Παλατινή Ανθολογία/X/8 Αρχίου

Από Βικιθήκη
Χ 8 Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο Προτρεπτικά επιγράμματα)
Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 8 (AP Χ 8)


X 8 Αρχίου (του αυτού)[Επεξεργασία]

Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω χηλήν, αἰϑυίαις οὔποτ' ἐναντίβιος,
φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ' ἀκταῖς ξέσσειαν μογερῶν υἱέες ἰχϑυβόλων.
ἀλλ' ἤν τις γριπεύς με βοηϑόον ἢ καλαμευτὴς φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.
λεύσσω καὶ τὰ ϑέοντα καϑ' ὕδατος· ἦ γὰρ ἀπ' ἔργων δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.