Χριστιανική Τοπογραφία/Βιβλίο ζ΄

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Χριστιανικὴ Τοπογραφία
Λόγος ζʹ


Χριστιανοῦ περὶ διαμονῆς οὐρανῶν

ζ.1 Τὸν περὶ οὐρανοῦ λόγον αἰτήσαντί σοι συγγραφῆναι παρ᾽ ἡμῶν, ὦ φιλοπονικώτατε ἀνδρῶν Ἀναστάσιε, οὐκ ἀπειθήσω. Σαφηνιῶ δὲ πότερον ἀκατάλυτον αὐτόν φησιν ἡ θεία Γραφὴ ἢ καταλυόμενον. Ἔφησθα γὰρ ὥς τις τῶν χριστιανίζειν αὐχούντων βουλόμενος καθ᾽ Ἑλλήνων εἰπεῖν ἔλαθεν ἑαυτὸν συνηγορῶν αὐτοῖς, σφαῖραν μὲν σὺν αὐτοῖς δοξάζων ἀεὶ περιστρεφομένην τὸν οὐρανόν, καταλυόμενον δὲ τοῦτον ἐν τῶι αὐτοῦ συγγράμματι κηρύττων. Οὐκ οἶδ᾽ ὅπως κινούμενος ἐξεῖπε καὶ θαυμάζειν ἐμοὶ ἔπεισι τὴν οὕτω πολυμαθῆ τοῦ ἀνδρὸς σοφίαν, οὕτω τυφλώττουσαν ὑπὸ τῆς ἄγαν φιλοτιμίας. Εἰ γὰρ ὡς χριστιανὸς ἀνατρέπειν ἠβούλετο τὴν δόξαν τὴν ἑλληνικήν, τάς γε περὶ τούτου πρῶτον ἀρχὰς ἐχρῆν ἐκ βάθρων ἀνελεῖν, τὴν σφαῖραν καὶ τὴν ταύτης περιφοράν, ὅπερ ἡμεῖς βουλήσει Θεοῦ ἐν ἑτέρωι συγγράμματι αἰτηθέντες πεποιήκαμεν.

ζ.2 Εἰ δὲ αὐτὸν τὸν θεμέλιον καὶ τὰς ἀρχὰς αὐτῶν, ἐξ ὧν αἱ ἀποδείξεις τοῦ ἀϊδίου προΐασιν, ἐδέξατο, τί μάτην ὁ σοφὸς ἀδολεσχεῖ, οὐκ ἐπὶ πέτρας, ἀλλ᾽ ἐπὶ ψάμμου τοὺς ἑαυτοῦ κτίζων ὕθλους; Οὐδεὶς γὰρ τῶν εὐφρονούντων τὸ ἀεικίνητον φθαρτὸν καὶ καταλυόμενον, οὐδὲ τὸ φθαρτὸν καὶ καταλυόμενον ἀεικίνητον ἂν εἴποι· ἀλλὰ τὸ μὲν ἀεικίνητον ὡς ἀεικίνητον ἄφθαρτόν ἐστι, τὸ δὲ μὴ ἀεὶ κινούμενον καὶ καταλυόμενον πάντως φθαρτόν ἐστιν, ἐπείπερ καὶ τῆς κινήσεως παύεται, διὸ οὐκ ἀεικίνητον. Πῶς οὖν ὁ λογιώτατος ἀεικίνητον δεξάμενος τὸν οὐρανόν, οὐχ οὕτως τῆι θείαι Γραφῆι δοκοῦν, καταλυόμενον αὐτὸν ὁρίζεται; Τίνα γὰρ τῶν ἀρχαίων, ἢ τῶν νεωτέρων, τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν φιλοσόφοις, τῶν καὶ δοξαζόντων σφαῖραν εἶναι τὸν οὐρανόν, εὗρεν εἰρηκότα τοῦτον καταλυόμενον; Μᾶλλον γὰρ ἅπαντες συλλογιστικῶς προερχόμενοι ἀκατάλυτον αὐτὸν ἔφασαν εἶναι.

ζ.3 Οὑτοσὶ δὲ καινὰς ἀναπλάττων ἀτοπίας, οὔτε τῆι τῶν ἔξωθεν ἀκολουθήσας διδασκαλίαι, οὔτε τῆι τῶν ἔσωθεν πνευματικῆι παραδόσει προσθέμενος, ἀγνοήσας δὲ τῶν τε ἔξωθεν τὴν ποικιλίαν τῶν δογμάτων καὶ τῶν ἔσωθεν τὸ ἄπλαστον καὶ καθαρὸν τῆς Ἐκκλησίας μάθημα, τὰ νεώτερα διδάσκειν ἀβασανίστως ἐπεχείρησε μὴ λογισάμενος τῶν ἰδίων λόγων τὴν ἐναντιότητα καὶ τὰ ἐκ τούτων ἀνακύπτοντα ζητήματα, ἀλλ᾽ οἷάπερ ἀτριβὴς ὁδοιπόρος τῆς λεωφόρου πλανηθεὶς καὶ ταύτης ἐκτὸς γεγονὼς τῆι τῶν κρημνῶν καὶ τῶν ἀκανθῶν ὀδύνηι περιπείρεται, οὕτω καὶ ὁ βέλτιστος τῆι τῶν ἐναντίων φορᾶι τιτρωσκόμενος εὐχερῶς καταβάλλεται.

ζ.4 Διό, φιλόχριστε, ἀρκετὸν μὲν ὠιήθην ἀναγινώσκοντά σε τὸ ἡμέτερον πονημάτιονοὕτω γὰρ δεῖ σμικρολογεῖν τὰ ἡμέτερα, τὴν Χριστιανικὴν λέγω Τοπογραφίαν παντὸς τοῦ κόσμου, κατιδεῖν πῶς ἐν μὲν τῶι πρώτωι λόγωι ἐλέγχοις ἐχρησάμεθα φυσικωτέροις πρὸς τοὺς δοκοῦντας μὲν χριστιανίζειν, σφαιροειδῆ δὲ τὸν οὐρανὸν δοξάζοντας· ἐν δὲ τῶι δευτέρωι τὰς χριστιανικὰς ὑποθέσεις περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου, ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ποιησάμενοι· ἐν δὲ τῶι τρίτωι, ὅτι βεβαία καὶ ἀξιόπιστός ἐστιν ἡ θεία Γραφή, καὶ τί τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου· ἐν δὲ τῶι τετάρτωι ἀνακεφαλαίωσιν σύντομον καὶ διαγραφὴν σχημάτων τοῦ παντὸς κόσμου, καὶ τῆς σφαίρας τὴν ἀνατροπήν· ἐν δὲ τῶι πέμπτωι τὴν διαγραφὴν τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, καὶ τῶν προφητῶν καὶ ἀποστόλων τὴν συμφωνίαν· ἐν δὲ τῶι ἕκτωι περὶ μεγέθους ἡλίου, καὶ οὕτως συμπεράναντες τὸ πονημάτιον.

ζ.5 Ὅμως δὲ πάλιν διὰ τὸν σὸν πόθον καὶ τὴν σὴν αἴτησιν μὴ δυνάμενος παρακούειν τῆς σῆς, ὡς εἴρηται, θεοφιλίας, ὡς ἐκέλευσας, καθὼς ἂν οἷός τε ὦ, διὰ συντόμων ποιήσομαι ἐκ τῆς θείας Γραφῆς τὸν ἔλεγχον μὲν τῶν ἀναιρούντων τοὺς οὐρανούς, σύστασιν δὲ τῆς αὐτῶν διαμονῆς, τῆς θείας χάριτος ἡμῖν συνεργούσης καὶ τῶν σῶν προσευχῶν, προλέγοντες πρῶτον ποίοις ἰδιώμασι κέχρηται περὶ οὐρανοῦ ἡ θεία Γραφή, ἔπειτα καὶ ὅτι ἀκαταλύτους αὐτοὺς διὰ παντὸς ὁρίζεται.

ζ.6 Τῆς Παλαιᾶς τοίνυν Διαθήκης τοῖς Ἑβραίοις γραφείσης ἀνάγκη τῆι ἑβραίαι γλώττηι καὶ γράμμασιν αὐτὴν γεγράφθαι. Ἡ γλῶττα οὖν ἡ ἑβραία τὸν οὐρανὸν καὶ τοὺς οὐρανοὺς μιᾶι ἐκφωνήσει ὁμοίως ἐκφωνεῖ, ὥστε καὶ ἀδιαφορεῖν περὶ τούτου, εὑρίσκεσθαι δὲ τὸ ἑνικὸν ἐπιφερόμενον πληθυντικῶι καὶ τὸ πληθυντικὸν ἑνικῶι, ὡς ὅταν λέγηι· «Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν», ἀντὶ τοῦ εἰπεῖν «ὁ οὐρανὸς τοῦ οὐρανοῦ»· ἐπιφέρει γάρ· «Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν», ἵνα εἴπηι «τοῦ οὐρανοῦ τούτου τοῦ ὁρωμένου», τουτέστι τοῦ στερεώματος· ἐπάνω γὰρ μόνου τοῦ στερεώματός εἰσι τὰ ὕδατα κατὰ τὸν ἱεροφάντην Μωϋσέα.

ζ.7 Ὁμοίως λέγει· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», πληθυντικῶς μὲν ἀρξάμενος, ἑνικῶς δὲ καταλήξας, ἵνα δι᾽ ἑκατέρου τὸ αὐτὸ σημάνηι, ὅτι αὐτὴ ἡ πρόσοψις τοῦ οὐρανοῦ, τουτέστι τούτου τοῦ ὁρωμένου στερεώματος, καὶ τὴν δόξαν καὶ τὴν δημιουργίαν τοῦ Θεοῦ ἐξαγγέλλει διὰ τῆς ἐνούσης αὐτῶι τάξεως καὶ μεγαλοπρεπείας· ὁμοίως πάλιν· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῶι Κυρίωι, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων», «οὐρανὸν οὐρανοῦ» καλέσας τὸν πρῶτον καὶ ἀνώτερον οὐρανόν, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου οὐρανοῦ ὑπεράνω αὐτοῦ κείμενος, ὥσπερ ἡμῶν οὐρανός ἐστιν οὗτος ὁ ὁρώμενος ὑπεράνω ἡμῶν κείμενος.

ζ.8 Ὁμοίως πάλιν ὁ μέγας Μωϋσῆς φησιν· «Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ», ὡσανεὶ οὗτος ὁ ὁρώμενος ἡμῖν οὐρανὸς καὶ ὁ οὐρανὸς αὐτοῦ, τουτέστιν ὁ ὑπεράνω αὐτοῦ. Κέχρηται δὲ καὶ ὁ Παῦλος τούτωι τῶι ἰδιώματι βοῶν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα»· ἀρξάμενος μὲν δυϊκῶς, ἑνικῶς δὲ καταλήξας, ἀντὶ τοῦ εἰπεῖν «ἐξ ὧν», «ἐξ οὗ» εἴρηκε. Δύο γὰρ οὐρανῶν γενομένων παρὰ τοῦ Θεοῦ, ὡς διηγεῖται ὁ μακαρίτης Μωϋσῆς, καὶ συνδουμένων ἀλλήλοις, ποτὲ μὲν πληθυντικῶς ἡ θεία Γραφὴ περὶ αὐτῶν ποιεῖ τὸν λόγον, ποτὲ δὲ ἑνικῶς, καθὰ εἴρηται, διὰ τὸ ἰδίωμα τῆς γλώττης· καὶ ὅτι κατά τι συνάπτονται ἀλλήλοις συνδούμενοι, καὶ ὡς εἷς ἀποτελοῦνται, λέλεκται.

ζ.9 Μὴ οὖν πλάνην ὑπομείνηις ἀκούων τοῦ μακαρίου Παύλου ἡρπάχθαι «ἕως τρίτου οὐρανοῦ»· οὐκ εἰσὶ γὰρ τρεῖς οὐρανοί, οὔτε πλείους, οὔτε τοῦτο βούλεται λέγειν, οὔτε ἐναντιοῦται τῶι Μωϋσῆι, ἀλλ᾽ ὅτι ἡρπάχθαι λέγει ἀπὸ τῆς γῆς ὅλον τὸ διάστημα τοῦ ὕψους τοῦ οὐρανοῦ παρὰ τὸ τρίτον αὐτοῦ, ἵνα εἴπηι· Τοσοῦτον ἐπήρθην ἀπὸ τῆς γῆς, ὡς περιλείπεσθαί μοι τὸ τρίτον τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ.

ζ.10 Τούτων οὖν οὕτως ἐχόντων καιρὸς νῦν ἡμᾶς εἰπεῖν ὡς ἀδιάλυτον αὐτόν, ἤτοι αὐτούς, κηρύττει πᾶσα ἡ θεία Γραφή. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος οὕτως· «Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῆι, οἰκοδομὴν ἔχομεν ἐκ Θεοῦ, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς», ἵνα δηλώσηι τὴν ἐνταῦθα μὲν ἐπίγειον κατάστασιν καταλυομένην, τὴν δὲ μέλλουσαν, ἥτις καὶ οὐράνιός ἐστιν, ἀκατάλυτον καὶ αἰώνιον· καὶ πάλιν· «Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾶι τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», ἵνα εἴπηι τὸν Δεσπότην Χριστὸν ἀναληφθέντα ἐν τοῖς οὐρανοῖς, ἐν τῆι σκηνῆι τῆι ἀληθινῆι, τουτέστι τῆι ἀεὶ μονίμηι καὶ ἀκαταλύτωι. Τῶι γὰρ εἰπεῖν «ἀληθινὴν» ἐσήμανεν ὡς ἀκατάλυτός ἐστιν, ἐπειδήπερ ἡ διὰ Μωϋσέως κατασκευασθεῖσα κατελύθη· ταύτην ὡς ἀκατάλυτον κατὰ ἀντιδιαστολὴν ἐκείνης «ἀληθινὴν» ἐξεῖπεν, ὡσανεὶ μονίμην καὶ βεβαίαν καὶ ἀκατάλυτον.

ζ.11 Καὶ πάλιν λέγει· «Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὔτε δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδήπερ ὁ Θεὸς τῶι Μωϋσῆι προσέταξε ποιῆσαι τὴν σκηνὴν κατὰ μίμησιν παντὸς τοῦ κόσμου, ἐποίησέ τε αὐτὴν διελὼν καταμεσόθεν τῶι καταπετάσματι καὶ ποιήσας τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ ἐσωτέραν, ὥσπερ τοῦτον τὸν χῶρον καὶ τὸν τούτου ἀνώτερον αἰνιττόμενος· καὶ εἰς μὲν τὴν πρώτην διὰ παντὸς οἱ ἱερεῖς τὰς λατρείας ἐπετέλουν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον μόνος ὁ ἀρχιερεὺς δι᾽ αἵματος τράγων καὶ μόσχων εἰσήιει, εἰς τὴν ἐσωτέραν σκηνὴν ἐξιλεούμενος καὶ τὴν ἄφεσιν τῶι λαῶι ποιούμενος.

ζ.12 Τούτου ἕνεκά φησιν ὁ Παῦλος ὅτι ὁ Χριστὸς παραγενόμενος, ἀρχιερεὺς ὢν τῶν οὐρανῶν, ὥσπερ ὁ ἀρχιερεὺς ὁ ἐπίγειος εἰσήιει εἰς τὴν ἐσωτέραν σκηνὴν ἐν αἵματι ἀλλοτρίωι, οὕτως καὶ αὐτὸς εἰς τὸν ἀνώτερον χῶρον εἰσελήλυθεν ἐν αἵματι ἰδίωι, καὶ ὥσπερ ἡ ἐνταῦθα σκηνὴ μικρὰ καὶ χειροποίητος καὶ ὡς τύπος ἀτελὴς καὶ καταλυομένη, οὕτω καὶ ὁ οὐρανὸς μέγας καὶ ἀχειροποίητος καὶ βέβαιος καὶ ἀληθινὸς καὶ αἰώνιος καὶ ἀκατάλυτος, ἔνθα γίνεται ἡ αἰωνία λύτρωσις. Αἰωνίου γὰρ ὄντος τοῦ ἀρχιερέως ἐξ ἀνάγκης καὶ ἡ σωτηρία καὶ ἡ σκηνὴ αἰώνιοι τυγχάνουσι, καθὰ πάλιν γέγραπται· «Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς διὰ τὸ θανάτωι κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώιζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῶι Θεῶι, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.»

ζ.13 Τὸ «ὑψηλότερος τῶν οὐρανῶν» κατὰ τὸ ἰδίωμα τῆς γλώττης «τοῦ οὐρανοῦ» λέγει· φανερώτερον δὲ τὸ «ἀπαράβατον» καὶ τὸ «μένειν εἰς τὸν αἰῶνα» καὶ τὸ «πάντοτε» δηλοῖ τὸ ἀκατάλυτον τοῦ πράγματος· εἰ γὰρ ὁ ἱερεὺς ἀπαράβατός ἐστι, πάντως καὶ ἡ σκηνὴ ἔνθα ἱερουργεῖ ἀπαράβατός ἐστι, τουτέστιν ἀδιάδοχος. Καὶ ἑτέρωθι πάλιν· «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες», ἵνα εἴπηι μονίμην καὶ ἀμετακίνητον καὶ ἀκατάλυτον καὶ διαδοχὴν μὴ ἔχουσαν, καὶ πάλιν· «Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν», «κατάπαυσιν» αὐτὴν εἰρηκώς, ὡς ἀδιάδοχον καὶ μὴ μετανάστας πάλιν γινομένους, ἀλλ᾽ ἀεὶ ἐν αὐτῶι τῶι οὐρανῶι καταπαύοντας.

ζ.14 Καὶ πάλιν· «Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατοῦμεν τῆς ὁμολογίας»· τὸ «διεληλυθότα τοὺς οὐρανούς», ἵνα εἴπηι τὸν οὐρανὸν κατὰ τὸ ἰδίωμα τῆς γλώττης, καὶ ἔσωθεν ὄντα τῶν δύο οὐρανῶν, ὡς ἐν σκηνῆι ἀχειροποιήτωι· καὶ πάλιν· «Ἔχοντες οὖν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῶι αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν», «τὴν εἴσοδον τῶν ἁγίων τὴν ἐν τῶι αἵματι τοῦ Ἰησοῦ» γενομένην λέγει τὴν εἴσοδον αὐτοῦ τὴν εἰς τοὺς οὐρανούς, ἣν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐποιήσατο ἀναληφθεὶς εἰς τὸν οὐρανόν, ἣν καὶ «ἐγκαινισθεῖσαν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν» προσεῖπεν, ὡς πρῶτος πάντων αὐτὸς καινοπρεπῶς καὶ προσφάτως αὐτὴν τὴν ὁδὸν ἐβάδισε, ζῶσαν οὖσαν καὶ ἁγίαν, καὶ ἡμῖν καταλιμπάνων τινὰ ὑπογραμμόν.

ζ.15 Καὶ πάλιν· «Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾶι τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μίαι γὰρ προσφορᾶι τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους»· εἰ, καθὰ ἔφη, εἰς τὸ διηνεκὲς καθέζεται ἐν δεξιᾶι τοῦ Θεοῦ μετὰ τὸ πάθος καὶ τὴν θυσίαν καὶ εἰς τὸ διηνεκὲς ἁγιάζει τοὺς προσερχομένους, πῶς οἷόν τέ ἐστι καταλύεσθαι ἔνθα αὐτὸς εἰς τὸ διηνεκὲς καθέζεται καὶ οἱ προσερχόμενοι ἁγιάζονται;

ζ.16 Καὶ πάλιν· «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησε»· καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. «Μαρτυρεῖται γὰρ ὅτι ‹σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ›»· ἰδοὺ φανερώτατα ἱερέα αἰώνιον γεγονέναι λέγει τὸν Χριστὸν διὰ δυνάμεως καὶ ζωῆς ἀκαταλύτου. Πῶς οὖν ἐνδέχεται τὸν μὲν ἱερέα ἀκατάλυτον εἶναι, τὴν δὲ σκηνήν, ἧς καὶ λειτουργός ἐστι, καταλυομένην; Φησὶ γάρ· «Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», διαρρήδην καὶ αὐτὴν ἀληθινὴν καὶ ἀκατάλυτον ἐξειπών.

ζ.17 Καὶ πάλιν· «Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος· ἐν ὧι περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκωι, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα»· καὶ πάλιν· «Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν.» Ὅρα πάλιν, θαυμάσιε, ὅτι ἐκείνην τὴν εἴσοδον τὴν ἔσωθεν τοῦ καταπετάσματος εἰσερχομένην, τουτέστι τοῦ στερεώματος, ὅπου καὶ Ἰησοῦς εἰσελήλυθε καὶ ἡμεῖς μέλλομεν εἰσιέναι, ἀμετάθετον καὶ ἰσχυρὰν καὶ ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν καὶ διηνεκῆ καὶ δίκην ἀγκύρας περικρατοῦσαν ἡμᾶς λέγει.

ζ.18 Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ὡσανεί· Ἐκείνην ζητοῦμεν, τὴν ἀεὶ μονίμην καὶ αἰώνιον, τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ πάντων τῶν πιστῶν· ἡ γὰρ ἐνταῦθα, φησί, καταλύεται κατὰ τὸ εἰρημένον· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου»· καὶ πάλιν λέγει· «Τὰ ἄνω φρονεῖτε, οὗ ἐστιν ὁ Χριστὸς ἐν δεξιᾶι τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Τὰ ἄνω, εἶπον ὑμῖνφησίν, ἔνθα νῦν ἐστιν ὁ Χριστὸς καθήμενος, τὰ ἐκείνου ζητεῖτε, μὴ τὰ ἐνταῦθα.

ζ.19 Ὅτι δὲ καὶ ἡτοιμασμένην ἀπεντεῦθεν καλεῖ αὐτὴν ἐξόν σοι ἀκοῦσαι πάλιν τοῦ Παύλου λέγοντος· «Διὸ οὐκ ἐπαισχύνεται ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν», καὶ πάλιν αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν»· καὶ πότε ἡτοιμάσθη; φησίν· «Ἀπὸ καταβολῆς κόσμου», ἵνα εἴπηι· Ἔκτοτε ἐν τῆι ἀρχῆι τῆς κτίσεως, ἅμα τῶι δημιουργεῖσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ παραχθέντα σὺν αὐτοῖς, ἡτοιμάσθη ὁ τόπος τῆς βασιλείας τῶν οὐρανῶν, τοῦ Θεοῦ προβλεψαμένου κρεῖττόν τι περὶ ἡμῶν.

ζ.20 Ἔτι γὰρ πάλιν λέγει ἐν τῶι κατὰ Ἰωάννην Εὐαγγελίωι· «Ἐν τῆι οἰκίαι τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι ὑμῖν τόπον»· «τὴν οἰκίαν τοῦ Πατρός μου» λέγει τὸ κατοικητήριον, τὸ ἐν τοῖς οὐρανοῖς· ἐν τούτωι οὖν, φησίν, ἐστὶν ὑμῶν τὸ κατοικητήριον τὸ ἡτοιμασμένον ὑμῖν παρὰ τοῦ Πατρός. Εἶτα πάλιν λέγει· «Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ὑπάγω, οἴδατε τὴν ὁδόν.»

ζ.21 Καὶ πάλιν πρὸς τὴν μητέρα Ἰακώβου καὶ Ἰωάννου αἰτησαμένην ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῆι βασιλείαι ἀπεκρίνατο λέγων· «Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου.» Οἱ ἄξιοι τοίνυν τούτων τυγχάνουσι καὶ πρὸ τοῦ ἐμὲ χαρίσασθαι, εἴτε τοῖς σοῖς υἱοῖς, εἴτε καὶ ἑτέροις ἀξίοις οὖσιν. Ἀλλὰ καὶ τὸ «ὅπου εἰμὶ ἐγώ, ἵνα καὶ ὑμεῖς ἦτε» θαυμασίως παρίστησιν ἀκατάλυτον εἶναι τὸν τόπον ἐκεῖνον καὶ ἀπεντεῦθεν ἡτοιμασμένον, καὶ οὐ κατὰ τοὺς σοφοὺς ἕτερον εἶναι τὸν τόπον ἀντεισαγόμενον, ἐν ὧι μέλλομεν ἀνιστάμενοι οἰκεῖν, τούτου τοῦ ἐν τοῖς οὐρανοῖς καταλυομένου. Καὶ συντόμως εἰπεῖν, ἀναρίθμητοί εἰσι σχεδὸν αἱ χρήσεις ἐν τῆι θείαι Γραφῆι, ὅσαι δηλοῦσιν ὡς ἀκατάλυτός ἐστιν ὁ οὐρανός, ἐν ὧι εἰσελήλυθεν ὁ Χριστὸς καὶ ἡμεῖς μέλλομεν εἰσιέναι.

ζ.22 Καὶ ταῦτα μὲν ὁ Κύριος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐκήρυξεν, ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τοὺς ἐκ τῶν Ἑβραίων πεπιστευκότας ἐπὶ Χριστὸν γεγράφηκεν ἀντιδιαστέλλων αὐτοῖς ἁρμοδίως τὰ τῆς σκηνῆς πάντα, τά τε τῆς ἐξωτέρας πρὸς τοῦτον τὸν χῶρον, τά τε τῆς ἐσωτέρας πρὸς τὸν ἀνώτερον καὶ οὐράνιον χῶρον.

ζ.23 Πρὸς δὲ τοὺς ἐκ τῶν Ἑλλήνων πιστεύσαντας, λέγω δὴ Κορινθίους, ἀνθρώπους φιλολόγους ὄντας καὶ φιλοσόφους, πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἔτι δὲ ἀμφιβάλλοντας περὶ τῆς κοινῆς ἀναστάσεως τῶν ἀνθρώπων, πάλιν τοῖς αὐτοῖς ἐνθυμήμασιν ἐχρήσατο καί φησιν· «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν», ὡσανεί· Ἀνωφελὴς ὑμῖν ἐστιν ἡ εἰς Χριστὸν πίστις, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ᾽ ὑμῶν.

ζ.24 Εἰ γὰρ περὶ ἑνὸς ἐπιστεύσατε ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, πῶς οὐ πιστευτέον ὅτι δυνατὸν καὶ πάντας τοὺς λοιποὺς ἐγείρεσθαι; Ὁ γὰρ δυνάμενος ἕνα ἐγεῖραι καὶ πάντας δύναται ἐγεῖραι. Εἶτα ἐπιφέρει· «Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται»· καὶ ἡμεῖς δέ, φησίν, οἱ μαρτυρήσαντες ὑμῖν ὅτι ὁ Θεὸς ἤγειρε τὸν Χριστόν, ψευδεῖς καὶ πλάνοι εὑρεθησόμεθα.

ζ.25 Καὶ πάλιν δεύτερόν φησιν· «Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν», ἐκ τοῦ παρ᾽ αὐτῶν ὡμολογημένου καὶ πιστευθέντος αὐτοὺς ἐλέγχων καὶ λέγων· Εἰ γὰρ ἐκεῖνος, φησί, περὶ οὗ ἐπιστεύσατε, νεκρὸς ὑπάρχων ἀνέστη, πῶς ἀπιστεῖτε καὶ περὶ τῆς τῶν λοιπῶν νεκρῶν ἀναστάσεως, ὡς φαίνεσθαι ὑμᾶς μᾶλλον μάτην πεπιστευκότας καὶ περὶ τοῦ ἑνός; Ὁ γὰρ δυνάμενος ἕνα νεκρὸν ἐγεῖραι καὶ πάντας τοὺς λοιποὺς νεκροὺς δυνατὸς ἀναστῆσαι, ὥστε ἀπιστοῦντες τῆι τῶν νεκρῶν ἀνθρώπων ἀναστάσει εἰς τὴν προτέραν ὑμῶν δεισιδαιμονίαν πάλιν ὑποστρέψαντες ἐξωλισθήσατε· τοῦτο γὰρ λέγει «ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν».

ζ.26 Εἶτα μετ᾽ ὀλίγα καὶ τὴν αἰτίαν ἐπιφέρει λέγων· «Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν», καὶ δηλῶν ὅστις ἐστὶν ὁ πρῶτος ἄνθρωπος, δι᾽ οὗ θάνατος παρεισήχθη, καὶ ὁ δεύτερος ἄνθρωπος, δι᾽ οὗ ἡ ἀνάστασις ἀνεδείχθη, ἐπάγει· «Ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκουσιν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθήσονται.»

ζ.27 Εἶτα πάλιν μετ᾽ ὀλίγα λέγει· «Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; Τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;» ἵνα εἴπηι· Ἐπειδὴ βαπτιζόμεθα μυστικώτερον ὑπὲρ τῶν ἡμετέρων νεκρῶν σωμάτων, καταδύνοντες ἐν τῶι ἁγίωι ὕδατι καὶ ἀναδύνοντες, ἀπεντεῦθεν μιμούμενοι θάνατον καὶ ἀνάστασιν ἐλπίδι καὶ ἐπαγγελίαι τῆς ἐκ νεκρῶν ἀναστάσεως, τί μάτην, φησί, ταῦτα ποιοῦμεν μὴ στοιχοῦντες οἷς ποιοῦμεν; «Τί δὲ καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν» ταῦτα κηρύττοντες τοσούτωι πλήθει καὶ προλήψει κοσμικῆι μαχόμενοι;

ζ.28 Λοιπὸν πειρᾶται πάλιν μετ᾽ ὀλίγα ἐξ ἀντιθέσεως φυσικώτερον διὰ παραδείγματος πείθειν καί φησιν· «Ἀλλ᾽ ἐρεῖ τις, πῶς ἐγείρονται οἱ νεκροί; Ποίωι δὲ σώματι ἔρχον ται;» Ἀποκρίνεται δῆθεν καὶ λέγει· «Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ πρῶτον ἀποθάνηι· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γεννησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῶι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστωι τῶν σπερμάτων ἴδιον σῶμα», τοῦτο λέγων· Ἀναλογίσασθε, ὦ ἄνθρωποι, ὅτι γυμνὸς κόκκος σπειρόμενος ἐν τῆι γῆι πρῶτον μὲν διαλύεται· τοῦτο γὰρ λέγει «ἐὰν μὴ πρῶτον ἀποθάνηι».

ζ.29 Ἔπειτα ἀναδιδόμενος τῆι τοῦ Θεοῦ δυνάμει τε καὶ προνοίαι μετὰ πολλῆς δωρεᾶς τε καὶ τέχνης καὶ ὡραιότητος ἀναφαίνεται, ἀντὶ ἑνὸς κόκκου πολλοστός, ἀντὶ γυμνοῦ ἐνδεδυμένος καὶ θήκας ἔχων, ἀντὶ εὐαλώτου καὶ εὐεπηρεάστου ἐστηριγμένος καὶ βεβοηθημένος, ἔχων ἀνθέρικας, ἵν᾽ ἀβλαβὴς διαμείνηι ἀπὸ τῶν ἀδικῆσαι δυναμένων. Αὐτὸ οὖν τοῦτο τὸ φθαρὲν καὶ μεταβληθὲν εἰς γῆν σῶμα, καὶ πάλιν ἐν ἀριθμῶι πλείονι καὶ θαυμαστῶι κάλλει φυόμενον ἐκ τῆς γῆς, ἔργον σοφὸν καὶ κάλλιστον καὶ ἔντεχνον τῆς προνοίας τοῦ τὰ πάντα δημιουργήσαντος Θεοῦ.

ζ.30 Λογίσασθε ὅτι «ὁ Θεὸς αὐτῶι δίδωσι σῶμα καθὼς βούλεται, καὶ ἑκάστωι δὲ τῶν σπερμάτων ἀναλογοῦν ἴδιον σῶμα δίδωσιν», ἵνα εἴπηι· Οὐκ ἀλλότριον, οὐδὲ ξένον, ἀλλ᾽ ὅμοιον σῶμα πληθῦνον ἑκάστωι καὶ ἀναλογοῦν δίδωσιν. Εἶτα πάλιν, μετὰ τὸ συγκρῖναι σάρκας διαφόρους καὶ σώματα ἐπίγεια καὶ ἐπουράνια, καὶ πολλὴν δείξας αὐτῶν τὴν διαφορὰν ἐπάγει· «Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾶι, ἐγείρεται ἐν ἀφθαρσίαι· σπείρεται ἐν ἀτιμίαι, ἐγείρεται ἐν δόξηι· σπείρεται ἐν ἀσθενείαι, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστι σῶμα ψυχικόν, ἔστι καὶ πνευματικόν· οὕτως καὶ γέγραπται ‹Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν›, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου· τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.»

ζ.31 Βούλεται ἐνταῦθα ἐκ παραλλήλου φυσικώτερον ἐπιχειρῶν πείθειν τοὺς ἐν τῆι σοφίαι τοῦ κόσμου ἀναστρεφομένους, καὶ ἐκ τοῦ κατὰ τὸν σῖτον παραδείγματος μετελήλυθεν ἐπὶ τὴν τῶν νεκρῶν ἀνάστασιν λέγων ὅτι ὥσπερ ὁ σῖτος σπείρεται καὶ διαλύεται, οὕτως καὶ τὰ σώματα τῶν ἀνθρώπων σπειρόμενα νεκρὰ ἐν τῆι γῆι διαλύεται, καὶ ὥσπερ μετὰ πολλῆς προσθήκης καὶ ἀσφαλείας καὶ κάλλους ἀναδίδοται, οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων μετὰ πολλῆς τιμῆς καὶ δόξης καὶ δυνάμεως καὶ ἀφάτου κάλλους ἀνίστανται, διακρινόμενα ὑπὸ τῆς παντοδυνάμου σοφίας καὶ ἀφάτου ἰσχύος τοῦ τὰ πάντα κτίσαντος καὶ ἀνακτίζοντος Θεοῦ. Ἐν ὧι γὰρ στοιχείωι εὑρεθῆι σῶμα ἀνθρώπειον δεδαπανημένον καὶ πεπεμμένον ὑπὸ ἑτέρων μυρίων σωμάτων, τινασσόμενον ἐν τῆι ἐσχάτηι ἡμέραι ἐκ θεμελίων τὰ ζητούμενα ταῖς ἰδίαις ψυχαῖς ἀποδίδωσι· καὶ ὥσπερ ἐν κοσκίνωι σαλευομένωι τὸ ζητούμενον μέσον εὑρίσκεται, οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων, σαλευομένων τῶν στοιχείων καὶ τινασσομένων, τὰ ζητούμενα εἰς μέσον ἄγονται.

ζ.32 Καὶ οὐ θαυμαστὸν τοῦτο τῶι Θεῶι· ὡς γὰρ κριτής ἐστι καρδιῶν καὶ λογισμῶν καὶ ἐννοιῶν καὶ διακρίνει ἑκάστου ἐξ αἰῶνος τοὺς καθ᾽ ἕκαστον χρόνον λογισμούς τε καὶ ἐννοίας μέχρι τῆς συντελείας, οὕτω καὶ δυνατὸν αὐτῶι ἐστι τὸ εὐτελέστερον ποιῆσαι καὶ σώματα ἐκ σωμάτων διακρῖναι· «ἔτι γὰρ ἅπαξ ἐγώ, φησί, σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν»· τὸ δὲ «ἔτι ἅπαξ» δηλοῖ τὴν τῶν σαλευομένων μετάστασιν, ὡς πεποιημένων, ἵνα μείνηι τὰ μὴ σαλευόμενα, ἵνα εἴπηι ὅτι· Ἐν τῆι συντελείαι τινάξω ἔτι ἅπαξ πάντα σαλεύων πρὸς τὴν ἑκάστου ἰδίαν μετάθεσιν· ὡς ἤδη γὰρ αὐτῶν πεποιημένων ἐξ ἀρχῆς καὶ φθορὰν ἢ τροπὴν ὑπομεινάντων ῥάιδιον ἐπὶ τὴν οἰκείαν φύσιν ἕκαστον μεταρρυθμίσω, ἵνα καὶ τοῦ λοιποῦ μείνωσιν ἐν κρείττονι καταστάσει, μηκέτι κλόνον ἢ σάλον ὑπομένοντα.

ζ.33 Ἀλλὰ πάλιν ἐρεῖ τις· Πῶς τὰ αὐτὰ ἡμῶν σώματα ἀνίστανται ἤδη πεπεμμένα καὶ μεταβληθέντα εἰς ἕτερα μυρία σώματα; Πρὸς τοῦτον ἐροῦμεν ὅτι ὥσπερ ἡμεῖς μικροὶ ὄντες ἐσθίομεν σάρκας ἑτέρας πολλάς, οἷον βοῶν, χοίρων καὶ ἑτέρων διαφόρων καὶ πετεινῶν καὶ ἰχθύων, καὶ πεπτόμενα αὔξουσι τὸ ἡμέτερον σῶμα μὴ μεταβαλλόμενον, μήτε ἄλλο ἀντὶ ἄλλου γινόμενον, ἀλλὰ μένει ἐν τῆι ταυτότητι, οὕτω καὶ ἐν τῆι ἀναστάσει τὸ ἔμπαλιν ἡμῶν πασχόντων, καὶ τῶν ἡμετέρων σωμάτων ἐν τοῖς στοιχείοις ἀναλυθέντων, ῥαιδίως κινήσει τινὶ τὰς ἰδέας ἀποκαθισταμένας ἂν ἴδοις, διακρινομένας ὑπὸ τῆς θείας δυνάμεως. Ὥσπερ γὰρ ζώντων ἡμῶν οὐ μεταβάλλεται ἀπὸ τῆς τῶν ἑτέρων κοινωνίας, τοῦ Θεοῦ οὕτω διαταξαμένου, οὕτως καὶ τελευτώντων εὐχερῶς ὑπὸ τῆς αὐτοῦ δυνάμεως διακρινόμενα σώιζεται ἀπὸ τῆς εἰς ἕτερον μεταβολῆς.

ζ.34 Ὅρα δὲ πάλιν, θαυμάσιε, τὸν Ἀπόστολον οὐρανίους ἀνθρώπους καὶ ἐπιγείους λέγοντα· «καὶ ὡς ἐφορέσαμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ», τουτέστι τοῦ Ἀδὰμ τὴν θνητότητα καὶ τὴν ἀσθένειαν καὶ τὴν φθοράν, «φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου»· τουτέστι τοῦ προλαβόντος καὶ ἀνελθόντος ἤδη ἐν τοῖς οὐρανοῖς ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως, λέγω δὴ τοῦ Χριστοῦ κατὰ σάρκα τοῦ γενομένου δυνατοῦ καὶ ἀφθάρτου καὶ ἀθανάτου καὶ δεδοξασμένουκαὶ ἡμεῖς ὁμοίως αὐτῶι οὐράνιοι γινόμενοι, καλῶς δὲ καὶ τὸ «ἐφορέσαμεν» ἤδη εἰπών, καὶ τὸ «φορέσομεν» ὡς πάλιν ἐπὶ μέλλοντος προειπών· διὰ τοῦτο πάλιν γεγηθὼς καὶ ἀγαλλόμενος κέκραγεν· «Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος ‹Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου, ἅιδη, τὸ κέντρον;›», ἵνα εἴπηι· Ἀφανὴς γενήσεται καταποθεὶς ὁ θάνατος, τῆς ζωῆς ὑπερνικώσης ἐν ἡμῖν· διὰ τοῦτο βοήσωμεν· Ποῦ σού ἐστι, θάνατε, ἡ ὑπερηφανία; Καί σου, ἅιδη, τὸ κράτος;

ζ.35 Λοιπὸν ἀποδίδωσι τὸ ὅλον τῶι Θεῶι διὰ τοῦ Χριστοῦ οἰκονομηθὲν καί φησι· «Τῶι δὲ Θεῶι χάρις τῶι διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ἵνα εἴπηι· Ταύτην τὴν νίκην τὴν κατὰ τοῦ θανάτου τὴν διὰ τοῦ Χριστοῦ ἐδωρήσατο ἡμῖν ὁ τῶν ὅλων Θεόςὧι πρέπει δόξα καὶ εὐχαριστία διὰ παντός, ἀμήν, οὐδὲν ἕτερον καὶ τούτοις γράψας, εἰ μὴ ἅπερ καὶ τοῖς ἐξ Ἰουδαίων γεγράφηκεν, ὅτι ἐκ τῆς καταστάσεως ταύτης τῆς ἐπικήρου ἐπὶ τὴν μέλλουσαν μετερχόμεθα, τουτέστι τὸν οὐράνιον χῶρον, ὃν καὶ καλεῖ βασιλείαν οὐρανῶν, ὡς βασιλευόντων ἡμῶν κατὰ τῶν παθῶν καὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου καὶ ἐν ἐξαιρέτωι χωρίωι αἰωνίωι καὶ ἁρμοδίωι διαγόντων, ὃ καὶ μετασχηματιζόμενοι ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν κληρονομοῦμεν.

ζ.36 Τοῦτο γὰρ καὶ ἀνωτέρω ἐπεσημήνατο ὁ Ἀπόστολος ἐν τῶι κατὰ τὸν κόκκον τοῦ σίτου ὑποδείγματι, ὡς ὅτι παραδείγματι φθαρτῶι πρὸς ἀφθαρσίαν ἐχρήσατο λέγων· Μὴ νομίσητε τούτωι κατὰ πάντα ὁμοίως ἔχειν τὰ ὑποδείγματα· τοῦτο γὰρ ὑμῖν λέγω ὅτι ἔτι θνητοὺς ἡμᾶς ὑπάρχοντας ἢ τρεπτοὺςτοῦτο γὰρ λέγει «αἷμα καὶ σάρκα» ἀνένδεκτόν ἐστι κληρονομεῖν βασιλείαν οὐρανῶν, εἰ μὴ πρῶτον ἐκ νεκρῶν ἄφθαρτοι καὶ ἀθάνατοι καὶ ἄτρεπτοι ἀναστῶμεν.

ζ.37 Ἀλλὰ καὶ ὁ Κύριος τῶι αὐτῶι ὑποδείγματι ἐχρήσατο, ὅτε τινὲς τῶν Ἑλλήνων παρεκάλεσαν τὸν Φίλιππον δεῖξαι αὐτοῖς τὸν Ἰησοῦν, πρὸς ὃν ὁ Κύριος ἀπαγγείλαντα ἀπεφήνατο λέγων· «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνηι, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνηι, πολὺν καρπὸν φέρει», ἵνα εἴπηι· Τί με βούλονται νῦν ἰδεῖν οὕτως ὁρώμενον, εὐκαταφρόνητον, ὡς κόκκον μόνον σίτου ὑπάρχοντα; Εἰ μὴ γὰρ ἀποθάνω ὡς ὁ κόκκος καὶ ἀναστῶ ὡς ὁ στάχυς, ὡραῖος, ἄφθαρτος καὶ ἀθάνατος καὶ ἄτρεπτος γενόμενος, καὶ ἐν τῶι ὀνόματί μου δυνάμεις καὶ σημεῖα μεγάλα γενήσωνται, οὐ γνώσονται τὴν ἡμετέραν δύναμίν τε καὶ δόξαν.

ζ.38 Ὁμοίως καὶ Ἰωάννης ὁ Βαπτιστὴς περὶ τοῦ Κυρίου διαλεγόμενος, καὶ σπεύδων δεῖξαι αὐτὸν ἐν τῆι μελλούσηι καταστάσει κριτὴν τοῦ παντὸς ὄντα, τῶι κατὰ τὸν σῖτον ὑποδείγματι καὶ αὐτὸς ἐχρήσατο καί φησιν οὕτως· «Οὗ τὸ πτύον ἐν τῆι χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστωι.»

ζ.39 Ἡνίκα δὲ καὶ πρὸς αὐτοὺς τοὺς Ἕλληνας ἀποτεινόμενος ἐν Ἀθήναις ὁ Παῦλος ἐν τῶι Ἀρείωι πάγωι τί φησιν; «Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ὧι ἐπεγέγραπτο ‹Ἀγνώστωι Θεῶι›· ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῶι, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα. Ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν ζητεῖν τὸν Θεόν, εἰ ἄρα γε ψηλαφήσειεν αὐτὸν καὶ εὕροιεν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῶι γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι· ‹Τοῦ γὰρ καὶ γένος ἐσμέν.›

ζ.40 Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίωι, ἢ καὶ ἀργυρίωι, ἢ λίθωι, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνηι, ἐν ἀνδρὶ ὧι ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν», οὐδὲν ἐκτὸς καὶ τούτοις εἰπών, ὧν πρώην τοῖς πιστεύσασιν ἐξ Ἰουδαίων καὶ Ἑλλήνων εἶπεν, ὅτι ὁ Θεὸς ἀπερίγραφος ὑπάρχων καὶ παντοδύναμος, ὃν ἤγειρεν ἐκ νεκρῶν ἄνδρα εἰς πίστωσιν πάντων ἀνθρώπων, ἐν αὐτῶι κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνηι, αὐτὸν ὁρίσας κριτὴν τοῦ παντός. Ὁμοίως εἶπε περὶ αὐτοῦ ὁ μὲν Ἀπόστολος· «Καὶ ἐκάθισεν αὐτὸν ἐν δεξιᾶι αὐτοῦ», ὁ δὲ Ἰωάννης ὁ Βαπτιστὴς ὁμοίως πτύον ἐν τῆι χειρὶ αὐτοῦ εἶπε, καὶ ἀφοριεῖ τὸν σῖτον ἀπὸ τῶν ἀχύρων παραδιδοὺς τιμωρίαις τοὺς ἁμαρτωλοὺς τοὺς δίκην ἀχύρων ἀπὸ διακρίσεως τοῦ σίτου ὑπάρχοντας.

ζ.41 Ὅθεν τινὲς μὲν ἐξ αὐτῶν ἐπίστευσαν, καθὼς γέγραπται, τινὲς δὲ καὶ «ἐχλεύαζον ἀνάστασιν νεκρῶν ἀκούοντες»· καί τινες πάλιν ἔλεγον· «Τί ἂν θέλοι λέγειν ὁ σπερμολόγος οὗτος;» ὡσανεὶ ὁ τὰ ἡμέτερα σπέρματα ἀνορύττων· ἕτεροι δὲ ἔλεγον· «Ἀκουσόμεθά σου πάλιν περὶ τούτου»· καὶ αὖθις ἕτεροι· «Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι, φησὶν ὁ Λουκᾶς, τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο»· καὶ πάλιν ἕτεροι· «Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;» Καὶ ἁπλῶς εἰπεῖν, οἱ πλείους αὐτῶν ἔσκωπτον τὸν Παῦλον περὶ ἀναστάσεως νεκρῶν ὅλως διαλεγόμενον.

ζ.42 Ἡνίκα δὲ καὶ πρὸς τὸν Φῆστον τὸν ἡγεμόνα καὶ τὸν Ἀγρίππαν τὸν βασιλέα ὁ Παῦλος ἐγκαλούμενος ὑπὸ Ἰουδαίων ἐπὶ τοῦ βήματος παρίστατο, τῶν προπραχθέντων τὴν δύναμιν διηγησόμενος, ὁ Φῆστος τῶι Ἀγρίππαι ἔλεγεν ὡς «ζητημάτιά τινα ἔχουσι» πρὸς ἀλλήλους «περὶ τῆς ἰδίας δεισιδαιμονίας», ὅ τε Παῦλος καὶ οἱ Ἰουδαῖοι, «καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν»· ἐπιτραπεὶς παρ᾽ αὐτῶν ὁ Παῦλος μετὰ παρρησίας λαμπρᾶι τῆι φωνῆι ἐβόα· «Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ, τί ἄπιστον παρ᾽ ὑμῖν κρίνεται εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;» Εἶτα πάλιν· «Ἕνεκα τούτου συλλαβόμενοί με ὄντα ἐν τῶι ἱερῶι ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῶι τε καὶ μεγάλωι, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῶι τε λαῶι καὶ τοῖς ἔθνεσιν.»

ζ.43 Ὁμοίως πάλιν καὶ αὐτοῖς τοῖς ἀπίστοις Ἰουδαίοις παρ᾽ αὐτῶν προτραπεὶς ἐν Ἀντιοχείαι τῆς Πισιδίας τί φησιν; «Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε· ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῆι παροικίαι ἐν γῆι Αἰγύπτωι, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῆι ἐρήμωι, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῆι Χαναὰν κατεκληρονόμησε τὴν γῆν αὐτῶν, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα· καὶ μετὰ ταῦτα ἔδωκε κριτὰς ἕως Σαμουὴλ προφήτου· κἀκεῖθεν ἠιτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαούλ, υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρε τὸν Δαυῒδ αὐτοῖς εἰς βασιλέα, ὧι καὶ εἶπε μαρτυρήσας ‹Εὗρον Δαυΐδ, τὸν τοῦ Ἰεσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου›.

ζ.44 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῶι Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῶι λαῶι Ἰσραήλ· ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τί ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ, ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἠιτήσαντο ἀναιρεθῆναι αὐτόν· ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον· ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῶι ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινες νῦν εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

ζ.45 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς ἐν τῶι ψαλμῶι γέγραπται τῶι δευτέρωι· ‹Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε›· ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι· ‹Δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά›· διὸ καὶ ἐν ἑτέρωι λέγει· ‹Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν›. Δαυῒδ μὲν γὰρ ἰδίαι γενεᾶι ὑπηρετήσας τῆι τοῦ Θεοῦ βουλῆι ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Γνωστὸν οὖν ὑμῖν ἔστω, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμωι Μωϋσέως δικαιωθῆναι, ἐν τούτωι πᾶς ὁ πιστεύων δικαιοῦται. Βλέπετε οὖν μὴ ἐπέλθηι ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· ‹Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν›.»

ζ.46 Καὶ τούτοις ὁμοίως ἐκ τῶν προφητῶν διηγησάμενος οὐδὲν ἕτερον ἔλεγεν, ἢ ὅσα τοῖς ἄλλοις προείρηκε, θάνατον, ἀνάστασιν καὶ βασιλείαν οὐρανῶν, πάντα σπεύδων πείθειν, συνεργοῦντος αὐτῶι τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ δυνάμεσιν, οἷς ἐποίουν αὐτός τε καὶ πάντες οἱ ἀπόστολοι ἐναντίον Ἑλλήνων τε καὶ Ἰουδαίων, πιστῶν καὶ ἀπίστων, ἔτι τε καὶ προρρήσεσι καὶ ἐκβάσεσι βεβαιῶν αὐτοὺς ἐν πᾶσιν, ἅπερ ὑπερβαίνει τὸν κόσμον τοῦτον, «ὃς καὶ ἱκάνωσεν αὐτούς, καθὼς γράφει Παῦλος, διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», ἵνα εἴπηι· Ἐκ τοῦ Θεοῦ ἐγενόμεθα ἱκανοὶ διὰ τῶν σημείων τοῦ ἁγίου Πνεύματος εἰς τὸ πείθειν τοιαῦτα διδάσκοντες.

ζ.47 Διακόνους γὰρ ἡμᾶς ὁ Θεὸς κατέστησε τῆς Καινῆς καὶ ζωοποιοῦ Διαθήκης, οὐ τοῦ παλαιοῦ γράμματος, τουτέστι τοῦ γραπτοῦ νόμου, τοῦ θανατοῦν ἀπειλοῦντος, ἀλλὰ τῆς δυνάμεως τῆς ζωοποιοῦ, τουτέστι τοῦ ἁγίου Πνεύματος· ὅθεν πάλιν λέγει· «Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ ταχέως, ἐὰν ὁ Κύριος θελήσηι, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγωι ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει», ἵνα εἴπηι ὅτι πάντα λόγον ὑπερβαίνει ὁ λόγος τῆς βασιλείας τῶν οὐρανῶν, καὶ μάτην φυσῶνταί τινες διὰ λόγου συνιστᾶν πειρώμενοι· μόνον γὰρ ἀξιόπιστός ἐστιν ἐκ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος καὶ τῶν ἐξ αὐτοῦ παρακολουθούντων σημείων· καὶ πάλιν λέγει· «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν», ὡσανεί· Δυνατός ἐστιν ἐκ τῶν σημείων τῶν γινομένων ἐν ὑμῖν ἐν τῶι ὀνόματι αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ τούτων.

ζ.48 Τινὲς δὲ λέγουσι μὴ εἶναι ἐν τῶι κόσμωι τούτωι τοὺς ἀγγέλους, ἀλλ᾽ ἐν τῶι ἀνωτέρωι καὶ οὐρανίωι χώρωι· πρὸς οὓς ἐκ μέρους ὀλίγα παραθήσομεν ἀπὸ τῆς θείας Γραφῆς δηλούσης ὡς ἅμα ἡμῖν ἐν τῶι χώρωι τούτωι διάγουσι, καὶ οὔπω τις ἐξ αὐτῶν ἠξιώθη τῶν ἄνω τέως τυχεῖν. Πρῶτος ὁ Κύριος οὕτω πρὸς Νικόδημον διαλεγόμενός φησι· «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῶι οὐρανῶι», σαφέστερον δηλώσας μηδένα τὸ σύνολον ἀναβεβηκέναι εἰς τὸν ἀνώτερον χῶρον, εἰ μὴ τὸν Δεσπότην Χριστόν· ὁ δὲ ἀπόστολος Παῦλός φησι· «Θέατρον ἐγενήθημεν τῶι κόσμωι», καὶ σημαίνων τίνα λέγει «κόσμον» ἐπήγαγεν «ἀγγέλοις καὶ ἀνθρώποις», ἵνα εἴπηι· Παρὰ πάντων ὡς ἐν θεάτρωι θεωρούμεθα ἐν τῶιδε τῶι χώρωι, λέγω δὴ ἀγγέλων καὶ ἀνθρώπων, ὡς ἐν ἑνὶ χώρωι ὄντων πάντων τούτων τε κἀκείνων.

ζ.49 Εἶτα πάλιν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται», καὶ ὡσανεί τινος αὐτῶι ἀποροῦντος καὶ λέγοντος τίνος χάριν ἢ τί ποιοῦσα ταύτην ἀπεκδέχεται, ἐπήγαγε καί φησι· «Τῆι γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα», ἵνα εἴπηι· Ἐν τῶι κόσμωι τούτωι τῶι φθαρτῶι καὶ τρεπτῶι ταύτην γὰρ καλεῖ «ματαιότητα» ἐκελεύσθησαν καθ᾽ ὑποταγὴν τοῦ Θεοῦ οἱ ἄγγελοι δουλεύειν καὶ ἄκοντες· ἐντεῦθεν γινώσκομεν διὰ τοῦ «οὐχ ἑκοῦσα» ὅτι περὶ λογικῶν λέγει, καὶ νόμος αὐτοῖς ἐστιν οὗτος. Ἔστω, φησὶν ὁ ἀπορῶν, καὶ πῶς πάλιν δουλεύουσι νῦν κινοῦντες πάντα; Ἀποκρίνεται· Ναί, φησίν, ὅσον μὲν πρὸς τὸ ἁμάρτημα τοῦ Ἀδάμ, διὰ τὸ καταδικασθῆναι αὐτὸν θανάτωι οὐκ ἠνείχοντο δουλεύειν καὶ πονεῖν ὑπὲρ ἡμῶν ἔτι ματαίως.

ζ.50 Ἀλλά, φησί, «διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι», τοῦτο λέγων ὅτι ἐλπίδα τινὰ δέδωκεν αὐτοῖς ὁ Θεὸς ἔσεσθαί τι χρήσιμον μετὰ χρόνον τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ὑπετάγησαν καὶ δουλεύουσιν ἐκδεχόμενοι τὴν ἑαυτῶν ἐλευθερίαν, ὅταν καὶ οἱ ἄνθρωποι ἐλευθεροῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς καὶ τῶν ματαίων τούτων, καὶ ἀπολήψονται τὴν ἐλπίδα τοῦ Θεοῦ καὶ τὴν δόξαν τὴν αὐτοῖς ἀποκειμένην· διὰ τοῦτο ἐπήνεγκεν· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.»

ζ.51 Καὶ πάλιν ἑτέρωθί φησιν· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» πάντας ὁμοῦ εἰπὼν εἰς διακονίας τεταγμένους τῶν ἀνθρώπων, ὡς ἅμα αὐτοῖς ὄντων εἰς τὸν χῶρον τοῦτον· καὶ πάλιν· «Ἵνα γνωρισθῆι νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία»· σαφῶς πάλιν οὐ μόνον ἐνταῦθα αὐτοὺς ἐσήμανεν, ἀλλὰ καὶ παιδευομένους εἶπεν ἐκ τῶν κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων· τὸ γὰρ εἰπεῖν «διὰ τῆς Ἐκκλησίας» διὰ τῶν ἀνθρώπων προδήλως ἐσήμανεν.

ζ.52 Εἶτα πάλιν καὶ ἐν τῆι Παλαιᾶι ὁ πατριάρχης Ἰακὼβ ἐθεώρησεν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ κλίμακα, ταύτης δὲ ἐπὶ κορυφῆς ἑστῶτα τὸν Θεὸν καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ᾽ αὐτῆς· ἀναβαίνοντας πρότερον ὁρᾶν ἔδοξε καὶ οὕτω καταβαίνοντας· εἶτα καὶ πάλιν ὁ αὐτὸς ἐθεώρησε πλῆθος ἀγγέλων, οὓς καὶ παρεμβολὴν Θεοῦ ἐκάλεσεν. Ὁμοίως Μωϋσῆς δύο μὲν οὐρανῶν ἐμνημόνευσε μόνων γενομένων, λέγω δὴ τοῦ ἐν ἀρχῆι σὺν τῆι γῆι γενομένου καὶ τοῦ δευτέρου τοῦ ἐν τῆι δευτέραι ἡμέραι γεγονότος, ὃν καὶ στερέωμα καλεῖ· ὁμοίως δὲ καὶ αὐτὸς πολλάκις καὶ τῆι Ἄγαρ καὶ τῶι Ἀβραὰμ καὶ τῶι Λὼτ καὶ αὐτῶι τῶι Ἰακὼβ καὶ ἑτέρους ἀγγέλους διακονησαμένους λέγει ἐν τῶι χώρωι τούτωι.

ζ.53 Καὶ ἐν τῆι μεγάληι δὲ ὠιδῆι οὕτως φησίν· «Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῶι, καὶ προσκυνησάτωσαν αὐτῶι πάντες ἄγγελοι Θεοῦ», μετὰ τοὺς οὐρανοὺς εἰπὼν τοὺς ἀγγέλους ἐν τῶι χώρωι τούτωι· ὅθεν ἐπισυνῆψεν· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ», πάλιν τοὺς ἐν αὐτῶι τῶι χώρωι εἰπών· ὁμοίως καὶ ὁ Δαυῒδ τῶι σκοπῶι Μωϋσέως ἀκολουθῶν καὶ αὐτὸς μετὰ τὸν Μωϋσέα γενόμενος προφήτης, διαιρῶν τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω φησίν· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ»· ἀκολούθως ἀπὸ τοῦ στερεώματος καὶ τοῦ ὕψους ἀρξάμενος καὶ προϊὼν ἐπὶ τὰ κάτω, εἶπε πάντας τοὺς ἀγγέλους, τοὺς αὐτοὺς εἰπὼν καὶ Δυνάμεις.

ζ.54 Λοιπὸν πάλιν τὰ ἅμα αὐτοῖς λέγει· «Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς»· ἐκ τούτου ἀνατρέχει εἰς τὸν ἀνώτερον χῶρον καί φησιν· «Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν», ἀντὶ τοῦ εἰπεῖν «ὁ οὐρανὸς τοῦ οὐρανοῦ», «οὐρανὸν οὐρανοῦ» καλέσας τὸν πρῶτον, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου στερεώματος· εἶτά φησι· «Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν», ἵνα εἴπηι τοῦ οὐρανοῦ· διαρρήδην νῦν τὰ ἐπάνω εἰρηκώς, εὔδηλός ἐστιν εἰδὼς τὰ πρότερα ὑποκάτω.

ζ.55 Εἶτα πάντα εἰπὼν τὰ ἐν τοῖς οὐρανοῖς αἰνεῖν τὸν Θεόν, τὴν αἰτίαν ἐπιφέρει, δι᾽ ἣν αὐτὸν ὤφειλον ὑμνεῖν, καί φησιν· «Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται»· εἶτα λοιπὸν μετέρχεται καὶ περὶ τὴν γῆν καὶ λέγει πάντα τὰ ἐν τῶι ἀέρι καὶ τοῖς ὕδασι καὶ ἐν τῆι γῆι διαιτώμενα, ἐν ἧι καὶ τὸν ἄνθρωπον ἔταξε, καὶ πάλιν ἐγκελεύεται λέγων· «Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου», δι᾽ ἣν αἰτίαν φησίν· «Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου»· λοιπὸν τὰ πάντα συνάπτει λέγων· «Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ», ἅμα δηλώσας ὅτι καὶ ἔσωθεν γῆς καὶ οὐρανοῦ εἰσι πάντα, ὁμοίως καὶ αὐτὸς τῶι Μωϋσῆι εἰρηκώς, ὃς ἔφησεν· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς», ἔτι φανερώτερον δηλώσας πάντας τοὺς ἀγγέλους ἔσωθεν ὄντας οὐρανοῦ καὶ γῆς καὶ περιγραφομένους ὑπ᾽ αὐτῶν.

ζ.56 Ἔτι πάλιν ἐν ἑτέρωι λέγει ὁ Δαυΐδ· «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῶια αὐτοῦ», σαφῶς περὶ τοῦ στερεώματος εἰπὼν ὡς ἐν τάξει στέγης ἡμῶν ὑπάρχοντος, ἐν ὧι εἰσιν ἐπὶ νώτου τὰ ὕδατα· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, εἴτε ἱμάτια εἶεν, εἴτε ἀπὸ τριχῶν.

ζ.57 Εἶτα ἐπισυνάπτει καί φησιν· «Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα»· πάλιν ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω νεφῶν καὶ ἀνέμων μνημονεύσας ἐπήγαγεν ὁμοῦ εἶναι καὶ τοὺς ἀγγέλους, τοὺς αὐτοὺς καὶ λειτουργοὺς καλέσας· καὶ ταῦτα μὲν ὁ Δαυΐδ. Μετέλθωμεν δὴ καὶ ἐπὶ τὸν μεγαλοφυέστατον Δανιὴλ τὸν προφήτην. Τί φησιν ἐκ προσώπου τοῦ ὕμνου τῶν τριῶν παίδων; «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον· εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον», καὶ αὐτὸς μετὰ τοὺς οὐρανοὺς τῶν ἀγγέλων μνημονεύσας, μὴ καταλιπὼν δὲ ἀμνημόνευτα καὶ τὰ ἐπάνω τοῦ οὐρανοῦ ὄντα ὕδατα.

ζ.58 Τῆι ἀκολουθίαι πάλιν χρησάμενος ἀνέλαβε τὸν λόγον, καὶ ἐκ τῶν ὑποκάτωθεν δευτερώσας τοὺς ἀγγέλους Δυνάμεις αὐτοὺς ἐξεῖπεν, ἐν οἷς ἐπισυνῆψεν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ὄμβρους καὶ δρόσους καὶ ἀνέμους καὶ πῦρ καὶ ψῦχος καὶ καῦμα καὶ νεφέλας καὶ νιφετοὺς καὶ ἀστραπὰς καὶ πάντα τὰ περὶ τὸν ἀέρα καὶ τὰ ὕδατα καὶ τὴν γῆν· ἑπόμενος τῶι τε Δαυῒδ καὶ τῶι Μωϋσῆι ὕστερον καὶ αὐτὸς τὰ περὶ τὸν ἄνθρωπον εἴρηκε, δι᾽ ὃν τὰ πρότερα πάντα γεγόνασι· σύνδεσμος γάρ τις ὢν ὁ ἄνθρωπος πάσης τῆς κτίσεως καὶ ἐνέχυρον φιλίας παντὸς τοῦ κόσμου ἐξ ἀνάγκης πάντα τὰ προειρημένα περιέχει κατά τινα ἀναλογίαν. Εὖ γὰρ εἴρηται παρὰ τοῖς ἔξωθεν μικρὸς κόσμος ὁ ἄνθρωπος.

ζ.59 Πάντες τοίνυν οἱ θεοφόροι ἄνθρωποι, προφῆταί τε καὶ ἀπόστολοι, σεμνοτάτωι βίωι κατακεκοσμημένοι καὶ παραδεδωκότες ἑαυτοὺς ὑπὲρ τῆς εὐσεβείας μυρίοις παθήμασι καὶ θανάτοις, καθὰ γέγραπται, «ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος», ἔτι δὲ καὶ παράδοξα πάμπολλα λόγωι μὴ ὑποβαλλόμενα καὶ δυνάμεις ποικίλας ἐργασάμενοι, καὶ παρὰ Θεοῦ ἱκανοὶ γενόμενοι εἰς τὸ διδάξαι καὶ πεῖσαι καὶ περινοστῆσαι τὴν ὑπ᾽ οὐρανὸν καὶ ἑλκύσαι πάντα τὰ ἔθνη εἰς τὴν εὐσέβειαν, περὶ τῶν τοιούτων δύο καταστάσεων εἰρήκασιν ἑτέρας μὴ μνημονεύσαντες, καὶ πάντες ὁμοῦ τὸν χῶρον τοῦτον ἀγγέλων καὶ ἀνθρώπων ἐξεῖπον, καὶ τὸν ἀνώτερον χῶρον ὁμοίως ἀγγέλων καὶ ἀνθρώπων μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεφήναντο.

ζ.60 Ποίαν οὖν ἀπολογίαν ἔχουσιν οἱ πεπλασμένοι χριστιανοὶ οἱ τούτοις πᾶσιν ἀπιστοῦντες καὶ καταλύεσθαι λέγοντες τοὺς οὐρανούς, ἐν οἷς ἡ βεβαία καὶ μόνιμος καὶ ἀκατάλυτος ἡμῶν ἐλπὶς τυγχάνει, ἡ παρὰ τοῦ Θεοῦ ἡμῖν ἀποκειμένη; Περὶ ἧς βοᾶι ὁ Παῦλος· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καὶ πάλιν· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς», ὁμοίως πάλιν· «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν εἰς ὑπερβολὴν καθ᾽ ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια», τοῦτο λέγων ὅτι· Ἐὰν ἀντιταλαντεύσηις ζυγῶι τὰς θλίψεις τοῦ κόσμου τούτου καὶ τὰ ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος, εὑρεθήσονται καθ᾽ ὑπερβολὴν βαροῦντα τῆι δόξηι τὴν ἐλαφρότητα καὶ κουφότητα τῶν εἰς ὑπερβολὴν προσκαίρων καὶ παρ᾽ αὐτὰ ἐξαφανιζομένων θλίψεων τοῦ κόσμου τούτου· ταῦτα γάρ, φησί, τὰ βλεπόμενα, τουτέστι τὰ τοῦ κόσμου τούτου, πρόσκαιρά εἰσι, τὰ δὲ μὴ βλεπόμενα, τουτέστι τὰ τοῦ ἀνωτέρου καὶ οὐρανίου χώρου ἤτοι κόσμου, αἰώνια τυγχάνουσιν.

ζ.61 Ἤδη δεῖ καὶ ἐκ τῶν Καθολικῶν παραγαγεῖν μαρτυρίαν περὶ τούτου· κἀκεῖ λέλεκται· «Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι», ἵνα εἴπηι· Οὔπω καὶ αὐτοὶ τετυχήκασι τῶν ἀποκειμένων ἡμῖν ἐν τῶι οὐρανῶι ἀγαθῶν, ἀλλ᾽ οὔτε ἰδεῖν αὐτὰ καὶ αὐτοὶ νῦν ἀξιοῦνται· ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῶι τοῦ Ἀποστόλου ῥητῶι τῶι λέγοντι· «Ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν», ὡσανεί· Βαρύνονται καὶ οἱ ἄγγελοι τῆι τροπῆι στενάζοντες μετὰ πάσης τῆς κτίσεως, ἐλευθερίαν ἱμειρόμενοι. Πῶς οἷόν τε ἐλπίζειν τοὺς οὐρανοὺς καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Ψευδῆ γὰρ δείκνυνται πάντα τὰ προλεχθέντα, ὅτι καὶ ἡτοιμασμένοι εἰσὶ καὶ ἀκατάλυτοι, καὶ ὅπου εἰσῆλθε Χριστός, εἰσερχόμεθα.

ζ.62 Ἀλλὰ φενακισμός τις καὶ ἀπάτη εἰσὶ πάντα τὰ γραφόμενα ἐν τῆι θείαι Γραφῆι κατὰ τὸν μῦθον τῶν ἐπιπλάστων χριστιανῶν· ἄλλως τε δὲ καὶ καταλυομένων, ὥς φασι, τῶν οὐρανῶν καὶ ἑτέρων ἀντεισαγομένων, ἀνάγκη καταλύεσθαι καὶ τὸν ἐν αὐτοῖς ὄντα Χριστὸν καὶ ἕτερον καινὸν Χριστὸν εἰσάγεσθαι σὺν τοῖς ἑτέροις καινοῖς οὐρανοῖς, εἰ ἄρα σὺν Χριστῶι δεῖ ἡμᾶς εἶναι. Ἀλλ᾽ ἄπαγε τῆς ἀτοπίας· εἰς κεφαλὴν αὐτῶν τράποιτο ἡ δυσφημία. «Ἡμῶν γάρ, φησὶν ὁ Ἀπόστολος, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν», ἵνα εἴπηι· Ἐκείνους λέγω τοὺς οὐρανούς, ἐξ ὧν καὶ προσδοκῶμεν τὸν Κύριον ἐλεύσεσθαι μετασχηματίζοντα ἡμᾶς ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ ἀναφέροντα ἡμᾶς ἔνθα καὶ πρὸ ἡμῶν αὐτὸς εἰσελήλυθε· τοῦτο γὰρ καὶ ἐν ἑτέρωι λέγει πρόδρομον ὑπὲρ ἡμῶν αὐτὸν εἰσελθόντα.

ζ.63 Ἐπειδὴ οὖν τινες παραφθείροντες τὴν ἔννοιαν τῶν θείων Γραφῶν παρερμηνεύουσι τὸ εἰρημένον παρὰ τοῦ Κυρίου, λέγω δή· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν», ἀγνοοῦντες ὅτι καθ᾽ ὑπερβολὴν εἴρηται, ἡμεῖς αὐτοῖς τὴν ἔννοιαν ἑρμηνεύσομεν· λέγει γάρ· Ἐνδεχόμενόν ἐστι τούτους μὲν καταλύεσθαι, τοὺς δὲ λόγους μου οὐδέποτε· καὶ πάλιν τὸ εἰρημένον τῶι Δαυΐδ· «Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς», μὴ νοοῦντες ὅτι καὶ ἐνταῦθα κατὰ ἀντιδιαστολὴν τοῦ ἀγενήτου Θεοῦ τὰ γενητὰ ἀπολλύμενα ἐκάλεσεν, ὡς μὴ πρότερον ὄντα, ὕστερον δὲ γενόμενα· καὶ εἰ βούλοιτο, τὸ ἀγένητον, ὥσπερ μὴ ὄντα αὐτὰ παρήγαγε, πάλιν καὶ ὄντα δύναται ἀπολέσαι· τὸ γὰρ ἀγένητον ὑπ᾽ οὐδενὸς γενόμενον καὶ ὑπ᾽ οὐδενὸς ἀπόλλυται· τὸ δὲ γενητὸν καὶ ἀπολέσθαι δύναται, τοῦ ποιήσαντος μάλιστα βουλομένου.

ζ.64 Ὁμοίως καὶ τὸ ἐν ταῖς Καθολικαῖς εἰρημένον· «Ἐν ἧι οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ», ἀμαθῶς καὶ τοῦτο ἐκλαμβάνοντες, μὴ συνιέντες τὸ λεγόμενον, ἀλλ᾽ αὐτόχρημα τούτους μὲν καταλύεσθαι λέγουσιν, ἑτέρους δὲ καινοὺς εἰσάγεσθαι, ὅπερ ἐναντίον ἐστὶ πάσης τῆς θείας Γραφῆς. Εἰ γὰρ ἐν τοῖς οὐρανοῖς ἔνθα νῦν ὁ Χριστὸς ἀνελήλυθεν ἀναστὰς ἀπὸ τῶν νεκρῶν, ἄφθαρτος τῶι σώματι καὶ ἄτρεπτος κατὰ ψυχὴν γενόμενος, μέλλομεν καὶ ἡμεῖς εἰσιέναι ἀνιστάμενοι ἀπὸ τῶν νεκρῶν καὶ ταύτην ἀκατάλυτον ἐλπίδα καὶ ζωὴν καλεῖ ἡ θεία Γραφήπῶς οἷόν τέ ἐστι τούτους μὲν τοὺς οὐρανοὺς καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Εἰ γὰρ οἰκητήριόν ἐστι καὶ νῦν ἀφθάρτων καὶ ἀθανάτων καὶ ἀτρέπτων ὁ ἐν τοῖς οὐρανοῖς χῶρος, πῶς καὶ ἡμᾶς οὐ δέξεται ἀνισταμένους ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους γινομένους;

ζ.65 Ἄπαγε οὖν τῆς τοιαύτης μανίας. Οὐ γὰρ μεταμεμέληται ὁ Θεὸς ἐφ᾽ οἷς πεποίηκε, τούτους μὲν ἀπολλύων, ἑτέρους δὲ εἰσάγων, ἀλλὰ πᾶσαν τὴν κτίσιν ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, καθὰ καὶ πολλάκις εἰρήκαμεν· εἰ γὰρ ὁ ἄνθρωπος, ὁ σύνδεσμος ὢν πάσης κτίσεως, ἀνακαινίζεται κατά τε τὸ σῶμα ἄφθαρτος καὶ ἀθάνατος καὶ κατά γε τὴν ψυχὴν ἄτρεπτος γινόμενος, εὔδηλον ὅτι πάντα τὰ στοιχεῖα, ἐξ ὧν καὶ σύγκειται τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ πάντα τὰ λογικὰ συγγενῆ ὄντα καὶ αὐτὰ κατὰ ψυχὴν τοῦ ἀνθρώπου, ἀνακαινίζονται καὶ εἰς βελτίωσιν ἔρχονται; «Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα, φησὶν ὁ Ἀπόστολος, ἐν τῶι Χριστῶι, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς», καὶ πάλιν· «Εἴ τις ἐν Χριστῶι, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», «καινὰ» λέγων «τὰ πάντα» τὴν ἀνακαίνισιν πάντων τῶν ὄντων· «ἀνακεφαλαίωσιν» γὰρ εἰπὼν καὶ «καινὴν κτίσιν» δι᾽ ἑκατέρου τὸ αὐτὸ ἐσήμανεν, ἐν τῶι Χριστῶι ἤδη γενομένην.

ζ.66 Ὥσπερ γὰρ καὶ ὁ Χριστὸς κατὰ σάρκα ἀναστὰς ἀπὸ τῶν νεκρῶν οὐκ ἄλλος ἦν Χριστὸς παρὰ τὸν τετελευτηκότα, ἀλλ᾽ αὐτὸς ἦν ὁ καὶ τὸν θάνατον ὑπομείνας ὁμοίως καὶ τὴν ἀνάστασιν, κρείττων γενόμενος παθῶν καὶ θανάτου, οὕτως καὶ πᾶσα ἡ κτίσις μὴ ἀπολλυμένη, ἀλλ᾽ ἡ αὐτὴ ὑπάρχουσα ἐπὶ τὸ κρεῖττον μεθίσταται· «Ἔστησε γὰρ αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται», φησὶ τὸ θεῖον λόγιον. Διὰ τοῦτο «οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραάμ», καθὰ γέγραπται· εἰ γὰρ ἐπελάβετο ἀγγέλων, τὰ λογικὰ μόνον ἤλπιζον ἀνακαινίζεσθαι ὡς συγγενῆ αὐτῶν ὄντα· νυνὶ δὲ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, τουτέστι σώματος καὶ ψυχῆς λογικῆς, καὶ ἀναγαγὼν εἰς τὸν οὐράνιον χῶρον πάσηι τῆι κτίσει ἐλπίδα σωτηρίας προκατεβάλετο.

ζ.67 Τὸ ἐν ταῖς οὖν Καθολικαῖς εἰρημένον «ἐν ἧι οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν» τοῦτον ἔχει τὸν νοῦν, ὅτι ῥοιζηδόν, ὡς ἐν ῥιπῆι ὀφθαλμοῦ, ὥσπερ ἐν χωνευτηρίωι πυρούμενοι καὶ καθαριζόμενοι, τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένουσι τὰ στοιχεῖα πάντα, καὶ οἱ οὐρανοὶ καὶ ἡ γῆ, καινῶν αὐτῶν τούτων γινομένων καὶ τῆι καταστάσει τῆς πολιτείας ἐναλλαττομένων, ὡς τὸ παρὰ τῶι Παύλωι λεγόμενον· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου», ὡσανεὶ ἡ νῦν πολιτευομένη κατάστασις, τῆς διαδοχῆς τῆς νυκτὸς καὶ τῆς ἡμέρας παυομένης, καὶ τῶν ἄστρων δρόμον μὴ τελούντων, καὶ τοῦ ἀέρος μὴ κινουμένου, μήτε τοῦ ὕδατος μήτε τῆς γῆς φυούσης καρπούς, ἀλλ᾽ ἑτέρας τινὸς καταστάσεως ἐπεισαγομένης, ἁρμοζούσης ἀθανάτοις καὶ ἀφθάρτοις καὶ ἀτρέπτοις ἀνθρώποις καὶ ἀγγέλοις.

ζ.68 Σιωπῶμεν δὲ ὅτι τὰς Καθολικὰς ἀνέκαθεν ἡ Ἐκκλησία ἀμφιβαλλομένας ἔχει, καὶ πάντες δὲ οἱ ὑπομνηματίσαντες τὰς θείας Γραφάς, οὔτε εἷς αὐτῶν λόγον ἐποιήσατο τῶν Καθολικῶν· ἀλλὰ καὶ οἱ κανονίσαντες τὰς ἐνδιαθήκους βίβλους τῆς θείας Γραφῆς πάντες ὡς ἀμφιβαλλομένας αὐτὰς ἔθηκαν, λέγω δὴ Εἰρηναῖος, ὁ Λουγδούνων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος καὶ λαμπροῦ βίου, μετ᾽ οὐ πολὺ τῶν ἀποστόλων γενόμενος, καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ Ἀμφιλόχιος, ἐπίσκοπος γενόμενος τοῦ Ἰκονίου, φίλος καὶ κοινωνικὸς τοῦ μακαρίου Βασιλείου, καὶ αὐτὸς ἐν τοῖς πρὸς Σέλευκον αὐτῶι γραφεῖσιν Ἰάμβοις ἀμφιβαλλομένας αὐτὰς ἐξεῖπεν, ὁμοίως καὶ Σευηριανὸς ὁ Γαβάλων εἰς τὸν Κατὰ Ἰουδαίων λόγον αὐτοῦ αὐτὰς ἀπεκήρυξεν. Οὐ γὰρ τῶν ἀποστόλων αὐτάς φασιν οἱ πλείους, ἀλλ᾽ ἑτέρων τινῶν πρεσβυτέρων ἀφελεστέρων.

ζ.69 Ὅθεν ὁ Παμφίλου εἰς τὴν Ἐκκλησιαστικὴν αὐτοῦ ἱστορίαν λέγει ὅτι ἐν Ἐφέσωι δύο μνήματά εἰσιν, ἓν Ἰωάννου τοῦ εὐαγγελιστοῦ, καὶ ἓν ἑτέρου Ἰωάννου πρεσβυτέρου τοῦ γράψαντος τὰς δύο ἐπιστολὰς τῶν Καθολικῶν, τὴν δευτέραν καὶ τὴν τρίτην, ἔνθα προγέγραπται· «Ὁ πρεσβύτερος τῆι ἐκλεκτῆι κυρίαι», καί· «Ὁ πρεσβύτερος Γαΐωι τῶι ἀγαπητῶι». Εἰ μὴ γὰρ τὴν πρώτην Πέτρου καὶ τὴν πρώτην Ἰωάννου οὐ λέγει αὐτὸς καὶ Εἰρηναῖος εἶναι τῶν ἀποστόλων, ἕτεροι δὲ οὔτε αὐτὰς λέγουσι τῶν ἀποστόλων εἶναι, ἀλλὰ τῶν πρεσβυτέρων· πρώτη γὰρ καὶ δευτέρα καὶ τρίτη Ἰωάννου γέγραπται, ὡς δῆλον ἑνὸς προσώπου εἶναι τὰς τρεῖς.

ζ.70 Ἕτεροι δὲ καὶ τὴν Ἰακώβου σὺν ταῖς ἄλλαις δυσὶ δέχονται· ἕτεροι πάσας δέχονται· παρὰ Σύροις δέ, εἰ μὴ τρεῖς μόναι αἱ προγεγραμμέναι, οὐχ εὑρίσκονται, λέγω δὴ ἡ Ἰακώβου καὶ ἡ πρώτη Πέτρου καὶ ἡ Ἰωάννου πρώτη· αἱ ἄλλαι γὰρ οὔτε κεῖνται παρ᾽ αὐτοῖς. Οὐ χρὴ οὖν τὸν τέλειον χριστιανὸν ἐκ τῶν ἀμφιβαλλομένων ἐπιστηρίζεσθαι, τῶν ἐνδιαθέτων καὶ κοινῶς ὡμολογημένων Γραφῶν ἱκανῶς πάντα μηνυόντων περί τε τῶν οὐρανῶν καὶ τῆς γῆς καὶ τῶν στοιχείων καὶ παντὸς τοῦ δόγματος τῶν χριστιανῶν.

ζ.71 Ἠλίθιοι τοιγαροῦν εἶναί μοι δοκοῦσι καὶ τῶν θείων Γραφῶν παντελῶς ἀμύητοι οἱ τῶν καινῶν δογμάτων εὑρεταί, οἱ τοὺς οὐρανοὺς καταλύεσθαι οἰόμενοι. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς εἰδὼς καὶ προειδὼς ὁ Θεός, καὶ ἀεὶ γινώσκων καὶ μηδέποτε πρόσληψιν γνώσεως ἐπιδεχόμενος, βουλόμενος καὶ ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ τῆς ἰδίας αὐτοῦ ἀγαθότητος καὶ γνώσεως καὶ σοφίας ἐμπλῆσαι, πεποίηκε τὸν σύμπαντα κόσμον περιγράψας ἐν οὐρανῶι καὶ γῆι· θεὶς δὲ μέσον τὸ στερέωμα καὶ συνδήσας τῶι πρώτωι οὐρανῶι καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους ἀπένειμε τῆι θνητῆι καὶ τρεπτῆι καταστάσει τὸν χῶρον τοῦτον, προετοιμάσας καὶ τῆι μελλούσηι καταστάσει τὸν ἀνώτερον, καθὰ καὶ ἡ καταγραφὴ τοῦ σχήματος ἐπὶ τέλει δείκνυσι, καὶ ἡ τῆς σκηνῆς κατασκευή, ἐκμαγεῖον καὶ αὐτὴ γεγονυῖα παντὸς τοῦ κόσμου.

ζ.72 Καὶ ἐν μὲν ταύτηι τῆι καταστάσει ἐδοκίμασεν ἡμᾶς νῦν διάγειν ὡς ἐν παιδευτηρίωι χρησίμωι ἔχοντι λυπηρὰ καὶ ἡδέα, ἵνα διὰ μὲν τῶν λυπηρῶν παιδευώμεθα, διὰ δὲ τῶν ἡδέων μὴ ἀπείπωμεν, διδασκόμενοι καὶ ἀναγόμενοι πρὸς ἐπίγνωσιν τοῦ πεποιηκότος διὰ τῆς ποικιλίας τῶν κτισμάτων καὶ τῆς πανσόφου ἁρμονίας καὶ τῆς διαφορᾶς τῶν ὄντων, ὅστις καὶ νόμους ἡμῖν δέδωκε κατὰ καιροὺς ὀπτανόμενος πρὸς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἀνάγων τοὺς λογικούς, ὡς εἴρηται, εἰς ἐπίγνωσιν τῆς αὑτοῦ παναγάθου φιλανθρωπίας, ὅπερ ἐστὶ κεφάλαιον πάντων τῶν λογικῶν· κτιστῶν γὰρ ἡμῶν ὄντων καὶ ἐξ ἑτέρου ἐχόντων τὸ εἶναι, ἐκείνου αὐτοῦ ἀεὶ δεόμεθα πρὸς σύστασιν καὶ γνῶσιν ἡμετέραν· οὐκ ἐνῆν γὰρ ἡμᾶς εὐθέως γενομένους πᾶσαν τὴν γνῶσιν ἔχειν· τοῦτο γὰρ ἴδιον τοῦ ἀγενήτου Θεοῦ.

ζ.73 Ἐπειδὴ οὖν ἐξ ἀγαθότητος ὁ Θεὸς ἀπορρήτως ἐποίησε τὰ ἔμψυχα καὶ τὰ ἄψυχα, ἄμοιρα γνώσεως ὄντα, πρὸς διδασκαλίαν καὶ βοήθειαν ἡμῶν τῶν λογικῶν, μέσους τινὰς ἑαυτοῦ τε καὶ τούτων, ὡς ἐνεδέχετο, πεποίηκεν ὁ Θεὸς τοὺς λογικούς, ἵνα τῆι ποικιλίαι τοῦ παντός, ἔτι τε καὶ τοῖς παραδεδομένοις ἡμῖν νόμοις, τῆι συντριβῆι τῆς μαθήσεως, διὰ πείρας λυπηρῶν καὶ ἡδέων ποθοῦντες, κατὰ μέρος ἀναγώμεθα ἐπὶ τὴν αὐτοῦ γνῶσιν. «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους», ἵνα εἴπηι· Τὰ ἀόρατα αὐτοῦ, τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ αὐτὴν τὴν ἀΐδιον αὐτοῦ θεότητα ἐκ τῶν ὄντων καὶ τῶν ὁρωμένων νοοῦμέν τε καὶ ὁρῶμεν διὰ πάντων τῶν κτισμάτων ἀναλόγως τὸν δημιουργόν, ὥστε ἡμᾶς ἀφορμήν τινα ἀγνωσίας μὴ προβάλλεσθαιτοῦτο γὰρ δηλοῖ τὸ «ἀναπολογήτους» ἔχοντες ἐν χερσὶν ἐκ τούτων ἁπάντων ἀναλόγως γινώσκειν τὸν ἑαυτῶν τε καὶ τοῦ παντὸς δημιουργόν.

ζ.74 Ὁμοίως πάλιν λέγει· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῶι», εἰς μέρη καὶ τρόπους, εἰς προφήτας καὶ Υἱὸν διελὼν τὸν λόγον· μέρη μὲν εἰπὼν τὴν διαφορὰν τῶν τόπων, ἐν οἷς ἐφαίνετό τε καὶ ἐλάλει τοῖς ἀρχαίοις ἀνθρώποις ὁ Θεὸς διὰ τῶν προφητῶν, τρόπους δὲ τὴν ποικιλίαν αὐτῶν τῶν ὀπτασιῶν, ὧν κατὰ καιρὸν ὀπτανόμενος πρὸς τὰς παρακειμένας χρείας ἐδείκνυεν, εἴτε δι᾽ ἑαυτοῦ εἴτε διὰ τῶν προφητῶν, τοῦτο θέλων σημᾶναι ὡς πανταχόθεν ὁ Θεὸς ἔκ τε τῶν ὄντων, ἔκ τε τῶν ὀπτασιῶν, οὐκ ἠμέλησε διδάξαι προθέμενος τοὺς λογικοὺς περὶ τῆς αὑτοῦ γνώσεως, ποτὲ μὲν διὰ τῶν προφητῶν, νυνὶ δὲ διὰ τοῦ ἰδίου Υἱοῦ.

ζ.75 Εἶθ᾽ οὕτω λοιπὸν πεπειραμένοις ἡτοίμασε καὶ τὴν μέλλουσαν κατάστασιν, ἐν ἧι ἀφθάρτους καὶ ἀθανάτους ἡμᾶς ἐργασάμενος καταστήσειεν, ἐμπιπλῶν ἡμᾶς ὡς ἐμπείρους καὶ τῆς τελείας αὑτοῦ γνώσεως, καθὼς δεῖ γνῶναι ἡμᾶς. Διὰ τοῦτο τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν, οὐ δυναμένων ἡμῶν, ὡς προείρηται, ὑφ᾽ ἓν ἀθρόως πᾶσαν τὴν γνῶσιν δέξασθαι ἄνευ μαθήσεως· αὐτοδίδακτον γὰρ μόνον τὸ θεῖόν ἐστι καὶ πηγὴ γνώσεως, παρ᾽ ἑτέρου μὴ προσλαβόν, ἀλλὰ δυνάμενον καὶ ἑτέροις χορηγῆσαι, ἡμᾶς δὲ διδαχθῆναι πάλιν, θνητοὺς ὄντας καὶ τρεπτούς, ἐκ τῶν δυσχερῶν, ἐπειδήπερ, φησὶν ὁ Ἀπόστολος· «Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης»· χωρὶς γὰρ παιδείας καὶ λυπηρῶν ἀδύνατον μάθησιν γενέσθαι.

ζ.76 Παιδείας οὖν ἕνεκα τοῦτον τὸν κόσμον πεποίηκε θνητὸν καὶ τρεπτὸν καὶ ποικίλον, ἵνα τῆι συντριβῆι τῆς μαθήσεως καὶ τῆι ποικιλίαι τοῦ παντὸς διὰ πείρας δυνηθῶμεν ἀνελθεῖν ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν. Εἰ γὰρ ἐξ ἀρχῆς ἀθανάτους καὶ ἀτρέπτους ἡμᾶς εἰργάσατο, οὐδὲν διεφέρομεν τῶν ἀλόγων τῶν φυσικῶς μὲν ἐχόντων τι χρήσιμον, ἀγνοούντων δὲ τί κέκτηνται, οἷον ἡ μέλιττα τὸ κηρίον σοφῶς ἐργαζομένη, καὶ ἡ ἀράχνη εὐτέχνως ἱστουργοῦσα, καὶ ὁ μύρμηξ θέρους ἑτοιμαζόμενος τὴν τροφήν, οὐκ ἐπιστήμηι λογικῆι τινι ποιοῦσιν, ἢ ὡς ὁ χρυσὸς καὶ ὁ μαργαρίτης καλοὶ μέν, ἀλλ᾽ οὐκ αἰσθάνονται τοῦ οἰκείου κάλλους.

ζ.77 Σοφῶς οὖν καὶ πάνυ σοφῶς ὁ Θεὸς τὰς δύο καταστάσεις ἀνέκαθεν πεποίηκεν, ἵνα πεπειραμένοι ἀπεντεῦθεν ἡδέων καὶ λυπηρῶν γνῶμεν τελείως ἐν τῆι δευτέραι καταστάσει τὴν δύναμιν τῆς αὐτοῦ ἀγαθότητος, διὰ τῶν παρεχομένων ἡμῖν ἀνεκλαλήτων καὶ αἰωνίων ἀγαθῶν, καὶ ἐξ οἵων εἰς οἷα μετερχόμεθα. Ταῦτα καὶ τὰ τοιαῦτα κηρύττει πᾶσα ἡ θεία Γραφή, καὶ οὗτος αὐτῆς ἅπας ὁ σκοπός. Ἀγνοοῦσι γὰρ οἱ βέλτιστοι τὸν σκοπὸν τῶν θείων Γραφῶν, οἱ τοὺς οὐρανοὺς ἀπόλλοντες καὶ ἑτέρους ἡμῖν καινοὺς εἰσάγοντες. Οὐ γὰρ ἠγνόησέ ποτε ὁ Θεός, νῦν δὲ κρεῖττον ἐπέγνω ποιῆσαι ἑτέρους οὐρανοὺς καὶ κρείττονα κατάστασιν, κατὰ τὸν μῦθον τῶν ἀνοήτων καὶ πεπλασμένων χριστιανῶν, ἀλλ᾽ ἀεὶ ὁ αὐτὸς ὑπάρχει, ὡσαύτως καὶ κατὰ τὸ αὐτὸ ὤν, γινώσκων πῶς τε καὶ πότε καὶ πόσον καὶ ποῦ καὶ οἷον ποιήσειε τὸν σύμπαντα κόσμον.

ζ.78 Ἀλλ᾽ ὅμως προβάλλονται ἡμῖν δῆθεν εὐλόγως τὸ ἀνακύπτον ἐκ τούτου ἄπορον λέγοντες· Τί οὖν τὰ ἔμβρυα τελευτῶντα εἰς γνῶσιν Θεοῦ προκόπτουσι, μὴ πεπειραμένα ἡδέων καὶ λυπηρῶν καὶ ἀπεντεῦθεν διδαχθέντα περὶ Θεοῦ; Πρὸς οὓς ἐροῦμεν ὅτι τὸ ἔμβρυον τὸ λογικὸν γευσάμενον, ὡς ἔπος εἰπεῖν, τῆς μητρώιας γαστρόςἀμυδρῶς πως ὡς σύμβολον οὖσα τούτου τοῦ κόσμου ἡ μητρώια γαστήρ, ἐν ἧι καὶ θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης ὑπάρχει, λαμβάνον γνῶσιν ἐν τῆι μελλούσηι καταστάσει ὑπομιμνήισκεται καὶ εἰς αἴσθησιν ἔρχεται τῆς μητρώιας γαστρός, ἐν ἧι πεπείραται μερικῶς καὶ αὐτὸ τῆς τοιαύτης καταστάσεως.

ζ.79 Ἔτι δὲ ὁρᾶι καὶ τὰ στοιχεῖα καὶ τὸν σύμπαντα κόσμον ἱστάμενον ὡς διδάσκαλον, καὶ διὰ τῆς τελείας γνώσεως ἀναλογιζόμενον εὐθέως εἰς ἐπίγνωσιν καὶ αὐτὸ ἔρχεται τοῦ παρεληλυθότος βίου, ἐν ταὐτῶι καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τοῦ δημιουργήσαντος τὰ πάντα.

ζ.80 Περὶ δὲ τῆς κρίσεως αὐτῶν, αὐτῶι τῶι Θεῶι παραχωροῦμεν· οὐ γὰρ ἐνδέχεται ἡμᾶς εἰδέναι πάντα ἐν τῶιδε τῶι βίωι. Μόνον δὲ λέγομεν, ὡς ἔστι λέγειν, ὅτι μέσα τινά εἰσι, μήτε στεφάνους ληψόμενα, μήτε τιμωρίας ὑπομένοντα, τῆς μὲν γὰρ τιμωρίας ἐλευθερούμενα διὰ τὸ μὴ ἀπολαῦσαι τῶν ἀγαθῶν τοῦ βίου τούτου, τῶν δὲ στεφάνων στερισκόμενα ὡς μὴ καμόντα ἐν τῶιδε τῶι βίωι. Εἰ δὲ καὶ τοῦτο εἴποι τις ὅτι ἑκάστου αὐτῶν ὡς ἂν ἐπίσταται ὁ Θεός, εἰ ἐπέμενον ζῶντα, τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, οὕτως αὐτὰ κρινεῖ, οὐκ ἀποβαλλόμεθα τὸν νοῦν, ἀλλὰ παραχωροῦμεν τοῖς πλέον τι εἰδόσιν. Ἡμεῖς γὰρ περὶ κρίσεως τὸ τέλειον οὐκ ἐπιστάμεθα, τῶι Θεῶι τὸ δοκοῦν πάντως καλὸν καὶ σοφὸν λογιζόμενοι, ὁμολογοῦντες ἐν τούτωι τὴν ἡδίστην ἧτταν καὶ στεφανηφοροῦντες ἐπὶ τῆι τοιαύτηι ἀγνοίαι κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον· «Ἐκ μέρους γινώσκομεν, φήσαντος, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθηι τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται», τελείως τότε γινωσκόντων ἡμῶν, καθὼς δεῖ γνῶναι, καὶ τελείων πάντων ἀνισταμένων, καθάπερ πάλιν λέγει ὁ Ἀπόστολος· «Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.»

ζ.81 Πάλιν δὲ ἀπορήσουσιν ἡμῖν ἐν τούτωι, πῶς ὁ μικρὸς τῶι σώματι τέλειος ἀνίσταται, καὶ πῶς ὁ πηρὸς καὶ ὁ χωλός, ἢ ὁ ἀποκεκομμένος ἓν τῶν μελῶν, σῶος καὶ πληρέστατος ἀνίσταται· ἀκουσάτω παρ᾽ ἡμῶν καὶ γραφικῶς καὶ φυσικῶς ὅτι ὥσπερ ὁ Θεὸς λαβὼν τὴν πλευρὰν τοῦ Ἀδὰμ σμικρότατον αὐτοῦ μέλος οὖσαν καὶ ὠικοδόμησεν αὐτὴν εἰς τελείαν γυναῖκα, τὸ περισσὸν ἀπορρήτωι λόγωι ἀναπληρώσας, καὶ ὥσπερ συνάπτεται τὸ ἀνδρόγυνον πολλάκις τυφλὸν ὂν ἢ ἀποκεκομμένον καὶ τὸ τικτόμενον ἐξ αὐτῶν σῶον καὶ ὑγιὲς τίκτεται, οὕτω πιστευτέον, ἤτοι καὶ νοητέον, ἐπὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὡς ἀναγεννωμένων ἡμῶν ἐκ τῶν τάφων κρείττονα γέννησιν ἤπερ ἐκ μήτρας.

ζ.82 Διαγράψω δέ σοι, προσφιλέστατε, καὶ τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τοῦ κατὰ μεσόθεν στερεώματος, καὶ τὴν σκηνὴν τὴν διὰ Μωϋσέως κατασκευασθεῖσαν, ἣ καὶ ἐκτύπωμα τυγχάνει παντὸς τοῦ κόσμου, ἔτι δὲ καὶ τῶν ἔξωθεν τὴν πολύφημον σφαῖραν, ἵνα γνῶις καὶ δι᾽ αὐτῆς τῆς ὄψεως ὡς ἁρμοδίως τῶι σχήματι καὶ ἡ θεία Γραφὴ καὶ τὸ χριστιανικὸν κήρυγμα διαλέγεται, τῆς δὲ ἔξωθεν σφαίρας παντελῶς ἀπηλλοτρίωται.

Παραγραφαὶ ἁρμόζουσαι ἐκ τῆς θείας Γραφῆς
περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ καὶ τῆς γῆς.

ζ.83 «Ἐν ἀρχῆι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· τούτων ὡς περιεκτικῶν ἐμνημόνευσε συνσημάνας καὶ ἔσωθεν τούτων τὰ ἅμα αὐτοῖς γενόμενα, καὶ πάλιν· «Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν», ὡσανεὶ πάλιν περιεκτικῶν αὐτῶν ὄντων καὶ παντὸς τοῦ κόσμου αὐτῶν ἔνδον αὐτῶν ὑπάρχοντος, καὶ πάλιν· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς», ὡσανεὶ πάλιν ἔνδον αὐτῶν πάντων ὑπαρχόντων καὶ περιεκτικῶν αὐτῶν ὄντων, καὶ πάλιν· «Καὶ κατέπαυσεν ὁ Θεὸς τῆι ἡμέραι τῆι ἑβδόμηι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι», ὡσανεὶ ὅτι καὶ ἤρξατο δημιουργεῖν καὶ ἔληξε δημιουργῶν, καὶ πάλιν· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς», ὡσανεί· Αὕτη ἡ βίβλος διηγεῖται τὴν γένεσιν τοῦ παντὸς κόσμου, ἥτις περιγράφεται ἐν οὐρανῶι καὶ γῆι.

ζ.84 Καὶ πάλιν περὶ τοῦ σχήματός φησιν Ἠσαΐας· «Ὁ στήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν»· τὸ μὲν «ὡς καμάραν» περὶ τοῦ πρώτου, τὸ δὲ «διατείνας ὡς σκηνὴν» περὶ τοῦ δευτέρου εἰρηκὼς δηλονότι ὡς οἶκον λέγει, ἔνθα οἰκοῦσιν, ἤγουν κατασκηνοῦσί τινες. Καὶ πάλιν ὁ Δαυΐδ· «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν» περὶ τοῦ στερεώματος λέγων· «ὡσεὶ δέρριν» δὲ λέγει, ὡσανεὶ τὰ σκεπάσματα τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, οἷα δ᾽ ἂν εἶεν, εἴτε τρίχινα εἴτε ἱμάτια· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκεπάσματα τὰ σκέποντα τὴν σκηνήν, ἀμέλει ἐπιφέρει· «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῶια αὐτοῦ», σαφέστερον καὶ στέγην καὶ περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών.

ζ.85 Περὶ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῆι γῆι οὕτω φησὶν ἐν τῶι Ἰώβ· «Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε· κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον», σημαίνων ὅτι κέκλιται εἰς γῆν καὶ κεκόλληται ὡς κύβος κάτωθεν, ὡσανεὶ τετράγωνος.

ζ.86 Περὶ τοῦ μηδὲν εἶναι ὑποκάτω τῆς γῆς οὕτως φησὶν ἐν τῶι Ἰώβ· «Ὁ κρεμνῶν τὴν γῆν ἐπ᾽ οὐδενός», ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω τι, ὁμοίως πάλιν ἐν αὐτῶι· «Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν;» ὡσανεὶ οὐκ ἔστι τι ὑποκάτω, ἐν ὧι πέπηγεν. Ἐν δὲ τῶι Δαυῒδ οὕτως λέγει· «Ἐθεμελίωσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς», ἵνα εἴπηι αὐτὴν ἐφ᾽ ἑαυτὴν θεμελιωθεῖσαν καὶ οὐχὶ ἐπί τινος.
1) Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς.
2) Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον.
3) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.
4) Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος.
5) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.

ζ.87 Τύπος οὖν ἐστι πᾶσα ἡ σκηνὴ τοῦ παντὸς κόσμου, καθὰ διηγεῖται ὁ θεῖος Ἀπόστολος, περὶ μὲν τῆς ἐξωτέρας οὕτως λέγων· «Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν», «κοσμικὸν» αὐτὴν φήσας, ὡσανεὶ τοῦ κόσμου τούτου τύπον ὑπάρχουσαν, περὶ δὲ τῆς ἐσωτέρας οὕτω φησίν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν», «ἀληθινὴν» μὲν τὸν οὐρανὸν εἰπών, «ἀντίτυπα» δὲ τὴν ἐσωτέραν σκηνήν.

ζ.88 Κατανοείτω οὖν ὁ ἀναγινώσκων τῶι σχήματι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶι ἐκτυπώματι, τουτέστι τὴν σκηνήν, πῶς ἁρμόδια πάντα τυγχάνουσι τῶι δόγματι τῶι χριστιανικῶι, ὅτι δύο χῶροί εἰσι τοῦ παντὸς κόσμου, οὗτος καὶ ὁ ἀνώτερος, ἡτοιμασμένοι ἀπὸ καταβολῆς κόσμου· οὗτος μὲν ἐν τῆι νῦν καταστάσει δέδοται ἀγγέλοις καὶ ἀνθρώποις, καὶ ὁ ἀνώτερος ἐν τῆι μελλούσηι καταστάσει ἐξ ἀναστάσεως νεκρῶν δίδοται τοῖς δικαίοις ἀνθρώποις καὶ ἀγγέλοις.

ζ.89 Ἡ γὰρ τῶν ἔξωθεν πολύφημος σφαῖρα οὐχ ἁρμόζει καθόλου τῶι χριστιανικῶι κηρύγματι, ἀλλὰ μᾶλλον τούτοις ἁρμόζει τοῖς ἀνάστασιν νεκρῶν μὴ ἐλπίζουσι, μήτε ἑτέραν κατάστασιν παρὰ ταύτην, τοῖς ἀεὶ ἐν γενέσει καὶ φθορᾶι διάγειν τὸν σύμπαντα κόσμον λέγουσιν.

Παραγραφή

ζ.90 Εἰ μὲν εἰς τὴν πρώτην σφαῖραν, ἔνθα ἐστὶν ἡ Σελήνη, λέγουσιν οἱ τῆς πλάνης διδάσκαλοι τὸν Δεσπότην Χριστὸν εἰσιέναι, πρέπον μὲν ἐν πρώτοις τῆι αὐτῶν πλάνηι ὅτι μετὰ τῆς θεοῦ αὐτῶν λέγουσιν αὐτὸν διάγειν· δεύτερον ὅτι ναστῆς οὔσης τῆς σφαίρας εἰπάτωσαν, εἰ ἅμα τῆς Σελήνης, ὡς ἰχθὺς ἐν ὕδατι, διατέμνει τὸ οὐράνιον σῶμα τὴν ἐναντίαν βαδίζων, ἢ τὴν εὐθεῖαν ἅμα τῶι παντὶ βιαίως κυλίεται, ἅπερ καὶ ταῦτα καταγέλαστα· τρίτον ὅτι ὑπεράνω αὐτοῦ εἰσιν οἱ ἕτεροι πλανῆται ὑμῶν θεοί, λέγω δὴ Ἑρμῆς, Ἀφροδίτη, Ἥλιος, Ἄρης, Ζεύς, Κρόνος, ὁ πατὴρ τῶν θεῶν ὑμῶν, οἷς δεκαδύο ζωιδίων καὶ οἱ τριάκοντα ἓξ δεκανοί. Καὶ πῶς οὐ ψεύδεται καθ᾽ ὑμᾶς ὁ Ἀπόστολος φάσκων «ὑπεράνω αὐτὸν» εἶναι «πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως, καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου»;

ζ.91 Εἰ δὲ ἐν τῆι δευτέραι σφαίραι φήσουσιν αὐτὸν εἶναι, τὰ αὐτὰ πάλιν αὐτοῖς ἀπαντήσεται, καὶ εἰ ἐν τῆι τρίτηι καὶ ἐν τῆι τετάρτηι καὶ ἐν τῆι πέμπτηι καὶ ἐν τῆι ἕκτηι καὶ ἐν τῆι ἑβδόμηι καὶ ἐν τῆι ὀγδόηι καὶ ἐν τῆι ἐνάτηι εἴπωσιν αὐτὸν ὑπεράνω πάντων, εὑρεθήσεται ψεῦδος τὸ παρὰ τῶι Ἀποστόλωι εἰρημένον, ὅτι ἀπὸ τῆς πρώτης σκηνῆς, τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου, ἐπὶ τὴν δευτέραν εἰσελήλυθεν ὁ Χριστός, τουτέστιν εἰς τὸν οὐράνιον χῶρον, αἰωνίαν λύτρωσιν εὑράμενος, ἐνάτης οὔσης καὶ οὐ δευτέρας. Ὁ ἀγαπῶν οὖν χριστιανὸς εἶναι τῆι θείαι Γραφῆι ἕπεται, καὶ οὐχὶ τῆι ἀπάτηι τῶν ἔξωθεν ἐπιστηρίζεται, τῆι πολυθεΐαν καὶ ἰσοθεΐαν διδασκούσηι καὶ ὄλεθρον ταῖς ψυχαῖς ἐμποιούσηι.

Τὸ κείμενον

ζ.92 Πασῶν οὖν τῶν σφαιρῶν κατὰ τὸ συνεχὲς κειμένων καὶ ναστῶν οὐσῶν, πῶς ἐνδέχεται νοεῖν ἐν αὐτῶι τῶι σχήματι ἀνάστασιν νεκρῶν ἔσεσθαι καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν οὐρανῶι καὶ βασιλεύειν ἐν οὐρανῶι τοὺς ἀνθρώπους, τουτέστιν ἐν τῆι δευτέραι σκηνῆι, ἔνθα καὶ τὸν Χριστὸν λέγει ἡ Γραφὴ ἤδη εἰσιέναι πρῶτον πάντων, καὶ τὰ ἄλλα πάντα ὅσα προείρηται; Ἀκολούθως γὰρ οἱ ἔξωθεν τὴν σφαῖραν δοξάζοντες οὔτε ἀνάστασιν νεκρῶν ὁμολογοῦσιν, οὔτε τὴν ἄνοδον αὐτῶν τὴν εἰς τὸν οὐρανὸν λέγουσιν, οὔτε ὕδατα λέγουσιν εἶναι ἐπάνω τοῦ οὐρανοῦ, οὔτε ἀλλάσσεσθαι λέγουσι τὸ σχῆμα τοῦ κόσμου τούτου, τουτέστι τὴν περιφορὰν τῶν ἄστρων καὶ τῶν καθεξῆς, οὔτε ὅτι τις ἀνῆλθε μετὰ σώματος παντελῶς εἰς τὸν οὐρανόν, οὔτε ἀνέρχεται.

ζ.93 Ἀλλ᾽ οἱ μὲν αὐτῶν τὰς ψυχὰς μόνας μετὰ θάνατον περιπολεύειν σὺν τῆι σφαίραι καὶ ὁρᾶν ἤτοι γινώσκειν πάντα λέγουσιν, οἱ δὲ καὶ μετενσωμάτωσιν βούλονται, ἄλλοι καὶ προβιοτὴν ἀσπάζονται· οἷς καὶ ἕπεται λέγειν ἐξ ἀκολουθίας καταλύεσθαι τὴν σφαῖραν, ἤτοι πάσας, καὶ πᾶσαν σωματικὴν φύσιν ἀπόλλυσθαι καὶ ὑποστρέφειν εἰς τὴν ἀρχαίαν τάξιν τὰς ψυχάς, ὥσπερ καὶ οἱ περὶ τὸν θαυμάσιον Ὠριγένην δοξάζουσι· ἕτεροι δὲ ἀεὶ ἄναρχον καὶ ἀτελεύτητον αὐτὸν τὸν οὐρανόν φασιν εἶναι καὶ ἐν γενέσει καὶ ἐν φθορᾶι ἀεὶ διάγειν τὸν κόσμον, οἷς συνάγεται χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ φθονερὸν τὸν Θεὸν λέγειν, ἤγουν παντελῶς ἀθεΐαν δοξάζειν· ἀνοίκειον γὰρ τὸ οὕτως πάντοτε μένειν τὸν κόσμον ἐν γενέσει καὶ φθορᾶι, καὶ ἕτερα πάμπολλα ἄπορα αὐτοῖς πᾶσιν ἀνακύπτει.

ζ.94 Μόνοι δὲ τέλειοι χριστιανοὶ ὑπάρχουσιν ὡς στάχυες εὐσεβείας μέσον ἀκανθῶν καὶ ζιζανίων ὄντες, οἱ πιστεύοντες πάσηι τῆι θείαι Γραφῆι, Παλαιᾶι τε καὶ Καινῆι Διαθήκηι, καὶ μήτε πρὸ ταύτης τῆς καταστάσεως εἶναι ἑτέραν λέγοντες, μήτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀποφαινόμενοι, ἀλλὰ τὰς δύο μόνας, ἃς καὶ ἡ καταγραφὴ ἁρμοδίως δείκνυσιν, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν καὶ οὐράνιον μετερχόμεθα καὶ πάλιν τότε σὺν Κυρίωι διάγομεν, καθάπερ πᾶσα ἡ θεία Γραφὴ διαλέγεται, ἀρξάμενον μὲν τὸν Θεὸν δημιουργεῖν, ποιήσαντα δὲ τοὺς δύο χώρους, καὶ παυσάμενον τῆς δημιουργίας κατὰ τὸν ἄνωθεν αὐτοῦ καὶ ἐξ ἀρχῆς σκοπόν.

ζ.95 Ἀλλόκοτα τοίνυν συνέγραψεν, ὦ βέλτιστε, ὃν εἴρηκας πεπλασμένον μᾶλλον χριστιανόν, τοὺς οὐρανοὺς καταλύεσθαι λέγων, οὓς καὶ σφαιροειδεῖς δοξάζει κατὰ τὴν ὑποθήκην τῶν ἔξωθεν, καὶ τούτους ἀεὶ περιστρέφεσθαι, μύθους μᾶλλον γραώδεις ἀναγραψάμενος ἢ χριστιανικὰ δόγματα, οὐδενὶ τὸ σύνολον ἀκολουθήσας, εἰ μὴ ἐκ μέρους τῶι χρηστῶι Ὠριγένηι· τῆς γὰρ δόξης τῶν χριστιανῶν παντελῶς ἠλλοτρίωνται τὰ παρ᾽ αὐτοῦ συγγραφέντα. Ὑμέτερον δὲ ἂν εἴη λοιπὸν κρῖναι καὶ συγκρῖναι ἕκαστον δόγμα καὶ σχῆμα καὶ σκοπῆσαι ποίωι δόγματι καὶ σχήματι χρὴ τὸν ἀληθῶς χριστιανὸν τὸν εὐσεβεῖν βουλόμενον προστεθῆναι. Πολλὴν γὰρ ἀπάτην ὁρῶ καὶ δόλον τοῦ συγγραψαμένου τοὺς μύθους, καὶ τῶι οὐρανῶι τὸ σφαιρικὸν σχῆμα δωρουμένου καὶ πάλιν τοῦτον καταλύεσθαι λέγοντος.

ζ.96 Ἐγὼ γάρ, ὦ προσφιλέστατε, οὕτως κατὰ τὴν θείαν Γραφὴν φρονῶ, θαρρῶ δὲ καὶ σὲ τοιοῦτον εἶναι οἷος κἀγώ, χριστιανὸν ἑπόμενον ταῖς θείαις Γραφαῖς καὶ τῆι παραδόσει τῆς ἁγίας Ἐκκλησίας φασκούσηι· Πιστεύω εἰς ἕνα Θεόν, τουτέστι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον, καὶ εἰς σαρκὸς ἀνάστασιν, εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, ὡς καὶ αὐτὸ τὸ Σύμβολον λέγει· πιστεύω ἀνάστασιν ἔσεσθαι νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

ζ.97 Καὶ ὡς οἱ ἱερεῖς ὁμοίως εὔχονται περὶ μὲν τῶν προσφερόντων οὕτως λέγοντες· Τὸ εὐχαριστήριον τῶν δούλων σου πρόσδεξαι εἰς τὸ οὐράνιον καὶ ἐλλόγιμόν σου θυσιαστήριον, εἰς τὰ μεγέθη σου τῶν οὐρανῶν, ἀποδιδοὺς αὐτοῖς ἀντὶ φθαρτῶν ἄφθαρτα, ἀντὶ προσκαίρων αἰώνια, ἀντὶ ἐπιγείων οὐράνια, περὶ δὲ τῶν κεκοιμημένων οὕτως· Τὴν ψυχὴν τοῦδε ἀνάπαυσον συνανεγείρων καὶ τὴν σάρκα αὐτοῦ ἐν ἧι ἂν ἡμέραι ὥρισας κατὰ τὰς ἀληθεῖς καὶ ἀψευδεῖς σου ἐπαγγελίας, οἷς κἀγὼ ἐπισυνάπτω ἐπευχόμενος ἅμα αὐτοῖς τὸ ὑπόλοιπον λέγων· Ἡμῖν δὲ χριστιανὰ τὰ τέλη καὶ εὐάρεστα ἐνώπιόν σου χάρισαι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Χριστιανοῦ πρὸς Ἀναστάσιον περὶ οὐρανοῦ, τοῦ γραμματικοῦ αἰτησαμένου Ἀνατολίου