Παλατινή Ανθολογία/VII/147 Αρχίου

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
AP VII 147 Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας
Συγγραφέας: Αρχίας ο Αντιοχεύς
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 147 (AP VII 147)


VII 147 Αρχίου[Επεξεργασία]

Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·
οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν, οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·
ἀλλ' αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα ἱδρυϑεὶς ἔτλης λαίλαπα δυσμενέων.
εἰ δέ σε μὴ τεύχεσσιν ᾿Αχιλλέος ὥπλισεν ῾Ελλὰς ἄξιον ἀντ' ἀρετᾶς ὅπλα ποροῦσα γέρας,
Μοιράων βουλῇσι τάδ' ἄμπλακεν, ὡς ἂν ὑπ' ἐχϑρῶν μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.