Λεξικόν των δέκα ρητόρων/Λ
←Κ | Λεξικὸν τῶν δέκα ῥητόρων Συγγραφέας: Λ |
Μ→ |
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853. |
- ΛΑΓΙΣΚΑ
Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ̓ αὐλοτρύπην αὐτόν.
- ΛΑΜΠΑΔΙΟΝ
ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν α τῆς Πολιτείας.
- ΛΑΜΠΑΣ
Λυσίας ἐν τῷ κατ̓ Εὐφήμου. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος, Παναθηναίοις καὶ Ἡφαιστίοις καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ περὶ τῶν ἐν τοῖς προπυλαίοις πινάκων. Ἴστρος δ̓ ἐν α τῶν Ἀτθίδων, εἰπὼν ὡς ἐν τῇ τῶν Ἀπατουρίων ἑορτῇ Ἀθηναίων οἱ καλλίστας στολὰς ἐνδεδυκότες, λαβόντες ἡμμένας λαμπάδας ἀπὸ τῆς ἑστίας, ὑμνοῦσι τὸν Ἥφαιστον θέοντες, ὑπόμνημα τοῦ κατανοήσαντα τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.
- ΛΑΜΠΤΡΕΙΣ
Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ̓ εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ ‘Λαμπτρεὺς ἔγωγε τῶν κάτω.’
- ΛΑΡΚΟΣ
Λυσίας ἐν τῷ πρὸς Καλλιππίδην. λάρκος ἐστὶ φορμὸς εἰς ὃν ἄνθρακας ἐνέβαλλον. κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Ἀριστοφάνης Ἀχαρνεῦσιν.
- ΛΑΡΥΓΓΙΖΕΙΝ
τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ̓ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι οὕτως ἐλέγετο· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
- ΛΕΒΑΔΕΙΑ
Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας.
- ΛΕΜΒΟΣ
Δημοσθένης ἐν τῷ πρὸς Ζηνόθεμιν. εἶδος νεὼς ὁ λέμβος· πολλάκις δὲ εἴρηται ἐν τῇ κωμῳδίᾳ.
- ΛΕΣΧΑΙ
Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος οὐδ̓ ἐθέλεις εὕδειν χαλκήῖον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παῤ ἐνίοις τὸν θεὸν λεσχηνόριον ἐπικαλεῖσθαι.
- ΛΕΥΚΑΣ
Δημοσθένης ἐν θ Φιλιππικῶν. νῆσός ἐστι πρὸ τῆς Ἠπείρου κειμένη.
- ΛΕΥΚΗ
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ‘ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ.’ οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ στέφονται διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φασὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ ἀχερωΐδα καλεῖσθαι παῤ Ὁμήρῳ· ἤριπε δ̓ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή.
- ΛΕΥΚΗ ΑΚΤΗ
Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην. πλειόνων οὐσῶν Λευκῶν, ὡς Δημήτριος ὁ Μάγνης δηλοῖ, ἔοικε, τῆς ἐν Προποντίδι μνημονεύειν ὁ ῥήτωρ νῦν.
- ΛΕΥΚΟΝΟΙΕΥΣ
Δημοσθένης ἐν τῷ κατ̓ Ἀφόβου. Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν.
- ΛΕΥΚΤΡΑ
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ χωρίον Βοιώτιον περὶ Θεσπιάς.
- ΛΕΧΑΙΟΝ
ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ φησὶ Λυσίας ὅτι τὸ Λέχαιον ἑάλω Μνασίππου ἄρχοντος. ἔστι δὲ τὸ Λέχαιον ἐπίνειον Κορινθίων.
- ΛΕΩΚΟΡΕΙΟΝ
Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐν θ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ.
- ΛΗΞΙΑΡΧΙΚΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ
Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παῤ ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δ̓ εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ α καθ̓ Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου.
- ΛΗΞΙΣ
τὸ ἔγκλημα, καθ̓ ὃν λόγον φαμὲν καὶ λαχεῖν δίκην· Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐφέσει.
- ΛΗΤΗ
Ὑπερείδης κατὰ Δημάδου. Λητὴ πόλις ἐστὶ τῆς Μακεδονίας, μνημονεύει δὲ αὐτῆς πολλάκις Μαρσύας ὁ νεώτερος ἐν ς Μακεδονικῶν.
- ΛΙΘΟΣ
Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος ‘τῶν τε παρόντων καθ̓ ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες.’ ἐοίκασι δ̓ Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γ ὑποσημαίνουσιν.
- ΛΙΚΝΟΦΟΡΟΣ
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειόν ἐστιν· ὁ τοῦτο οὖν φέρων λικνοφόρος λέγοιτ̓ ἄν.
- ΛΙΠΑΡΑ
Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν ἡ Λιπάρα, ὡς Εὔδοξος ζ περιόδου.
- ΛΟΓΙΣΜΟΣ
ἡ λογιστικὴ τέχνη· Ἰσοκράτης Βουσίριδι.
- ΛΟΓΙΣΤΑΙ
ΛΟΓΙΣΤΑΙ καὶ ΛΟΓΙΣΤΗΡΙΑ· ἀρχή τις παῤ Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ̓ ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν.
- ΛΟΓΟΠΟΙΟΣ
ὁ ὑφ̓ ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκράτης Βουσίριδι καὶ Ἡρόδοτος ἐν τῷ β.
- ΛΟΓΟΥ ΤΥΧΕΙΝ
ἀντὶ τοῦ ἐπαίνου Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
- ΛΟΙΔΙΑΣ
Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὅτι Μακεδονίας ἐστὶ ποταμὸς ἄλλοι τε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης.
- ΛΟΥΤΡΟΦΟΡΟΣ
ΛΟΥΤΡΟΦΟΡΟΣ καὶ ΛΟΥΤΡΟΦΟΡΕΙΝ· ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμον ἡμέραν, ἔπεμπον δ̓ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφόρον ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔν τε τῷ κατὰ Θεοδότου καὶ ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Φιλοστέφανος ἐν τῷ περὶ κρηνῶν φησί. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί.
- ΛΟΥΣΙΕΥΣ
Ὑπερείδης ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. δῆμός ἐστι τῆς Οἰνηΐδος Λουσιὰ, ἀφ̓ ἧς ὁ δημότης Λουσιεὺς, ὡς Διόδωρός φησιν.
- ΛΥΚΕΙΟΝ
Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παῤ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῇ κά Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ̓ ἐν τῇ δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι.
- ΛΥΚΙΟΥΡΓΚΙΣ
Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· ‘κλίνη Μιλησιουργής’ Κριτίας φησὶν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. μήποτ̓ οὖν γραπτέον καὶ παῤ Ἡροδότῳ ἐν τῇ ζ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.
- ΛΥΚΟΥΡΓΟΣ
εἷς τῶν δέκα ῥητόρων, οὗ πάππος Λυκοῦργος ὁ νομοθέτης.
- ΛΥΣΛΝΔΡΟΣ
ὄνομα κύριον, Λακεδαιμονίων ναύαρχος.
- ΛΥΣΙΜΑΧΟΣ
Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἦν δὲ Ἀριστείδου υἱὸς τοῦ δικαίου ἐπικληθέντος. ἕτερος δ̓ ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ.