Λεξικόν των δέκα ρητόρων/Ξ
←Ν | Λεξικὸν τῶν δέκα ῥητόρων Συγγραφέας: Ξ |
Ο→ |
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853. |
- ΞΕΝΙΖΕΙΝ
Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει πολλάκις. ἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι, τάχα δ̓ ἂν εἴη μᾶλλον τὸ ἐν τῇ ξένῃ διατρίβειν.
- ΞΕΝΙΚΟΝ ΕΝ ΚΟΡΙΝΘΩΙ
Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφάνης Πλούτῳ. συνεστήσατο δ̓ αὐτὸ πρῶτον Κόνων, παρέλαβε δ̓ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος.
- ΞΕΝΙΤΕΥΟΜΕΝΟΥΣ
ἀντὶ τοῦ μισθοφοροῦντας, ξένοι δὲ οἱ μισθοφόροι· Ἰσοκράτης Φιλίππῳ κἄν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν. Ἀντιφάνης Εὐθυδίκῳ ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.
- ΞΗΡΑΛΟΙΦΕΙΝ
Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κη Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιη Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν.
- ΞΥΠΕΤΑΙΟΝΕΣ
Ὑπερείδης κατ̓ Ἀρχεστρατίδου. δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ̓ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Διόδωρος.
- ΞΥΣΤΙΣ
Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναικεῖόν τι ἔνδυμά ἐστιν ἡ ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ τὸν ποικίλ̓ ὥσπερ ξυστίδ̓ ἠμφιεσμένον. ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νεφέλαις.