Μετάβαση στο περιεχόμενο

Χριστιανική Τοπογραφία/Πίναξ

Από Βικιθήκη
Χριστιανικὴ Τοπογραφία
Πίναξ


ΠΙΝΑΞ ΣΥΝ ΘΕΩΙ ΤΑΥΤΗΣ ΤΗΣ ΔΕΛΤΟΥ


Χριστιανοῦ λόγος αʹ
Πρὸς τοὺς χριστιανίζειν μὲν ἐθέλοντας, κατὰ τοὺς ἔξωθεν δὲ σφαιροειδῆ τὸν οὐρανὸν νομίζοντας εἶναι καὶ δοξάζοντας.


Λόγος βʹ
Ὑποθέσεις χριστιανικαὶ περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ἔχουσαι.


Λόγος γʹ
Ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφὴ καὶ συμφώνως αὐτὴ ἑαυτῆι καθ᾽ ἑαυτὴν διηγουμένη, Παλαιά τε καὶ Καινὴ Διαθήκη, σημαίνουσα καὶ τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου.


Λόγος δʹ
Ἀνακεφαλαίωσις σύντομος καὶ διαγραφὴ σχημάτων τοῦ κόσμου κατὰ τὴν θείαν Γραφήν, καὶ τῆς σφαίρας ἀνατροπή.


Λόγος εʹ
Ἐν ὧι ἐστι τῆς σκηνῆς ἡ διαγραφή, καὶ τῶν προφητῶν καὶ ἀποστόλων ἡ συμφωνία. Ἔστι τοίνυν αὕτη ἡ βίβλος ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ παρ᾽ ἡμῶν ὠνομασμένη.


Λόγος ςʹ συνημμένος.
Περὶ μεγέθους ἡλίου.


Λόγος ζʹ
Πρὸς Ἀναστάσιον ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί.


Λόγος ηʹ
Εἰς τὴν ὠιδὴν Ἐζεκίου, καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου.


Λόγος θʹ
Καταγραφὴ δρόμου ἄστρων.


Λόγος ιʹ
Χρήσεις πατέρων συνάιδουσαι τῶι ὅλωι συγγράμματι.


Ἔτι ἔξωθεν τῆς βίβλου· Λόγος ιαʹ
Καταγραφὴ ζώιων ἰνδικῶν καὶ περὶ αὐτῶν διήγησις· ἔτι καὶ περὶ δένδρων καὶ τῆς Ταπροβάνης.


Ἔτι ἕτερος λόγος ιβʹ
Σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων συγγραφέων μαρτυροῦσι τῆι ἀρχαιότητι τῶν θείων Γραφῶν τῶν διὰ Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι ὕστερον πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ γράμματα καὶ περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες τὴν ἀπιστίαν.