιμο- ῾κράτει.' πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπάρτωλος.

ΣΠΕΡΜΟΛΟΓΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος.

ΣΤΑΣΙΩΤΗΣ

Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως ‘περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός.’ ἔοικε νῦν ὁ ῥήτωρ ἰδίως ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι· ἐν γοῦν τοῖς ἑξῆς φησιν ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν.

ΣΤΑΦΥΛΟΒΟΛΕΙΟΝ

Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. ἔστι δὲ τὸ καλούμενον πατητήριον, ὡς Ἀνδροτίων ἢ Φίλιππος ἐν τῷ Γεωργικῷ.

ΣΤΕΦΑΝΗΦΟΡΟΣ

Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ̓ ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ι Φορωνίδος· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν β Ἀτθίδος μέμνηται.

ΣΤΕΦΑΝΩΝ ΤΟΥΣ ΝΕΝΙΚΗΚΟΤΑΣ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ‘ἀλλὰ μὴν καὶ Καλλισθένην ρ μναῖς ἐστεφανώσατε.’ καὶ παῤ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι.

ΣΤΕΙΡΙΕΥΣ

Ὑπερείδης κατ̓ Ἀρχεστρατίδου. δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στειριά.

ΣΤΡΑΤΕΙΑ ΕΝ ΤΟΙΣ ΕΠΩΝΥΜΟΙΣ

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων ‘εἰσὶ γὰρ ἐπώνυμοι ι μὲν οἱ τῶν φυλῶν, β δὲ καὶ μ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ̓ οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται.’ καὶ μετ̓ ὀλίγα ‘χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι.’ διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δ τῆς Ἀτθίδος.

ΣΤΡΑΤΗΓΟΙ

Δημοσθένης Φιλιππικοῖς. οἱ καθ̓ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ι ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερείδου κατ̓ Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους.

ΣΤΡΑΒΑΞ

ὄνομα κύριον.

ΣΤΡΕΨΑ

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς Θρᾴκης, ὡς Ἑλλάνικος ἐν β Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι.

ΣΤΡΕΠΤΟΥΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παῤ ἑτέροις.

ΣΤΡΟΜΒΙΧΙΔΗΣ

Λυσίας ἐν τῷ ὑπὲρ Δεξιοῦ ἀποστασίου. ὄνομα κύριον.

ΣΤΡΟΥΘΗΣ

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. σατράπης τις βασιλέως ἦν.

ΣΤΡΟΦΑΔΕΣ ΝΗΣΟΙ

Δείναρχος Τυρρηνικῷ. νῆσοί τινές εἰσι μεταξὺ Ζακύνθου καὶ Ἤλιδος κείμεναι.

ΣΤΡΥΜΗ

Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ περὶ νήσων φησὶν ‘ἀποικίαι δέ εἰσι Θασίων ἐπὶ τῆς Θρᾴκης Γαληψὸς καὶ Στρύμη ἡ νῆσος.’ ἔστι δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε, Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα.

ΣΤΥΡΑΞ

Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. στύραξ καλεῖται τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασιν, ὡς Θουκυδίδης πού φησι ‘στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν.’

ΣΤΡΩΤΗΡ

Λυκοῦργος κατ̓ Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους.

ΣΥΑΑΣ

Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τῆς τριηραρχίας. κἀν τῷ πρὸς τὴν Λακρίτου παραγραφήν ‘ἐξελόμενος ὁπόταν μὴ σῦλαι ὦσιν Ἀθηναίοις.’ ἐν δὲ τοῖς ἑξῆς ὥσπερ ἐξηγούμενος αὐτό φησιν ‘σεσυλήμεθα δὲ τὰ ἡμέτερα αὐτῶν ὑπὸ Φασηλιτῶν ὥσπερ δεδομένων συλῶν Φασηλίταις κατ̓ Ἀθηναίων. ἐπειδὰν γὰρ μὴ θέλωσιν ἀποδοῦναι ἃ ἔλαβον, τί ἄν τις ἔχοι ἄλλο ὄνομα θέσθαι τῷ τοιούτῳ ἢ ὅτι ἀναιροῦνται τὰ ἀλλότρια;’ ἀντὶ τοῦ τὰς συλήσεις σύλας ἔλεγον.

ΣΥΛΛΟΓΗΣ

ὄνομα ἀρχῆς. Ἰσαῖος ἐν τῷ μετοικικῷ σαφέστατα δηλοῖ.

ΣΥΜΒΟΛΑ

τὰς συνθήκας, ἃς ἂν ἀλλήλαις αἱ πόλεις θέμεναι τάττωσι τοῖς πολίταις ὥστε διδόναι καὶ λαμβάνειν τὰ δίκαια. πολλάκις ἐν τῷ ζ Φιλιππικῶν Δημοσθένης, καὶ Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου.

ΣΥΜΜΟΡΙΑ

Δημοσθένης κατ̓ Ἀφόβου α. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παῤ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, ‘ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κ, ὥσπερ νῦν εἰσὶ, σώματα ξ ἑκάστην ἔχουσαν.’ Ὑπερείδης δ̓ ἐν τῷ πρὸς Πολύευκτόν φησιν ‘εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιε ἄνδρες.’ οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ξ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιε· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί ‘ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει.’ ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ ε Ἀτθίδος.

ΣΥΓΓΡΑΦΕΙΣ

Ἰσοκράτης Ἀρεοπαγιτικῷ. εἰθισμένον ἦν παῤ Ἀθηναίοις, ὁπότε δέοι, πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσφέρον γνώμας εἰς τὸν δῆμον. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν υ ἐγένετο, καθὰ Θουκυδίδης ἐν τῇ η φησίν ‘ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο, καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ι ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται.’ ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῇ Ἀτθίδι· ὁ δὲ Θουκυδίδης τῶν ι ἐμνημόνευσε μόνων τῶν προβούλων.

ΣΥΝΔΙΚΟΙ

Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους φησὶν ‘οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ὡς ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο.’ καὶ Λυσίας ἐν τῷ κατὰ Δεξίππου, εἰ γνήσιος, ‘καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων.’ μήποτ̓ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον.

ΣΥΝΗΓΟΡΟΙ

Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παῤ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν.

ΣΥΓΚΛΗΤΟΣ ΕΚΚΛΗΣΙΑ

τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου.

ΣΥΝΤΑΞΙΣ

ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς ‘καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα.’ ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ί Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ ‘σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν.’

ΣΥΝΤΕΛΕΙΣ

οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα

ΣΥΝΤΕΛΕΙΑ καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
ΣΦΗΤΤΟΣ

Ἰσαῖος ἐν τῷ πρὸς δημότας περὶ χωρίου. Σφηττὸς δῆμος τῆς Ἀκαμαντίδος.

ΣΦΟΔΡΙΑΣ

Ἰσαῖος ἐν τῷ κατὰ Μεγαρέων, εἰ γνήσιος. στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας. φησὶ δ̓ αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.