Μετάβαση στο περιεχόμενο

Χριστιανική Τοπογραφία/Βιβλίο ια΄

Από Βικιθήκη
Χριστιανικὴ Τοπογραφία
Λόγος ιαʹ


Καταγραφὴ περὶ ζώιων ἰνδικῶν καὶ περὶ δένδρων ἰνδικῶν καὶ περὶ τῆς Ταπροβάνης νήσου.

ια.1 Τοῦτο τὸ ζῶιον καλεῖται ῥινόκερως διὰ τὸ ἐν τοῖς μυκτῆρσι τὰ κέρατα ἔχειν· ὅτε δὲ περιπατεῖ, σαλεύονται τὰ κέρατα, ὅτε δὲ ὁρᾶι μετὰ θυμοῦ, ἀποτείνει αὐτὰ καὶ ἀσάλευτα εὑρίσκονται, ὥστε καὶ δένδρα δύνασθαι ἐκριζοῦν ἐν αὐτοῖς μάλιστα τὸ ἔμπροσθεν. Τοὺς δὲ ὀφθαλμοὺς κάτω περὶ τὰς γνάθους ἔχει. Φοβερώτατον δέ ἐστι πάνυ μάλιστα καὶ τῶι ἐλέφαντί πως ἀντικείμενον· οἱ πόδες δὲ καὶ τὸ δέρμα παραπλήσιά εἰσι τῶι ἐλέφαντι. Ἔχει δὲ καὶ τὸ πάχος τοῦ δέρματος αὐτοῦ ξηραινόμενον δακτύλους τέσσαρας, καὶ ἐξ αὐτοῦ ἔνιοι βάλλουσιν ἀντὶ σιδήρου εἰς τὰ ἄροτρα καὶ ἀροτριοῦσι τὴν γῆν.

ια.2 Καλοῦσι δὲ αὐτὸ οἱ Αἰθίοπες τῆι ἰδίαι διαλέκτωι ἀρουὴ ἅρισι, δασύνοντες τὸ δεύτερον ἄλφα καὶ οὕτω προστιθέντες τὸ ῥισί, ἵνα εἴπηι διὰ τοῦ μὲν ἀρουὴ θηρίον, διὰ τοῦ δὲ ἅρισι ἀροτριοῦν, ἐκ τοῦ σχήματος τοῦ περὶ τοὺς ῥώθωνας, ἅμα δὲ καὶ τοῦ δέρματος τὴν ἐπωνυμίαν αὐτῶι τεθεικότες. Τεθέαμαι δὲ καὶ ζῶντα ἐν τῆι Αἰθιοπίαι ἀπὸ μακρὰν ἱστάμενος καὶ νεκρὸν ἐκδαρὲν καὶ καταγγισθὲν ἄχυρα καὶ ἱστάμενον ἐν οἴκωι βασιλικῶι, ὅθεν ἀκριβῶς κατέγραψα.

ια.3 Τοῦτο τὸ ζῶιον ὁ ταυρέλαφος καὶ ἐν τῆι Ἰνδίαι καὶ ἐν τῆι Αἰθιοπίαι εὑρίσκεται. Ἀλλὰ τὰ μὲν τῆς Ἰνδίας ἥμερά εἰσι,καὶ ἐν αὐτοῖς ποιοῦσιν ἐν δισακκίοις βασταγὰς πιπέρεως καὶ ἑτέρων φορτίων, καὶ γάλα ἀμέλγουσιν ἐξ αὐτῶν καὶ βούτυρον. Ἅμα δὲ καὶ τὸ κρέας ἐσθίομεν, οἱ μὲν χριστιανοὶ σφάζοντες, οἱ δὲ Ἕλληνες κοτραφίζοντες. Τὰ δὲ τῆς Αἰθιοπίας ἄγριά εἰσι καὶ ἀνήμερα.

ια.4 Ἡ δὲ καμηλοπάρδαλις ἐν τῆι Αἰθιοπίαι μόνηι εὑρίσκεται· καὶ αὗται πάλιν ἀνήμεραι καὶ ἄγριαί εἰσιν. Ἐν δὲ τῶι παλατίωι εἰς λόγον τοῦ βασιλέως ἡμεροῦσιν ἀπὸ μικρόθεν μίαν ἢ δύο πρὸς θέαν αὐτοῦ. Ὅτε δὲ παραβάλλουσιν αὐτῆι πιεῖν ἔμπροσθεν τοῦ βασιλέως εἰς λεκάνην ἢ γάλα ἢ ὕδωρ, εἰ μὴ ἁπλώσει τοὺς ἔμπροσθεν δύο πόδας, οὐ δύναται φθάσαι καὶ πιεῖν εἰς τὴν γῆν διὰ τὸ καὶ τοὺς πόδας καὶ τὸ στῆθος καὶ τὸν τράχηλον ὑψηλὰ ὑπάρχειν· ἀναλόγως οὖν διασχίζουσα τοὺς ἔμπροσθεν πόδας τότε δύναται πιεῖν. Καὶ ταῦτα ὡς οἴδαμεν διεγράψαμεν.

ια.5 Ἀγριόβους ἐστὶ μέγας, τῆς Ἰνδικῆς τοῦτο τὸ ζῶιον, ἐξ οὗ ἐστιν ἡ λεγομένη τοῦφα, ἧι κοσμοῦσι τοὺς ἵππους καὶ τὰ βάνδα οἱ ἄρχοντες εἰς τοὺς κάμπους. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι, ἐὰν ἀντιλάβηται δένδρον τῆς οὐρᾶς, οὐκ ἔτι κλίνεται, ἀλλ᾽ ἵσταται ἀηδῶς ἔχων ἐᾶσαι μίαν τρίχα ἐξ αὐτῆς· λοιπὸν ἔρχονται οἱ ἐγχώριοι καὶ κόπτουσι τὴν οὐράν, καὶ τότε φεύγει τὸ πᾶν τῆς οὐρᾶς ἀπολέσας. Αὕτη ἡ φύσις τῶι ζώιωι.

ια.6 Τὸ δὲ μικρὸν ζῶιόν ἐστιν ὁ μόσχος· καλοῦσι δὲ αὐτὸ τῆι ἰδίαι διαλέκτωι οἱ ἐγχώριοι καστοῦρι. Διώκοντες δὲ αὐτὸ τοξεύουσι, καὶ τὸ συναγόμενον αἷμα περὶ τὸν ὀμφαλὸν δεσμεύοντες ἀποκόπτουσι· τοῦτο γάρ ἐστι τὸ μέρος αὐτοῦ τὸ εὐῶδες, τουτέστιν ὁ παρ᾽ ἡμῶν λεγόμενος μόσχος· τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα ἔξω ῥίπτουσιν.

ια.7 Τοῦτο τὸ ζῶιον καλεῖται μονόκερως. Οὐκ ἐθεασάμην δὲ αὐτό· στήλας δὲ αὐτοῦ χαλκᾶς ἀνατιθεμένας ἐν τῆι Αἰθιοπίαι ἐν οἴκωι τετραπύργωι βασιλικῶι τέσσαρας ἑώρακα, διὸ καὶ οὕτως κατέγραψα. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι φοβερόν ἐστι καὶ ἀκαταμάχητον ἐν τῶι κέρατι ἔχον τὴν ὅλην ἰσχύν· καὶ ἡνίκα δόξηι παρὰ πολλῶν διώκεσθαι καὶ καταληφθῆι, εἰς κρημνὸν ἐφάλλεται καὶ ῥίπτει ἑαυτὸν ἐκ τοῦ ὕψους, καὶ κατερχόμενον ἀντιστρέφεται, καὶ τὸ κέρας δέχεται τὴν ὅλην ὁρμήν, καὶ ἀβλαβὲς διαμένει. Τοιαῦτα δὲ καὶ ἡ θεία Γραφὴ διηγεῖται περὶ αὐτοῦ λέγουσα· «Σῶσόν με ἐκ στόματος λεόντων, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου», καὶ πάλιν· «Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων»· καὶ πάλιν ἐν ταῖς εὐλογίαις τοῦ Βαλαάμ, αἷς εὐλόγησε τὸν Ἰσραήλ, φησὶν ἐκ δευτέρου· «Οὕτως ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος», αὐτῶι διὰ πάντων ἰσχὺν καὶ πεποίθησιν καὶ δόξαν μαρτυροῦσα τῶι ζώιωι.

ια.8 Τὸν δὲ χοιρέλαφον καὶ εἶδον καὶ ἔφαγον.

ια.9 Τὸν δὲ ἱπποπόταμον οὐκ εἶδον μέν, ἔσχον δὲ ὀδόντας ἐξ αὐτοῦ μεγάλους ὡς ἀπὸ λιτρῶν δεκατριῶν, οὓς καὶ πέπρακα ἐνταῦθα· πολλοὺς δὲ εἶδον καὶ ἐν τῆι Αἰθιοπίαι καὶ ἐν τῆι Αἰγύπτωι.

ια.10 Τοῦτο τὸ δένδρον ἐστὶ τὸ τοῦ πιπέρεως· ἕκαστον δὲ δένδρον ἑτέρωι ὑψηλῶι ἀκάρπωι δένδρωι ἀνακλᾶται διὰ τὸ λεπτὸν εἶναι πάνυ καὶ ἀσθενές, ὥσπερ καὶ τὰ κλήματα τῆς ἀμπέλου λεπτά· ἕκαστος δὲ βότρυς δίφυλλον ἔχει σκέπον· χλωρὸν δὲ πάνυ ἐστίν, ὥσπερ ἡ χρόα τοῦ πηγάνου.

ια.11 Τὸ δὲ ἄλλο τῶν ἀργελλίων ἐστὶ τῶν λεγομένων, τουτέστι τῶν μεγάλων καρύων τῶν ἰνδικῶν· παραλλάττει δὲ τοῦ φοίνικος οὐδέν, πλὴν ὅτι τελειότερόν ἐστι καὶ ἐν ὕψει καὶ ἐν πάχει καὶ ἐν τοῖς βαΐοις. Οὐ βάλλει δὲ καρπόν, εἰ μὴ δύο ἢ τρία σπάθια ἀπὸ τριῶν ἀργελλίων· ἔστι δὲ ἡ γεῦσις γλυκεῖα πάνυ καὶ ἡδεῖα, ὡς τὰ κάρυα τὰ χλωρά· ἐξ ἀρχῆς μὲν τοῦ ὕδατος γέμει γλυκέος πάνυ, ὅθεν καὶ ἐξ αὐτῶν πίνουσιν οἱ Ἰνδοὶ ἀντὶ οἴνου· λέγεται δὲ τὸ πινόμενον ῥογχοσοῦρα ἡδὺ πάνυ· τρυγώμενον δὲ καὶ παραμένον αὐτὸ τὸ ἄργελλιν, πήγνυται τὸ ὕδωρ αὐτοῦ κατὰ πρόσβασιν τὸ ἐπὶ τὸ ὄστρακον αὐτοῦ, καὶ μένει τὸ ὕδωρ εἰς τὸ μέσον ἄπηκτον, μέχρις ὅτου καὶ αὐτὸ ἐκλίπηι· ἐὰν δὲ καὶ πλέον παραμείνηι, ταγγίζει ὁ καρπὸς αὐτοῦ ὁ πεπηγὼς καὶ οὐ δύναται ἔτι βρωθῆναι.

ια.12  Φώκην τὴν λεγομένην καὶ τὸν δελφῖνα καὶ χελώνην ἣν ἐσθίομεν κατὰ θάλατταν, εἰ τύχοι πιασθῆναι. Τὸν μὲν δελφῖνα καὶ τὴν χελώνην σφάζοντες ἐσθίομεν, τὴν δὲ φώκην οὐ σφάζοντες, ἀλλὰ κοτραφίζοντες, ὡς ἐπὶ τῶν ἰχθύων τῶν μεγάλων. Καὶ τὸ μὲν κρέας τῆς χελώνης, ὡς προβάτου, ἐστὶ μελαμψόν· τὸ δὲ τοῦ δελφῖνος, ὡς χοίρου, μελαμψὸν δὲ καὶ βρομῶδες· τὸ δὲ τῆς φώκης, ὡς χοίρου, λευκὸν καὶ ἄβρομον.

Περὶ τῆς Ταπροβάνης νήσου

ια.13 Αὕτη ἐστὶν ἡ νῆσος ἡ μεγάλη ἐν τῶι Ὠκεανῶι, ἐν τῶι Ἰνδικῶι πελάγει κειμένη, παρὰ μὲν Ἰνδοῖς καλουμένη Σιελεδίβα, παρὰ δὲ Ἕλλησι Ταπροβάνη, ἐν ἧι εὑρίσκεται ὁ λίθος ὁ ὑάκινθος· περαιτέρω δὲ κεῖται τῆς χώρας τοῦ πιπέρεως. Πέριξ δὲ αὐτῆς εἰσι νῆσοι μικραὶ πολλαὶ πάνυ, πᾶσαι δὲ γλυκὺ ὕδωρ ἔχουσαι καὶ ἀργέλλια· ἀγχιβαθαὶ δὲ ὡς ἐπὶ τὸ πλεῖστον πᾶσαί εἰσιν. Ἔχει δὲ ἡ νῆσος ἡ μεγάλη, καθώς φασιν οἱ ἐγχώριοι, γαύδια τριακόσια εἴς τε μῆκος ὁμοίως καὶ πλάτος, τουτέστι μίλια ἐννακόσια. Δύο δὲ βασιλεῖς εἰσιν ἐν τῆι νήσωι, ἐναντίοι ἀλλήλων· ὁ εἷς ἔχων τὸν ὑάκινθον, καὶ ὁ ἕτερος τὸ μέρος τὸ ἄλλο, ἐν ὧι ἐστι τὸ ἐμπόριον καὶ ὁ λιμήν· μέγα δέ ἐστι καὶ τὸ τῶν ἐκεῖσε ἐμπόριον.

ια.14 Ἔχει δὲ ἡ αὐτὴ νῆσος καὶ Ἐκκλησίαν τῶν ἐπιδημούντων Περσῶν χριστιανῶν καὶ πρεσβύτερον ἀπὸ Περσίδος χειροτονούμενον καὶ διάκονον καὶ πᾶσαν τὴν ἐκκλησιαστικὴν λειτουργίαν. Οἱ δὲ ἐγχώριοι καὶ οἱ βασιλεῖς ἀλλόφυλοί εἰσιν. Ἱερὰ δὲ πολλὰ ἔχουσιν ἐν αὐτῆι τῆι νήσωι· εἰς ἕνα δὲ ἱερὸν αὐτῶν ἐφ᾽ ὑψηλοῦ κείμενόν ἐστιν ἕνα ὑακίνθιν, ὥς φασι, πυρροῦν καὶ μέγα ὂν ὡς στρόβιλος μέγας· καὶ λάμπει μακρόθεν, μάλιστα τοῦ ἡλίου αὐτὸ περιλάμποντος, ἀτίμητον θέαμα ὄν.

ια.15 Ἐξ ὅλης δὲ τῆς Ἰνδικῆς καὶ Περσίδος καὶ Αἰθιοπίας δέχεται ἡ νῆσος πλοῖα πολλά, μεσῖτις οὖσα, ὁμοίως καὶ ἐκπέμπει. Καὶ ἀπὸ μὲν τῶν ἐνδοτέρων, λέγω δὴ τῆς Τζινίστα καὶ ἑτέρων ἐμπορίων, δέχεται μέταξιν, ἀλοήν, καρυόφυλλον, ξυλοκαρυόφυλλον, τζανδάναν, καὶ ὅσα κατὰ χώραν εἰσί· καὶ μεταβάλλει τοῖς ἐξωτέρω, λέγω δὴ τῆι Μαλέ, ἐν ἧι τὸ πίπερ γίνεται, καὶ τῆι Καλλιανᾶι, ἔνθα ὁ χαλκὸς γίνεται καὶ σησάμινα ξύλα καὶ ἕτερα ἱμάτιαἔστι γὰρ καὶ αὕτη μέγα ἐμπόριον, ὁμοίως καὶ Σινδοῦ, ἔνθα ὁ μόσχος καὶ τὸ κοστάριν καὶ τὸ ναρδόσταχυν γίνεται, καὶ τῆι Περσίδι καὶ τῶι Ὁμηρίτηι καὶ τῆι Ἀδούληι, καὶ πάλιν τὰ ἀπὸ ἑκάστου τῶν εἰρημένων ἐμπορίων δεχομένη καὶ τοῖς ἐνδοτέρω μεταβάλλουσα καὶ τὰ ἴδια ἅμα ἑκάστωι ἐμπορίωι ἐκπέμπουσα.

ια.16 Ἡ Σινδοῦ δέ ἐστιν ἀρχὴ τῆς Ἰνδικῆς. Διαιρεῖ γὰρ ὁ Ἰνδὸς ποταμός, τουτέστιν ὁ Φεισών, εἰς τὸν κόλπον τὸν Περσικὸν ἔχων τὰς ἐκροίας, τήν τε Περσίδα καὶ τὴν Ἰνδίαν. Εἰσὶν οὖν τὰ λαμπρὰ ἐμπόρια τῆς Ἰνδικῆς ταῦτα, Σινδοῦ, Ὀρροθᾶ, Καλλιανᾶ, Σιβώρ, ἡ Μαλέ, πέντε ἐμπόρια ἔχουσα βάλλοντα τὸ πέπερι, Πάρτι, Μαγγαρούθ, Σαλοπάτανα, Ναλοπάτανα, Πουδαπάτανα. Λοιπὸν ἔξω ὡς ἀπὸ πέντε νυχθημέρων τῆς στερεᾶς εἰς τὸν Ὠκεανόν ἐστιν ἡ Σιελεδίβα, τουτέστιν ἡ Ταπροβάνη. Εἶτα λοιπὸν ἐνδοτέρω εἰς τὴν στερεὰν ἐμπόριον ἡ Μαραλλὼ βάλλουσα κοχλίους ἐστί, Καβὲρ βάλλουσα τὸ ἀλαβανδηνόν, εἶτα ἐφεξῆς λοιπὸν τὸ καρυόφυλλον, καὶ τὸ λοιπὸν ἡ Τζινίστα τὴν μέταξιν βάλλουσα, ἧς ἐνδοτέρω οὐκ ἔστιν ἑτέρα χώρα· ὁ Ὠκεανὸς γὰρ αὐτὴν κυκλοῖ κατὰ ἀνατολάς. Αὕτη οὖν ἡ Σιελεδίβα μέση πως τυγχάνουσα τῆς Ἰνδικῆς, ἔχουσα δὲ καὶ τὸν ὑάκινθον, ἐξ ὅλων τῶν ἐμπορίων δέχεται καὶ ὅλοις μεταβάλλει, καὶ μέγα ἐμπόριον τυγχάνει.

ια.17 Ποτὲ γοῦν τις ἀπὸ τῶν ἐνταῦθα πραγματευομένων ὀνόματι Σώπατρος, ὃν ἴσμεν πρὸ τριάκοντα πέντε ἐτῶν τελευτήσαντα, εἰσελθὼν ἐν τῆι Ταπροβάνηι νήσωι πραγματείας ἕνεκα ἔτυχε καὶ ἀπὸ Περσίδος ὁρμῆσαι πλοῖον. Κατῆλθον οὖν οἱ ἀπὸ Ἀδούλης, μεθ᾽ ὧν ἦν ὁ Σώπατρος, κατῆλθον καὶ οἱ ἀπὸ Περσίδος, μεθ᾽ ὧν ἦν καὶ πρεσβύτης Περσῶν. Εἶτα κατὰ τὸ ἔθος οἱ ἄρχοντες καὶ οἱ τελῶναι δεξάμενοι τούτους ἀποφέρουσι πρὸς τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς δεξάμενος καὶ προσκυνηθεὶς κελεύει αὐτοὺς καθεσθῆναι· εἶτα ἐρωτᾶι· Πῶς αἱ χῶραι ὑμῶν καὶ πῶς τὰ πράγματα; Οἱ δὲ εἶπον· Καλῶς· εἶτα ὡς ἐν τῶι μεταξὺ ἠρώτησεν ὁ βασιλεύς· Ποῖος τῶν βασιλέων ὑμῶν μειζότερος καὶ δυνατώτερος;

ια.18 Ὁ δὲ Πέρσης ἁρπάσας τὸν λόγον ἔφη· Ὁ ἡμέτερος καὶ δυνατώτερος καὶ μειζότερος καὶ πλουσιώτερος καὶ βασιλεὺς βασιλέων ἐστί· καὶ εἴ τι θέλει, δύναται. Ὁ δὲ Σώπατρος ἐσιώπα. Εἶτα φησὶν ὁ βασιλεύς· Σύ, Ῥωμεῦ, οὐδὲν λαλεῖς; Ὁ δὲ Σώπατρος· Τί ἔχω εἰπεῖν, τούτου ταῦτα εἰπόντος; Εἰ θέλεις μαθεῖν τὴν ἀλήθειαν, ἔχεις ἀμφοτέρους τοὺς βασιλέας ἐνταῦθα· κατα νόησον ἑκάστωι καὶ ὁρᾶις ποῖος λαμπρότερος καὶ δυνατώτερός ἐστιν. Ἐκεῖνος ἀκούσας ἐξενίσθη λέγων· Πῶς ἔχω τοὺς ἀμφοτέρους βασιλέας ἐνταῦθα; Ὁ δὲ εἶπεν· Ἔχεις ἀμφοτέρων τὰς μονίτας, τοῦ μὲν τὸ νόμισμα, τοῦ δὲ τὴν δραχμήν, τουτέστι τὸ μιλιαρίσιν· κατανόησον τῆι εἰκόνι ἑκάστου καὶ ὁρᾶις τὴν ἀλήθειαν.

ια.19 Ὁ δὲ ἐπαινέσας καὶ ἐπινεύσας ἐκέλευσεν ἐνεχθῆναι ἀμφότερα. Ἦν οὖν τὸ νόμισμα ὄβρυζον, λαμπρόν, εὔμορφον· τοιαῦτα γὰρ ἐκλεκτὰ προχωροῦσιν ἐκεῖ· ἦν δὲ καὶ τὸ μιλιαρίσιν, ἅπαξ εἰπεῖν, ἄργυρος, καὶ ἀρκεῖ μὴ συγκρινόμενος τῶι χρυσίωι. Στρέψας δὲ ὁ βασιλεὺς καὶ ἀντιστρέψας καὶ κατανοῶν ἀμφότερα, ἐπαινέσας πάνυ τὸ νόμισμα, ἔφη· Ὄντως οἱ Ῥωμεῖς καὶ λαμπροὶ καὶ δυνατοὶ καὶ φρόνιμοι. Ἐκέλευσεν οὖν τὸν Σώπατρον τιμηθῆναι μεγάλως, καὶ καθίσας αὐτὸν εἰς ἐλέφαντα μετὰ τυμπάνων τὴν πόλιν περιῆγεν ἐν τιμῆι πολλῆι. Ταῦτα ὁ Σώπατρος ἡμῖν διηγήσατο, καὶ οἱ μετ᾽ αὐτοῦ ὄντες ἐν τῆι νήσωι ἐκείνηι ἀπὸ Ἀδούλης ἀπελθόντες. Τούτων δὲ γενομένων, ὡς ἔφησαν, ὁ Πέρσης πάνυ ἐνετράπη.

ια.20 Μεταξὺ δὲ τῶν λαμπρῶν ἐμπορίων τῶν προρρηθέντων εἰσὶ καὶ ἕτερα ἐμπόρια πολλά, καὶ παραθαλάττια καὶ μεσόγεια, καὶ πολλὴ χώρα. Ἀνώτεροι δέ, τουτέστι βορειότεροι, τῆς Ἰνδικῆς εἰσι λευκοὶ Οὔννοι, ὁ λεγόμενος Γολλᾶς ἐκβάλλων εἰς πόλεμον, ὥς φασιν, οὐκ ἔλαττον τῶν δισχιλίων ἐλεφάντων καὶ ἵππον πολλήν· κατακρατεῖ δὲ καὶ τῆς Ἰνδικῆς καταδυναστεύων καὶ φόρους ἀπαιτῶν. Ποτὲ γοῦν, ὥς φασι, βουλόμενος πόλιν τῶν Ἰνδῶν μεσόγειον πορθῆσαι, τῆς δὲ πόλεως κύκλωι ὕδατι φρουρουμένης, αὐτὸς ἱκανὰς ἡμέρας περικαθίσας καὶ φρουρήσας καὶ ἀναλώσας τὸ ὕδωρ διὰ τῶν ἐλεφάντων καὶ ἵππων καὶ τοῦ στρατοπέδου, ὕστερον διὰ ξηρᾶς περάσας τὴν πόλιν παρέλαβεν.

ια.21 Οὗτοι καὶ τὸν σμάραγδον λίθον ἀγαπῶσι καὶ εἰς τὸν στέφανον αὐτῶν φοροῦσιν. Εἰσφέρουσι γὰρ οἱ Αἰθίοπες συναλλαγὰς ποιοῦντες μετὰ τῶν Βλεμμύων ἐν τῆι Αἰθιοπίαι τὸν αὐτὸν λίθον ἕως εἰς τὴν Ἰνδίαν· καὶ αὐτοὶ τὰ καλλιστεύοντα ἀγοράζουσι. Καὶ ταῦτα πάντα, τὰ μὲν πείραι μαθὼν ἐξηγησάμην καὶ διέγραψα, τὰ δὲ καὶ ἐγγὺς τῶν τόπων γενόμενος ἀκριβῶς μεμαθηκὼς ἐξεῖπον.

ια.22 Οἱ δὲ κατὰ τόπον βασιλεῖς τῆς Ἰνδικῆς ἔχουσιν ἐλέφαντας, οἷον ὁ τῆς Ὀρροθᾶ καὶ ὁ Καλλιανῶν καὶ ὁ τῆς Σινδοῦ καὶ ὁ τῆς Σιβὼρ καὶ ὁ τῆς Μαλέ, ὁ μὲν ἑξακόσια, ὁ δὲ πεντακόσια, ἕκαστος πλέον ἢ ἔλαττον. Ὁ δὲ τῆς Σιελεδίβα καὶ τοὺς ἐλέφαντας οὓς ἔχει καὶ τοὺς ἵππους, τοὺς μὲν ἐλέφαντας πηχισμῶι ἀγοράζειμετρεῖται γὰρ ἀπὸ τῶν χαμαὶ τὸ ὕψος αὐτοῦ, καὶ οὕτω συμφωνεῖ τῶι πήχει παρέχων, φέρε εἰπεῖν, πεντήκοντα ἢ ἑκατὸν νομίσματα ἢ καὶ πλέον, τοὺς δὲ ἵππους ἀπὸ Περσίδος φέρουσιν αὐτῶι, καὶ ἀγοράζει καὶ τιμᾶι ἀτέλειαν τοὺς φέροντας. Οἱ δὲ καὶ εἰς τὴν στερεὰν βασιλεῖς ἡμεροῦσιν ἐκ τοῦ ἀγροῦ τοὺς ἐλέφαντας καὶ κτῶνται αὐτοὺς εἰς πολεμικὴν χρείαν.

ια.23 Συμβάλλουσι δὲ καὶ μάχην ἐλεφάντων πολλάκις, θεωροῦντος τοῦ βασιλέως. Μεσάζουσι γὰρ τοὺς δύο ξύλον μέγα πλάγιον, δεδεμένον εἰς ἄλλα δύο ξύλα ὄρθια, φθάνοντα ὥσπερ εἰς τὸ στῆθος αὐτῶν· καὶ ἵστανται πολλοὶ ἔνθεν κἀκεῖθεν ἄνθρωποι μὴ ἐῶντες αὐτοὺς συμμῖξαι ἀλλήλοις καὶ συμβάλλουσιν αὐτούς· καὶ ταῖς προβοσκίσι τύπτουσιν ἀλλήλους, μέχρι ὁ πρότερος αὐτῶν παραιτήσεται. Ὀδόντας δὲ μεγάλους οἱ ἰνδικοὶ οὐκ ἔχουσιν, ἀλλὰ καὶ ἐὰν σχῶσι, πρίζουσιν αὐτοὺς διὰ τὸ βάρος, ἵνα μὴ βαρῆι αὐτοὺς ἐν τῶι πολέμωι. Οἱ δὲ Αἰθίοπες οὐκ ἴσασιν ἡμερῶσαι ἐλέφαντας, ἀλλ᾽ εἰ τύχοι θελῆσαι τὸν βασιλέα ἕνα ἢ δεύτερον πρὸς θέαν, μικροὺς πιάζουσι καὶ ἀνατρέφουσιν· ἔχει γὰρ ἡ χώρα αὐτῶν πλῆθος καὶ μεγάλους ὀδόντας ἔχοντας· ἐκ τῆς γὰρ Αἰθιοπίας καὶ εἰς Ἰνδίαν πλωΐζονται ὀδόντες καὶ ἐν Περσίδι καὶ ἐν τῶι Ὁμηρίτηι καὶ ἐν τῆι Ῥωμανίαι. Καὶ ταῦτα παρειληφὼς ἔγραψα.

ια.24 Πᾶσαν δὲ τὴν Ἰνδικὴν καὶ τὴν Οὐννίαν διαιρεῖ ὁ Φεισὼν ποταμός. Καλεῖται γὰρ παρὰ τῆι θείαι Γραφῆι ἡ γῆ τῆς Ἰνδικῆς χώρας «Εὐιλάτ»· οὕτως γὰρ γέγραπται ἐν τῆι Γενέσει· «Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς· ὄνομα τῶι ἑνὶ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ· ἐκεῖ οὖν ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος», γῆν Εὐιλὰτ σαφέστερον αὐτὴν ὀνομάσας. Οὗτος δὲ Εὐιλὰτ ἐκ τοῦ Χάμ ἐστιν· οὕτω γὰρ πάλιν γέγραπται· «Υἱοὶ Χάμ, Χοὺς καὶ Μεσραείμ, Φοὺδ καὶ Χαναάν· υἱοὶ δὲ Χούς, Σαβᾶ καὶ Εὐιλάτ», τουτέστιν Ὁμηρῖται καὶ Ἰνδοί· ἡ Σαβᾶ γὰρ ἐν τῶι Ὁμηρίτηικεῖται, καὶ Εὐιλὰτ ἐν τῆι Ἰνδίαι ἐστί· τὰς δύο γὰρ ταύτας χώρας ὁ Περσικὸς κόλπος διαιρεῖ. Ἔχει δὲ καὶ ἡ γῆ ἐκείνη τὸ χρυσίον κατὰ τὸ ἱερὸν Γράμμα· ἔχει καὶ τὸν παιδέρωτα λίθον, αὐτὸν γὰρ καλεῖ ἄνθρακα· ἔχει καὶ τὸν ἴασπιν, τοῦτον γὰρ εἶπε λίθον πράσινον. Σαφέστερον οὖν ἡ θεία Γραφή, ὡς ὄντως θεία, διηγεῖται τὰ πράγματα, καθὰ καὶ πᾶσα ἡ πραγματεία δηλοῖ.