Παλατινή Ανθολογία/VI/39 Αρχίου

Από Βικιθήκη
AP VI 39 Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 6ο επίγραμμα 39 (AP VI 39)


VI 39 Αρχίου[Επεξεργασία]

Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ, ϑυγατέρες Ξούϑου καὶ Μελίτης, Σάμιαι·
ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν, ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,
ἁ δὲ πολυσπαϑέων μελεδήμονα κερκίδα πέπλων εὔϑροον, ἁ τριτάτα δ' εἰροχαρῆ τάλαρον,
οἷς ἔσχον χερνῆτα βίον δηναιόν, ᾿Αϑάνα πότνια, ταῦϑ' αἱ σαὶ σοὶ ϑέσαν ἐργάτιδες.