Παλατινή Ανθολογία/VII/147 Αρχίου
Εμφάνιση
←Βιβλίο 7o, 146 | AP VII 147 Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 148→ |
Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 147 (AP VII 147) |
VII 147 Αρχίου
[Επεξεργασία]- Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·
- οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν, οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·
- ἀλλ' αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα ἱδρυϑεὶς ἔτλης λαίλαπα δυσμενέων.
- εἰ δέ σε μὴ τεύχεσσιν ᾿Αχιλλέος ὥπλισεν ῾Ελλὰς ἄξιον ἀντ' ἀρετᾶς ὅπλα ποροῦσα γέρας,
- Μοιράων βουλῇσι τάδ' ἄμπλακεν, ὡς ἂν ὑπ' ἐχϑρῶν μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.