Συγγραφέας:Αρχίας ο Αντιοχεύς

Από Βικιθήκη
(Ανακατεύθυνση από Αρχίας ο Αντιοχεύς)
Συγγραφείς: Αρχίας ο Αντιοχεύς
(120 π.Χ. - 61 π.Χ.)
Δείτε επίσης βιογραφία.



V 58 Αρχίου[Επεξεργασία]

Νήπι' ῎Ερως, πορϑεῖς με, τὸ κρήγυον· εἴς με κένωσον πᾶν σὺ βέλος, λοιπὴν μηκέτ' ἀφεὶς γλυφίδα,
ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων ἄλλον ὀιστεῦσαι μηκέτ' ἔχοις ἀκίδα.

V 59 Αρχίου (του αυτού)[Επεξεργασία]

Φεύγειν δὴ τὸν ῎Ερωτα· κενὸς πόνος· οὐ γὰρ ἀλύξω πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.


V 98 Άδηλον, οἱ δὲ Αρχίου[Επεξεργασία]

᾿Ωμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλϑὲ ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.


VI 16 Αρχίου[Επεξεργασία]

Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι τρίζυγες ἐκ τρισσῆς ϑέντο λινοστασίης·
δίκτυα μὲν Δᾶμις ϑηρῶν, Πίγρης δὲ πετηνῶν λαιμοπέδας, Κλείτωρ δ' εἰναλίφοιτα λίνα·
ὧν τὸν μὲν καὶ ἐσαῦϑις ἐν ἠέρι, τὸν δ' ἔτι ϑείης εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.

VI 39 Αρχίου[Επεξεργασία]

Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ, ϑυγατέρες Ξούϑου καὶ Μελίτης, Σάμιαι·
ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν, ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,
ἁ δὲ πολυσπαϑέων μελεδήμονα κερκίδα πέπλων εὔϑροον, ἁ τριτάτα δ' εἰροχαρῆ τάλαρον,
οἷς ἔσχον χερνῆτα βίον δηναιόν, ᾿Αϑάνα πότνια, ταῦϑ' αἱ σαὶ σοὶ ϑέσαν ἐργάτιδες.

VI 179 Αρχίου[Επεξεργασία]

᾿Αγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ' ἄλλης αὔϑαιμοι τρισσοὶ δῶρα λινοστασίης,
Πίγρης μὲν δειραχϑὲς ἐύβροχον ἅμμα πετηνῶν, Δᾶμις δ' ὑλονόμων δίκτυα τετραπόδων,
ἄρκυν δ' εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι' αἴϑρας καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.

VI 180 Αρχίου (του αυτού)[Επεξεργασία]

Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔϑεσαν·
ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·
οἷς ἅμα χερσαίαισιν, ἅμ' ἠερίῃσιν ἐν ἄγραις, ᾿Αγρεῦ, ἅμ' ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴϑι.

VI 181 Αρχίου (του αυτού)[Επεξεργασία]

Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας ἄλλος ἀπ' ἀλλοίας σοὶ λίνα, Πάν, ἔϑεσαν,
καὶ τὰ μὲν ὀρνίϑων Πίγρης, τὰ δὲ δίκτυα ϑηρῶν Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν·
τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ' ἠερίῃσιν ἐν ἄγραις αἰέν, ὁ δ' ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.

VI 192 Αρχίου[Επεξεργασία]

Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν
καὶ γαμψὸν Χαίτῃσιν ἐφ' ἱππείῃσι πεδηϑὲν ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,
καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καϑ' ὕδωρ φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·
οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ' ἐπιαύει ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.

VI 195 Αρχίου[Επεξεργασία]

Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν ᾿Αϑάνᾳ αὐλὸν ἐριβρεμέταν Μίκκος ᾿Ενυαλίου,
ᾧ ποτε καὶ ϑυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν πρόσϑε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ' εὐνομίης.

VI 207 Αρχίου[Επεξεργασία]

Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·
ξανϑὰ δ' ᾿Αντίκλεια νόϑον κεύϑουσαν ἄημα ῥιπίδα, τὰν μαλερὸν ϑάλπος ἀμυνομέναν·
λεπτὸν δ' ῾Ηράκλεια τόδε προκάλυμμα προσώπου, τευχϑὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·
ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος οὔνομ' ᾿Αριστοτέλεω πατρὸς ἐνεγκαμένα·
ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι, ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.

VII 68 Αρχίου[Επεξεργασία]

῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαϑὺ πορθμεύεις τοῦτ' ᾿Αχέροντος ὕδωρ,
εἰ καί σοι βέβριϑεν ὑπ' εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.
καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.

VII 147 Αρχίου[Επεξεργασία]

Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·
οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν, οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·
ἀλλ' αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα ἱδρυϑεὶς ἔτλης λαίλαπα δυσμενέων.
εἰ δέ σε μὴ τεύχεσσιν ᾿Αχιλλέος ὥπλισεν ῾Ελλὰς ἄξιον ἀντ' ἀρετᾶς ὅπλα ποροῦσα γέρας,
Μοιράων βουλῇσι τάδ' ἄμπλακεν, ὡς ἂν ὑπ' ἐχϑρῶν μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.

VII 165 Αντιπάτρου Σιδωνίου, οἱ δὲ Αρχίου[Επεξεργασία]

Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; – Καλλιτέλευς. –Πάτρας δ' ἐκ τίνος ἐσσί; –Σάμου. –
Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον ἤγετο.” –Πῶς δ' ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –
Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; – Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –
Ζωῆς τέρμαϑ' ἵκοιτο μετ' ἀνδράσι. –Καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.

VII 191 Αρχίου[Επεξεργασία]

῾Α πάρος ἀντίφϑογγον ἀποκλάγξασα νομεῦσι πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχϑυβόλοις,
πολλάκι δὲ κρέξασα πολύϑροον οἷά τις ἀχὼ κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,
νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.

VII 213 Αρχίου[Επεξεργασία]

Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι πεύκας ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος
ἔκρεκες εὐτάρσοιο δι' ἰξύος, ἀχέτα, μολπάν, τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.
νῦν δέ σε μυρμάκεσσιν ὑπ' εἰνοδίοισι δαμέντα ῎Αϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.
εἰ δ' ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων Μαιονίδας γρίφοις ἰχϑυβόλων ἔϑανεν.

VII 214 Αρχίου[Επεξεργασία]

Οὐκέτι παφλάζοντα διαΐσσων βυϑὸν ἅλμης, δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,
οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων ὑγρὸν ἀναῤῥίψεις ἅλμα παρὰ σκαφίσιν·
οὐδὲ σύ γ', ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων νώτοις πορϑμεύσεις Τηϑύος εἰς πέρατα.
ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήϑη κῦμα, πολυψήφους ὦσέ σ' ἐπὶ ψαμάϑους.

IX 27 Παρμενίωνος ή Αρχία[Επεξεργασία]

Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον ᾿Ηχὼ κοὐ λάλον, ἤν τι κλύω, τοῦτ' ἀπαμειβομέναν.
εἰς σὲ γάρ, ὃν σὺ λέγεις, στρέψω λόγον• ἢν δὲ σιωπᾷς, σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;

IX 64 Ασκληπιάδου, οἱ δὲ Αρχίου[Επεξεργασία]

Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι ἔδρακον ἐν κραναοῖς οὔρεσιν, ῾Ησίοδε,
καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,
δῶκαν δὲ κράνας ῾Ελικωνίδος ἔνϑεον ὕδωρ, τὸ πτανοῦ πώλου πρόσϑεν ἔκοψεν ὄνυξ·
οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς καὶ γένος ἀρχαίων ἔγραφες ἡμιϑέων.

IX 343 Αρχίου[Επεξεργασία]

Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχϑεὶς κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης·
καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε ϑώμιγξ, τὸν δὲ μόνον πλεκτῶν αὖϑι μεϑῆκε λίνων.
ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος· ἦ ἄρα πολλὴν καὶ κωφαὶ πτανῶν φροντίδ' ἔχουσι πάγαι.

IX 750 Αρχίου[Επεξεργασία]

Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.

X 7 Αρχίου[Επεξεργασία]

Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον ναῦται Θρηικίου ϑέντο πόρου φύλακα,
πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός, ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.
τοὔνεκεν οὔτ' ἄκνισον, ὅπερ ϑέμις, οὔτ' ἐπιδευῆ εἴαρος ἀϑρήσεις βωμὸν ἐμὸν στεφάνων,
ἀλλ' αἰεὶ ϑυόεντα καὶ ἔμπυρον· οὐδ' ἑκατόμβη τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.

X 8 Αρχίου (του αυτού)[Επεξεργασία]

Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν, αἰϑυίαις οὔποτ' ἐναντίβιος,
φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ' ἀκταῖς ξέσσειαν μογερῶν υἱέες ἰχϑυβόλων.
ἀλλ' ἤν τις γριπεύς με βοηϑόον ἢ καλαμευτὴς φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.
λεύσσω καὶ τὰ ϑέοντα καϑ' ὕδατος· ἦ γὰρ ἀπ' ἔργων δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.

X 9 Αρχίου (του αυτού)[Επεξεργασία]

Τὸν βραχύν, ἰχϑυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,
–δίκτυ' ἄγ' ἁπλώσασϑε–, πολὺν δ' ἁλινηχέα βῶκα καὶ σκάρον, οὐ θρίσσης νόσφιν ἀρυσσάμενοι,
γλαυκὸν ἐνιδρυνθέντα νάπῃ, σημάντορα ϑήρης τίετ' ἀπ' οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.

XV 51 Αρχίου[Επεξεργασία]

Χάλκεος, ἀλλ' ἄϑρησον, ὅσον ϑράσος ἄνυσε κάπρου ὁ πλάστας ἔμπνουν ϑῆρα τυπωσάμενος
χαίτας αὐχενίους πεφρικότα, ϑηκτὸν ὀδόντα βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,
ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι ϑάμβος, εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιϑέων.

XVI 94 Αρχίου[Επεξεργασία]

Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος πτήσσετε. ληινόμοι γειαρόται Νεμέης·
ἦ γὰρ ὑφ' ῾Ηρακλῆος ἀριστάϑλοιο δέδουπεν αὐχένα ϑηροφόνοις ἀγχόμενος παλάμαις.
ποίμνας ἐξελάσασϑε· πάλιν μυκηϑμὸν ἀκούοι ᾿Ηχώ, ἐρημαίης ἐνναέτειρα νάπης.
καὶ σύ, λεοντόχλαινε, πάλιν ϑωρήσσεο ῥινῷ ῞Ηρης πρηΰνων μισονόϑοιο χόλον.

XVI 154 Λουκιανού οι δε Αρχίου[Επεξεργασία]

᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην, ἀντίτυπον φϑογγὴν ἔμπαλιν ᾀδομένην,
παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιϑι.

XVI 179 Αρχίου[Επεξεργασία]

Αὐτὰν ἐκ πόντοιο τιϑηνητῆρος ᾿Απελλῆς τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν
καὶ τοίαν ἐτύπωσε διάβροχον ὕδατος ἀφρῷ ϑλίβουσαν ϑαλεραῖς χερσὶν ἔτι πλόκαμον.

Αρχίου[Επεξεργασία]

῾Ηράκλεια πατρίς, Ζεῦξις δ' ὄνομ'· εἰ δέ τις ἀνδρῶν ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,
δείξας νικάτω ... δοκῶ δ' ἡμᾶς οὐχὶ τὰ δεύτερ' ἔχειν.