Χριστιανική Τοπογραφία/Βιβλίο θ΄
←Λόγος ζʹ | Χριστιανικὴ Τοπογραφία Λόγος θʹ |
Λόγος ιʹ→ |
Περὶ δρόμου ἄστρων
θ.1 Ὁ κύκλος τῶν δεκαδύο μηνῶν ἀνώτερος ὑπάρχων, καὶ τούτου κατώτερος ὁ τοῦ ἡλίου, καὶ τούτου πάλιν κατώτερος ὁ τῆς σελήνης. Σημαίνει δὲ τοῦτο ἡ θεία Γραφὴ διὰ τῆς κατασκευῆς τῆς λυχνίας, διὰ τῶν ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς τριῶν καὶ τριῶν καλαμίσκων κυκλοειδῶν προϊόντων, εἷς τοῦ ἑνὸς προτρέχει. Καὶ τοῦ μὲν ἡλίου καθ᾽ ἡμέραν ὁ τῶν δώδεκα μηνῶν κύκλος προτρέχει μοῖραν μίαν, ὡς εὑρίσκεσθαι τὸν ἥλιον ἐν τριάκοντα ἡμέραις διατρέχοντα τὸν ἕνα μῆνα, καὶ οὕτως ἐν δώδεκα μησὶν ἀποτελεῖν τὸν ἐνιαυτόν, ὑστεροῦντα, ὡς εἴρηται, καθ᾽ ἡμέραν μοῖραν μίαν.
θ.2 Τοῦ δὲ κύκλου τῆς σελήνης ὁ τοῦ ἡλίου προτρέχει μοίρας δώδεκα καθ᾽ ἑκάστην ἡμέραν, ὡς εὑρίσκεσθαι τὴν σελήνην ἐν τριάκοντα ἡμέραις ὑστεροῦσαν ἀποτελεῖν ὅλον τὸν κύκλον, τουτέστι μῆνα ἕνα. Εἰ δέ τις ἐξ ἀντιστρόφου βουληθείη νοεῖν, τοῦ μὲν ἡλίου ὁ τῆς σελήνης κύκλος ὑστερεῖ καθ᾽ ἑκάστην ἡμέραν μοίρας δεκαδύο καὶ λεπτά τινα, τοῦ δὲ ἀνωτέρου πάντων κύκλου, τουτέστι τῶν δεκαδύο μηνῶν, ὑστερεῖ ὁ κύκλος τοῦ ἡλίου καθ᾽ ἑκάστην ἡμέραν μοῖραν μίαν.
θ.3 Ταῦτα δὲ κινοῦσιν αἱ ἀόρατοι Δυνάμεις εὐτάκτως καὶ λογικῶς κατὰ βούλησιν Θεοῦ, νόμον τοῦτον εἰληφότες παρ᾽ αὐτοῦ, καθὰ γέγραπται ἐν τῶι Δαυΐδ· «Εὐλογεῖτε τὸν Κύριον, πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ.» Αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
θ.4 Καὶ ταύτας κατὰ τὸ μῆκος τῶν τριῶν κύκλων πορείας, τῶν δώδεκα οἴκων τῶν ἀστέρων καὶ τῶν δύο μεγάλων φωστήρων, ἔκ τε θείας βοηθείας κινούμενοι, ἔκ τε τῶν φαινομένων διὰ τῆς ὄψεως συλλογιζόμενοι, ὡς ἐνῆν ἡμᾶς χριστιανικῶς εἰπεῖν, ἐξηγησάμεθα· περὶ δὲ τῆς κατὰ πλάτος τῶν δύο μεγάλων φωστήρων πορείας, μεταβάσεών τε ἀνόδων τε καὶ καθόδων, συνόδων καὶ πανσελήνων, συνδέσμων τε καὶ ἐκδιαμέτρων δρόμων, παραλλάξεών τε καὶ φάσεων, καὶ ὁμαλῶν κινήσεων καὶ ἀνωμάλων, καὶ βορείου πέρατος καὶ νοτίου, καὶ λοιπῶν ὀνομάτων ὧν βούλονται οἱ ἐκτὸς ὀνομάζειν, ἐν οἷς τὰς ἐκλείψεις τῶν αὐτῶν φωστήρων ψηφίζουσι, τοῖς εἰδόσι καὶ φιλοσοφοῦσι περὶ τὰ τοιαῦτα τὴν ψῆφον παραχωροῦμεν, ψηφίζειν τε καὶ προλέγειν ἐκλείψεις, μηδὲν ἡμεῖς ἐκ τούτου βλαπτόμενοι, ἀλλὰ μᾶλλον καὶ συνιστάμενοι.
θ.5 Εἰ γὰρ τὰ τοιαῦτα ὀνόματα, τὰς μεταβάσεις λέγω καὶ ἀνόδους καὶ καθόδους καὶ τὰ λοιπὰ πάντα, ἐν τῶι ἡμετέρωι σώιζονται σχήματι, ἄκαιρος ἡ φιλονεικία. Οὐδὲν γὰρ ἕτερον δεικνύναι ἐσπουδάσαμεν διὰ ταύτης ἡμῶν τῆς πραγματείας ἢ ὅτι καὶ αὗται αἱ ἐκλείψεις ἀμφοτέρων τῶν φωστήρων συμβαίνουσί τε καὶ ἁρμόζουσιν ἐν τούτωι τῶι ἡμετέρωι σχήματι, αὐτοῦ τοῦ οὐρανοῦ μηδόλως κινουμένου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἢ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, μήτε σφαιροειδοῦς ὄντος, ἢ σφαιρῶν πολλῶν, ἀλλὰ τῶν ἄστρων καὶ τῶν φωστήρων ἐν τῶι ἀέρι διὰ τῶν λογικῶν Δυνάμεων καὶ τὸν δρόμον καὶ τὴν τάξιν ἐκτελούντων, καὶ τοῦ σχήματος τῶν δύο οὐρανῶν καὶ τῆς γῆς σωιζομένων κατὰ τὴν θείαν Γραφήν, ἐν ὧι τὰς δύο καταστάσεις, τήν τε νῦν καὶ τὴν μέλλουσαν, ἐξ ἀρχῆς ὁ Θεὸς εἰργάσατο.
θ.6 Τοὺς κύκλους τούτους, οὓς κατεγράψαμεν, οὐκ οὐρανοὺς σφαιροειδεῖς, συνεχεῖς καὶ ναστοὺς τοῖς σώμασι καὶ διαφανεῖς, κατὰ τὴν τῶν ἔξωθεν ληρωδίαν κατεγράψαμεν, ἀλλὰ πορείας ἄστρων κυκλοφερεῖς ἀερίας διὰ τῶν ἀγγέλων ἐκτελουμένας θέλοντες σημᾶναι, τούτους κατεγράψαμεν, ἵν᾽ εὐσύνοπτα τοῖς θεωμένοις γένωνται. Ἐν τῶι δευτέρωι λόγωι μεμνήμεθα εἰπόντες τοὺς ἀγγέλους κινεῖν τοὺς φωστῆρας καὶ τὰ ἄστρα καὶ τὰ ἄλλα πάντα, ὡς πρὸς διακονίαν τῶν ἀνθρώπων τεταγμένους, ἐνταῦθα δὲ καὶ τὸ σχῆμα κατεγράψαμεν, ὡς ἐνδέχεται αὐτὸ γραφῆι παραδοῦναι.
θ.7 Ἔχομεν γὰρ μαρτυρίας ἐκ τῆς θείας Γραφῆς σημαινούσας ὅτι ταῦτα οὕτως ἔχει· ὅτι μὲν γὰρ κυκλοφορητικῶς κινοῦνται, ὁ μακάριος Δαυῒδ σημαίνει λέγων· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου», θαυμασίως τὸν κύκλον τῶν δώδεκα μηνῶν «στέφανον» ἐξειπών, ὡς στεφανοῦντα τῶι κάλλει ἄνωθεν τὴν γῆν, ὅθεν ἐπήνεγκε· «Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος.» Τῶι γὰρ κύκλωι καὶ τῆι διαδοχῆι τῶν τροπῶν οἱ καρποὶ τῆς γῆς αὔξουσί τε καὶ πεπαίνονται.
θ.8 Οὐ μὴν ἀλλὰ καὶ ὁ Μωϋσῆς ἐν μὲν τῶι τύπωι τῆς γῆς, τουτέστι τῆι τραπέζηι, ἄνωθεν ἔθηκε κύκλωι τοὺς δώδεκα τῆς προθέσεως ἄρτους κατὰ γωνίαν τρεῖς, σημαίνων μὲν διὰ τῶν γωνιῶν τὰς τέσσαρας τροπὰς ἀπὸ μηνῶν τριῶν, διὰ δὲ τοῦ κύκλου τοὺς δώδεκα μῆνας, διὰ δὲ τῶν ἄρτων τοὺς ἐνιαυσίους καρποὺς τῆς γῆς, αἰνιγματωδῶς κύκλον τοὺς μῆνας ἐργασάμενος ἄνωθεν στεφανοῦντα τὴν γῆν.
θ.9 Ὁμοίως καὶ τὰς δεκαδύο φυλὰς κύκλωι πάλιν τῆς σκηνῆς ἔταξεν, εἰς ἀνατολὰς τρεῖς καὶ εἰς νότον τρεῖς καὶ εἰς δυσμὰς τρεῖς καὶ εἰς βορρᾶν τρεῖς, ἐξ ἀνατολῶν μὲν ἀρξάμενος, εἶτα ἀνιὼν ἐπὶ τὸν νότον καὶ πάλιν κατιὼν ἐπὶ τὴν δύσιν, εἶτα καὶ τὸ λοιπὸν τὸν βορρᾶν διατρέχων κατὰ τὴν κίνησιν τῶν ἄστρων καὶ τῆς θέσεως τῆς γῆς.
θ.10 Τοῦτον δὲ τὸν κύκλον οἱ ἔξωθεν ζωιδιακὸν καλοῦσιν, ὅνπερ καὶ αὐτὸν κατὰ τὴν αὐτῶν ὑποθήκην δεύτερον κατεγράψαμεν.
θ.11 Τοὺς δὲ ἄλλους ἑπτά, οὓς καλοῦσι πλανήτας, ἐν τῆι λυχνίαι ὁ Μωϋσῆς αἰνιγματωδῶς ἑπτὰ λύχνους ἔθηκε στήσας αὐτὴν εἰς τὸν νότον, ὥστε φαίνειν τῆι τραπέζηι ἐπὶ τὸν βορρᾶν, σημαίνων ἅμα δι᾽ αὐτῶν ἑβδομάδα ἡμερῶν, διὰ πάντων σημαίνων ἡμέρας, ἑβδομάδας, μῆνας, τροπάς, ἐνιαυτόν, διὰ μὲν τῶν ἐφημερινῶν ἄρτων τῶν καθ᾽ ἑκάστην ἡμέραν νεαρῶν τιθεμένων ἡμέρας δηλῶν, διὰ δὲ τῶν ἑπτὰ λύχνων ἑβδομάδα, διὰ δὲ τοῦ ἀριθμοῦ τῶν δώδεκα μῆνας, διὰ δὲ τῶν τεσσάρων γωνιῶν τὰς τροπάς, διὰ δὲ τοῦ κύκλου τὸν ἐνιαυτόν· περὶ ὧν ἐν τῆι πρὸς Ἑβραίους ὁ θεῖος Ἀπόστολος οὕτω φησίν· «Εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰς θυσίας· οἵτινες ὑποδείγμασι καὶ σκιᾶι λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. ‹Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῶι ὄρει›.»
θ.12 Ἀλλὰ καὶ ὁ σοφὸς Σολομῶν τῶι αὐτῶι πνεύματι τῶι θείωι σοφισθείς φησιν· «Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ πορεύεται τὸ πνεῦμα», καὶ οὗτος τὰ αὐτὰ τῶι Μωϋσῆι καὶ τῶι Δαυῒδ ἐξειπών, ὅτι ἀπὸ μὲν ἀνατολῶν ἄνεισιν ἐπὶ τὸν νότον καὶ διὰ τοῦ βορρᾶ κυκλεύων τὰς τροπὰς καὶ τὸν μέγαν κύκλον τοῦ ἐνιαυτοῦ ἀπεργάζεται ἐν τῶι ἀέρι διατρέχων· τοῦτο γὰρ λέγει «πορεύεται τὸ πνεῦμα», ὡσανεὶ ἐν τῶι ἀέρι.
θ.13 Ὅτι δὲ καὶ ὑπὸ τῶν ἀοράτων Δυνάμεων κινοῦνται, καὶ τοῦτο σημαίνει ἡ θεία Γραφὴ λέγουσα οὕτως· «Τῆι γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ», τουτέστιν ἐν τῆι συντελείαι ἐλευθεροῦνται οἱ ἄγγελοι ἀπὸ ταύτης τῆς δουλείας καὶ τῆς λειτουργίας, ἧς ποιοῦσι διὰ τοὺς ἀνθρώπους, τῶν ἀνθρώπων ἀθανάτων καὶ ἀτρέπτων γινομένων καὶ μηκέτι δεομένων τῶν τοιούτων, καθὰ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος οὕτως περὶ συντελείας λέγει· «Αἱ γὰρ Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν», τὰς «Δυνάμεις τῶν οὐρανῶν» τοὺς ἀγγέλους καλῶν· τὸ δὲ «σαλευθήσονται» ἀπὸ τῆς αὐτῶν τάξεως λέγει· σαφῶς οὖν ἐλευθερουμένων τῶν ἀγγέλων, τῶν αὐτὰ τὰ ἄστρα καὶ τὰ λοιπὰ κινούντων, τῆς τάξεως καὶ τῆς λειτουργίας ταύτης, πίπτειν εἰς γῆν ἔφησε τὰ ἄστρα.
θ.14 Καὶ τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον τὸ «οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν» σαφέστερον δηλοῖ πάντας αὐτοὺς διὰ τοὺς ἀνθρώπους λειτουργοῦντας καὶ διακονοῦντας, νύκτας τε καὶ ἡμέρας καὶ τὰ ἄλλα πάντα ἐργαζομένους εἰς ἀνάπαυσιν καὶ χρείαν τῶν ἀνθρώπων· ὅτε γὰρ τούτων οὐκέτι χρήιζομεν, ἐκεῖνοι τῆς δουλείας ταύτης καὶ τῆς διακονίας ἐλευθεροῦνται ἐξεοῦντες τὰ ἄστρα ἐπὶ τὴν γῆν.
θ.15 Πάλιν τοῦ ἀποστόλου Παύλου πολλοὺς κόπους καὶ θλίψεις καὶ διωγμοὺς ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένοντος, καὶ λοιπὸν ἐκ τοῦ πλήθους τῶν ἐπηρτημένων κινδύνων κατολιγωρεῖν ἀναγκαζομένου, ἡ θεία χάρις δι᾽ ὀπτασιῶν συχνῶν αὐτὸν παρεμυθεῖτο μὴ ἀπειπεῖν, ἀλλ᾽ ἐπιμένειν καὶ διακονεῖν πρὸς αὔξησιν καὶ πληθυσμὸν τῆς Ἐκκλησίας. Διηγεῖται οὖν ἡμῖν αὐτὸς ἐκ τούτων δύο αἰτίας, αἵτινες σημαίνουσιν ἡ μὲν περὶ κόπου, ἡ δὲ περὶ μισθοῦ· τί γάρ φησιν; «Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ», καὶ πάλιν φησί· «Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπωι λαλῆσαι», διαρρήδην τὰ καθ᾽ ἑαυτὸν ὡς εἰς ἄλλου πρόσωπον διηγούμενος. Οἶδα, φησίν, ἐμαυτόν, ὦ Κορίνθιοι, εἰ χρὴ ὅλως ἐλθεῖν εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου, παραδόξως πως καὶ ὑπὲρ λόγον ἁρπαγέντα εἰς ὕψος πολύ, λέγω δὴ τοῦ διαστήματος τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος τὸ δίμοιρον, ὡς περιλείπεσθαί μοι τοῦ παντὸς ὕψους τοῦ οὐρανοῦ τὸ τρίτον.
θ.16 Καὶ τί τὸ αἴτιον τῆς ἁρπαγῆς ταύτης σὺν Θεῶι λέξω. Ἐπειδὴ αἱ ἀόρατοι Δυνάμεις κατὰ τὸ ὕψος τοῦτο, ἔνθα ὁ Παῦλος ἡρπάγη, διακονοῦσαι τῶι θείωι προστάγματι διὰ τοὺς ἀνθρώπους κινοῦσι τὰ ἄστρα ἀκαταπαύστως καὶ ἀνενδότως νυκτὸς καὶ ἡμέρας, τούτου ἕνεκα καὶ τὸν Παῦλον ἁρπάσας ἀνήγαγεν ἕως ἐκεῖ, δεικνύων αὐτῶι τὴν ἀνένδοτον αὐτῶν λειτουργίαν, ἣν διὰ τοὺς ἀνθρώπους ποιοῦσιν, ὡς λογικῶς καὶ εὐτάκτως καὶ εὐρύθμως καὶ σοφῶς μετὰ πολλοῦ κόπου καὶ σπουδῆς καὶ μερίμνης δουλεύοντες ἐκτελοῦσι, τρόπον τινὰ τὸν Παῦλον παραμυθούμενος μὴ ἀπειπεῖν κάμνοντα ὑπὲρ τῆς Ἐκκλησίας, ἀλλ᾽ ἐπιμένειν τῆι διακονίαι, καθάπερ καὶ τοὺς ἀγγέλους ἐθεάσατο ποιοῦντας.
θ.17 Ὅθεν κατεθάρρησεν εἰπεῖν ὁ Παῦλος καὶ τὴν τούτων τάξιν, Ἀρχὰς λέγων καὶ Ἐξουσίας καὶ Δυνάμεις καὶ Θρόνους καὶ Κυριότητας. Οἱ μὲν γὰρ αὐτῶν τὸ ἔργον ἐκτελοῦσιν, οἱ δὲ τοῖς ἐργαζομένοις ἐπιστατοῦσιν, ἕτεροι κατεξουσιάζουσι ταξιαρχοῦντες καί, ἁπλῶς εἰπεῖν, πάντες ὁμοίως συστενάζοντες καὶ συνωδινοῦντες μετὰ πολλῆς φροντίδος καὶ μερίμνης καὶ τάξεως λογικῆς τὸ ἔργον ἐκτελοῦσιν, ἐπιθυμοῦντες οἱ πάντες ὁμοῦ ἐλευθερίας τυχεῖν ἧς ποιοῦσι δουλείας διὰ τοὺς ἀνθρώπους.
θ.18 Περὶ δὲ τῆς ἁρπαγῆς τῆς ἐν τῶι παραδείσωι πάλιν τοῦ Θεοῦ ἡμῖν συνεργοῦντος λέξω. Ἐπειδήπερ μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος αἱ ψυχαὶ τῶν δικαίων τῶν ἀξιουμένων εἰσιέναι ἐν τῆι βασιλείαι τῶν οὐρανῶν ἐν τῶι παραδείσωι ἐναποτίθενται, ὡς ἐκ τῶν κατὰ τὸν ληιστὴν τὸν τῶι Κυρίωι συσταυρωθέντα διδασκόμεθα, ἄχρι τῆς ἀναστάσεως ὡς ἐν ἐξαιρετωτέρωι καὶ τιμίωι χωρίωι, ὑπὸ τῶν ἀοράτων Δυνάμεων διατηρούμεναι μετὰ ὕμνων καὶ πάσης τιμῆς, ἐκεῖ πάλιν ἁρπάσας τὸν Παῦλον δείκνυσιν αὐτῶι τέως μερικῶς παραμυθούμενος τὰ τῶν κόπων ἔπαθλα καὶ τῶν ἀγώνων τοὺς στεφάνους· ὅθεν διηγήσασθαι τελείως τὰ πράγματα οὐκ ἠδυνήθη, εἰπὼν μᾶλλον ἄρρητα αὐτὰ τυγχάνειν καὶ ἀνέφικτα, συγγράψαι δὲ καταθαρρήσας ὡς, τὸν δρόμον τῆς διακονίας πληρώσας καὶ τὴν πίστιν τηρήσας, ἀποκεῖσθαι αὐτῶι στέφανον δικαιοσύ νης παρὰ τοῦ Κυρίου· οὐ μόνον δὲ αὐτῶι, ἀλλὰ καὶ πᾶσι τοῖς ὁμοίοις αὐτῶι. Καὶ ταῦτα μὲν περὶ τῶν ὀπτασιῶν εἴπομεν.
θ.19 Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὰ ἄστρα πάντα κάτωθέν εἰσι τοῦ στερεώματος, ὑπὸ τὸ δίμοιρον τοῦ οὐρανίου ὕψους, κινούμενα καὶ περιστρεφόμενα ὑπὸ τῆς λειτουργίας καὶ τάξεως τῶν ἀοράτων Δυνάμεων· καὶ ἐκ τούτου διδασκόμεθα ἐπέκεινα τῶν ἄστρων ἄγγελον μὴ ὑπερβαίνειν. Εἰ γὰρ «πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν», ὁ ἀντιλέγων εἰπάτω καὶ τὴν λειτουργίαν τοῦ ὑπερβαίνοντος ἀγγέλου· εἰ δὲ μὴ εὐπορεῖ δεῖξαι, πειθέσθω μᾶλλον μὴ ἡμῖν, ἀλλὰ τῆι θείαι Γραφῆι.
θ.20 Ἀδύνατον γὰρ θνητὸν ἔτι ὄντα ἢ φθαρτὸν ἢ τρεπτὸν ἐπέκεινα τῶν ἄστρων βαίνειν. Εἰ μὴ οὖν λάβομεν παρὰ Θεοῦ ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ ἀτρεπτότητα ἐξ ἀναστάσεως νεκρῶν, ὁμοίως καὶ οἱ ἄγγελοι μεθ᾽ ἡμῶν ἐλευθερούμενοι τῆς δουλείας καὶ ῥίπτοντες τὰ ἄστρα ἐπὶ τὴν γῆν κομίσονται καὶ αὐτοὶ τὴν ἀτρεπτότητα καὶ τὴν ἐλευθερίαν, οὐ βαίνομεν ἐπέκεινα καὶ τέμνομεν τὸ στερέωμα εἰσερχόμενοι εἰς τὴν τῶν οὐρανίων βασιλείαν· τοῦτο γὰρ δηλοῖ ὁ Ἀπόστολος λέγων· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται», ἵνα εἴπηι διὰ τοῦ «σὰρξ» θνητότης, καὶ διὰ τοῦ «αἵματος» τροπήν· ἀδύνατον οὖν εἶπε θνητὸν ἢ τρεπτὸν ἔτι ὄντα κληρονομεῖν τὴν τῶν οὐρανῶν βασιλείαν· ἀμέλει ἐπιφέρει· «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ»· πάλιν καὶ τοῦτο προσέθηκε δηλῶν ὡς οὐδὲ φθαρτόν τι δύναται ἐκεῖ ἀνιέναι· βλάπτεται γὰρ ἤπερ ὠφελεῖται.
θ.21 Ὥσπερ γὰρ ἡμεῖς μακρόθεν ὄντες καὶ προσέχοντες τυχὸν τῶι δίσκωι τοῦ ἡλίου διαμεῖναι οὐκ ἰσχύομεν, βλαπτόμενοι μᾶλλον καὶ τυφλούμενοι ἤπερ ὠφελούμενοι, οὕτως ἐστὶ καὶ ὁ θνητὸς ἢ ὁ ἔτι τρεπτὸς ὢν ἢ φθαρτὸς ὑπερβῆναι τοὺς ὅρους ζητῶν καὶ προσεγγίσαι αὐτῆι τῆι ὁδῶι τῆς βασιλείας τῶν οὐρανῶν, ἔτι μακρόθεν αὐτῆς ὤν.
θ.22 Καθάπερ οὖν καὶ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἄφθαρτος τῶι σώματι καὶ ἀθάνατος γενόμενος καὶ κατὰ ψυχὴν ἄτρεπτος, τότε ὑπερέβη τὰς οὐρανίους Δυνάμεις καὶ τῶι στερεώματι προσεγγίσας, ὡς «κρείττων γενόμενος τῶν ἀγγέλων», καθὰ γέγραπται, ἔτεμε τοῦτο, εἰσελθὼν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, καθὰ ὁ Ἀπόστολος διηγεῖται λέγων αὐτὸν ἀναβεβηκέναι ὑπεράνω πάσης Ἀρχῆς καὶ τὰ λοιπά, οὕτως καὶ ἡμεῖς καὶ οἱ ἄγγελοι ταῦτα κομιζόμενοι εἰσερχόμεθα.
θ.23 Πάλιν τὰ δύο ξύλα τὰ ἐν μέσωι τοῦ παραδείσου αἰνιγματωδῶς τὴν νῦν κατάστασιν καὶ τὴν μέλλουσαν προσημαίνουσι· καὶ τὸ μὲν ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ θνητοῦ καὶ τρεπτοῦ, ὡς ἔχοντος αὐτοῦ ἡδέα καὶ λυπηρὰ καὶ παιδευτηρίου τυγχάνοντος ὥσπερ οὖν καὶ ὁ Ἀδὰμ ἐπαιδεύθη ἐν αὐτῶι τῶι ξύλωι τό τε καλὸν καὶ τὸ κακόν· τὸ δὲ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τοῦ μέλλοντος οὐρανίου κόσμου, ἐν ὧι ζωὴ καὶ μακαριότης κρατεῖ· τῶι γὰρ εἰπεῖν «μήποτε ἐκτείνηι τὴν χεῖρα καὶ λάβηι τοῦ ξύλου τῆς ζωῆς» ἐσήμανε τὸ ὕψος τοῦ ξύλου, δι᾽ αὐτοῦ δὲ τὰς ἄνω μονάς.
θ.24 Ὥσπερ οὖν ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, οὕτως ἔταξε τοὺς ἀγγέλους καὶ τοὺς φωστῆρας τοὺς στρεφομένους περὶ τὸ ὕψος τοῦ στερεώματος, ἔνθα ἐστὶ καὶ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, σημᾶναι βουλόμενος ἀβάτους εἶναι τέως τοῖς ἀνθρώποις τὰς ἄνω μονάς. Ἐν τῶι πάθει τοίνυν τῶι ἑαυτοῦ ὁ Δεσπότης Χριστὸς συνεισήνεγκε τὴν τοῦ ληιστοῦ ψυχὴν ἐν τῶι παραδείσωι, παύσας τὴν φυλακὴν τῶν Χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας τῆς στρεφομένης· μετὰ δὲ τὴν ἀνάστασιν ἐπὶ τῆς ἀναλήψεως παρελθὼν τὴν πληθὺν τῶν ἀοράτων Δυνάμεων καὶ τοὺς φωστῆρας καὶ αὐτὸ τὸ στερέωμα τεμὼν εἰσελήλυθεν εἰς τὴν βασιλείαν, ἔνθα ἀθανασία καὶ ἀτρεπτότης καὶ μακαριότης κρατεῖ.
θ.25 Ἐν τῆι οὖν συντελείαι παυομένων τῶν ἀγγέλων τοῦ περιστρέφειν τοὺς φωστῆρας καὶ πιπτόντων τῶν ἄστρων, οὐκέτι Χερουβὶμ καὶ φλογίνη ῥομφαία διαιροῦσα κωλύει τοὺς ἀνθρώπους βαίνειν ἐν τῆι ὄντως ζωῆι, ἀλλὰ μετάρσιοι γενόμενοι οἱ δίκαιοι καὶ τὴν πρόσφατον ὁδὸν ὁδεύοντες καὶ τέμνοντες τὸ στερέωμα σὺν τῶι Δεσπότηι Χριστῶι τὴν βασιλείαν τῆς ζωῆς κληρονομοῦσιν. Ἀξίωσον καὶ ἡμᾶς σὺν τοῖς δικαίοις σου ταύτης τῆς ζωῆς καὶ τῆς κληρονομίας, ὁ ἔχων οἰκτιρμοὺς καὶ μέγα ἔλεος. Ἀμήν.
θ.26 Ὥσπερ οἱ δώδεκα ἄρτοι τῆς προθέσεως οἱ ἐν τῆι τραπέζηι κείμενοι τύπος εἰσὶ τοῦ ἐνιαυσιαίου κύκλου καὶ τῶν καρπῶν τῆς γῆς, καθάπερ προείρηται μὲν ἐν τῆι σκηνῆι, κατεγράφη δὲ ἐν τῶι ἐννάτωι λόγωι, οὕτως καὶ νῦν κατεγράψαμεν τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ, ἑκάστου μηνὸς τοὺς καρπούς, εὐχαριστοῦντες τῶι πάντων δοτῆρι Θεῶι, καθάπερ καὶ Δαυῒδ ἐν Πνεύματι ἁγίωι κινούμενος λέγει ἐν ψαλμῶι πρὸς τὸν Θεὸν οὕτως· «Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου», θαυμασίως «στέφανον χρηστότητος» τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ ἐξειπών, ὡς στεφανοῦντα μὲν ἄνωθεν τῶι κάλλει τὴν γῆν, αὐξάνοντα δὲ καὶ πεπαίνοντα διὰ τῆς τῶν στοιχείων κράσεως, ἣν αἱ ἀόρατοι Δυνάμεις ἐκτελοῦσι, τοὺς μηνιαίους αὐτῆς καρπούς.
θ.27 Διὰ τοῦτο πάλιν ἐπήγαγε· «Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος», καὶ πάλιν· «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία», καὶ ἑτέρωθι δὲ πάλιν φησὶν οὕτως· «Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον», ὡσανεί· Ἑκάστωι καιρῶι ἁρμοδίως ἡμᾶς ἑτοιμάζων ἐκτρέφεις. Ἀλλαχοῦ δὲ περὶ τῆς ἀναγκαιοτάτης ἡμῶν τροφῆς, ἣν ἡ τροπὴ τοῦ θέρους ἀπεργαζομένη εἰς τοὺς τρεῖς μῆνας ἐφεξῆς δίδωσι, φησὶν οὕτως· «Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν», ἐξαισίως πάλιν ἐν τῆι εὐχαριστίαι τὴν τάξιν φυλάξας καὶ πρῶτον μὲν εἰπὼν τὸν σῖτον, δεύτερον τὸν οἶνον καὶ τρίτον τὸ ἔλαιον, καθάπερ ἐξ εὐλογίας Θεοῦ διὰ τῶν λογικῶν ταγμάτων, ἀγγέλων λέγω καὶ ἀνθρώπων, εἰς τοὺς τρεῖς μῆνας τοῦ θέρους ἐφεξῆς κατεργάζονται.
θ.28 Χρὴ οὖν πάντα χριστιανὸν μὴ παρέργως μηδ᾽ ὡς ἔτυχε τὴν θείαν Γραφὴν ἀναγινώσκειν, καθὰ καὶ ἐξ ἀρχῆς παρεκάλεσα, ἀλλὰ μετὰ σπουδῆς καὶ τάξεως τῆς προσηκούσης, ἵνα καὶ ἡ θεία χάρις τὴν προαίρεσιν ἡμῶν ἀποδεξαμένη συνεργὸς ἡμῶν γένηται εἰς τὸ δύνασθαι γινώσκειν τὰ μεγαλεῖα τοῦ Θεοῦ. Αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἔρρωσθε, Χριστιανοί, ἐν Κυρίωι.