Παλατινή Ανθολογία/VII/68 Αρχίου

Από Βικιθήκη
AP VII 68 Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 68 (AP VII 68)


VII 68 Αρχίου[Επεξεργασία]

῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαϑὺ πορθμεύεις τοῦτ' ᾿Αχέροντος ὕδωρ,
εἰ καί σοι βέβριϑεν ὑπ' εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.
ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.
καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον· ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.