Χριστιανική Τοπογραφία/Βιβλίο η΄
←Λόγος ζʹ | Χριστιανικὴ Τοπογραφία Λόγος ηʹ |
Λόγος θʹ→ |
Εἰς τὴν ὠιδὴν Ἐζεκίου, βασιλέως τῆς Ἰουδαίας,καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου.
η.1 Εὖ εἰδώς, ὦ φίλε Πέτρε, τὸ δυσάρεστον τῶν ἀνθρώπων γένος ὄκνωι πολλῶι κατειχόμην ἐπὶ τῆι ὑμετέραι κελεύσει. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων αὐτὸ τοῦτο τοὺς συγγράφειν τι ἐθέλοντας ψέγουσιν ὡς εἰς πράγματα καθιέντας ἑαυτούς, ἐξὸν αὐτοῖς ἀπηλλάχθαι καμάτου καὶ ἡσύχου διατριβῆς ἀπολαύειν· οἱ δὲ καὶ τὰ ἐπίπονα, ὡς μηδὲν λογιζόμενοι τὴν γραφήν, ἐν κρυπτῶι θέντες ἠρεμοῦσιν· ἕτεροι δὲ πόθωι μὲν ἄρχονται τῆς ἀναγνώσεως, εἶτα κατολιγωρήσαντες τῶν τετραπόδων τὸ μέτρον ποιοῦνται· οἱ δὲ καὶ ἐν λόγωι ὄντες τὸ χεῖρον ποιοῦσι· παρευδοκιμεῖσθαι γὰρ ἡγούμενοι τῆι τῶν νέων συγγραφῆι οὐδὲ προσέχειν αὐτῆι ἀξιοῦσιν, εἰ καὶ λίαν γενναίως συγγράφοιντο οἱ συγγραφόμενοι· πᾶς δὲ ἰδιώτης ἀγνοίαι φερόμενος καὶ τὰ καλῶς λεγόμενα ψέγει, καὶ ἁπλῶς εἰπεῖν, πάντων εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν ἔχουσα πρὸς τὴν τῶν ψόγων κατασκευήν, ἣν ὁ φθόνος ἀφθόνως χορηγεῖ.
η.2 Ταῦτα κατ᾽ ἐμαυτὸν λογιζόμενος ἀνεβαλλόμην, πολλάκις σου ὀχλήσαντος καὶ τὴν ὠιδὴν τοῦ μακαρίου Ἐζεκίου ἐγγρά φως παρ᾽ ἡμῶν ἑρμηνευθῆναι αἰτήσαντος. Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως αὐτὸς νενίκηκας νῦν, ὦ θαυμασιώτατε, καὶ τὸν ὄκνον ἀφείλου τὸν ἡμέτερον, τοὺς τὸ πονεῖν προηιρημένους μὴ λείπειν φάσκων ἐν τῶι βίωι, οἷς σπουδὴ τὰ πάντων ἀναγινώσκειν καὶ «δοκιμάζειν τὰ διαφέροντα» κατὰ τὸν θεῖον Ἀπόστολον, ὧν εἷς τυγχάνεις καὶ αὐτός. Ἄξιον γὰρ καὶ τοῦτο τῆς σῆς φιλοπονίας, μαθεῖν βουλόμενος, εἴ τι χρήσιμόν ἐστι λαβεῖν ἐξ αὐτῆς· τό τε γὰρ πεπεῖσθαι ὡς οὐδὲ τὸ σμικρότατον εἶναι δοκοῦν τῆς θείας Γραφῆς ὀλίγην τινὰ παρέχειν τὴν ὠφέλειαν δύναται τῆς σῆς ἂν εἴη περὶ ταῦτα συνέσεως, καὶ μὴν καὶ τὸ διὰ σπουδῆς ἔχειν περὶ ἁπάντων μανθάνειν τί τὸ ἐν αὐτοῖς χρήσιμον οὐ πόρρω καθέστηκε τῆς σῆς φιλοπονίας.
η.3 Ἐγὼ μὲν οὖν, ἐπειδὴ τὴν τοῦ Ἄσματος τῶν ἀισμάτων ἑρμηνείαν σὺν Θεῶι ἤμελλον πληροῦν, ἣν ὁ κοινὸς καὶ θαυμάσιος φίλος Θεόφιλος ἡμᾶς ἠιτήσατο, ὡς οἶσθα καὶ αὐτός, ἕως τοῦ νῦν ἀνεβαλλόμην· νυνὶ δὲ πληρώσας ἄρξομαι καὶ τὴν σὴν αἴτησιν βουλήσει τοῦ ἁγίου Πνεύματος πληροῦν, οὗ ἄνευ οὐδὲν τῶν ἀγαθῶν ἡμῖν ἐγγενέσθαι δυνατόν. Τὸν σκοπὸν δὲ δι᾽ ὃν τὴν ὠιδὴν ἐξεῖπε προλέγω πρῶτον, εἶθ᾽ οὕτω τὴν κατὰ μέρος ἑρμηνείαν· ἅμα δὲ καὶ τί τὸ ἐν αὐτοῖς χρήσιμον διαγγελῶ· οὕτω γὰρ σαφεστέρα τῶν λεγομένων ἡ δύναμις γενήσεται.
η.4 Ἐζεκίας τοίνυν ὁ μακάριος τῶν Ἰουδαίων βασιλεὺς ὑπάρχων, εὐσεβὴς πάνυ γενόμενος καὶ ἐνάρετος καὶ τῶι Θεῶι μεμελημένος, ἐθεώρει τὸν μακαρίτην Δαυῒδ πολλοὺς ψαλμοὺς εἰς αὐτὸν προειρηκότα, ὧν εἷς τυγχάνει ὁ ἐννεακαιδέκατος καὶ ὁ εἰκοστὸς ὁμοίως καὶ ἕτεροι πλεῖστοι, ἔτι δὲ καὶ τὴν ἐπὶ τοῦ πατρὸς αὐτοῦ Ἀχὰζ γενομένην ὑπὸ Ἠσαΐου προφητείαν, τὴν «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν», εἰς ἑαυτὸν ἑλκύσας καὶ ἀνθρώπινόν τι παθὼν ἐπήρθη τῶι λογισμῶι, οἰόμενος ἑαυτὸν εἶναι τὸν προφητευόμενον χριστόν. Ὅθεν τὰ πρῶτα κοινωνῆσαι βίωι οὐχ εἵλετο διὰ τὸ ἑτέραν ὑπόνοιαν εἶναι ἐν Ἰουδαίοις, ὅτι ὁ χριστὸς ὅταν ἔρχεται οὐδέποτε ἀποθνήισκει, ἀλλὰ μένει εἰς τὸν αἰῶνα, ὡς καὶ ἐν τῶι Εὐαγγελίωι ἔλεγον· «Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα.» Ταύτης οὖν τῆς δόξης ὢν ὁ Ἐζεκίας οὐ κατεδέξατο σύμβιον λαβεῖν καὶ ποιῆσαι διαδοχὴν γένους, τουτέστι τέκνα, ἀεὶ ζῆν νομίζων.
η.5 Ὅτε δὲ συνέβη τὸν Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα πολεμῆσαι τὴν Ἰουδαίαν, ἀνελθεῖν δὲ καὶ ἐν Ἱερου σαλὴμ πορθῆσαι αὐτήν, ἀκούσας τὰ παρὰ τοῦ θεομάχου Ῥαψάκου λελεγμένα ὁ Ἐζεκίας, ἔτι δὲ καὶ τὰ παρ᾽ αὐτοῦ τοῦ Σεναχηρεὶμ γραφέντα αὐτῶι, διαρρήξας τὴν βασιλικὴν ἐσθῆτα καὶ ἐνδυσάμενος σάκκον καὶ χοῦν πασάμενος εἰσῆλθεν ἐν τῶι ναῶι, ἱκετεύων τὸν Θεὸν ῥυσθῆναι ἐκ τῶν Ἀσσυρίων. Εἰσακουσθέντος δὲ αὐτοῦ, καὶ ἀναιρεθέντων ἐν μιᾶι νυκτὶ διὰ τοῦ ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἐκ τῆς βοηθείας τῶν Ἀσσυρίων, καὶ νίκης αὐτῶι παραδόξου καὶ τηλικαύτης γενομένης ὑπὸ τοῦ Θεοῦ, ἐπεβεβαίωσεν ἐπὶ πλέον τὴν ὑπόνοιαν, ἣν εἶχε πρότερον, ἑαυτὸν πάντως εἶναι λέγων τὸν προφητευόμενον χριστόν. Ὅθεν πάλιν ἐκ τῆς ἐπάρσεως τοῦ λογισμοῦ φαντασθεὶς ὑπὲρ ἑαυτὸν οὐκ εἰσῆλθε μετὰ τὴν νίκην ἐν τῶι ναῶι, κατὰ τὸ δέον, εὐχαριστῆσαι καὶ δοῦναι δόξαν τῶι Θεῶι, ἀλλὰ μεγάλα ἐφρόνει καθ᾽ ἑαυτόν, ὡς γέγραπται ἐν ταῖς Παραλειπομέναις ὅτι· «Ἐταπεινώθη Ἐζεκίας ἀπὸ ὕψους καρδίας αὐτοῦ», καί· «Κατέλιπεν αὐτὸν Κύριος τοῦ πειρᾶσαι αὐτόν, εἰδέναι τὰ ἐν τῆι καρδίαι αὐτοῦ».
η.6 Ὁ δὲ φιλάνθρωπος Θεός, ὁ ἀεὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων πραγματευόμενος, ἐκστῆσαι αὐτὸν βουλόμενος τῆς ὑπονοίας ἐκείνης, ἣν ὡς ἄνθρωπος παριδὼν ὑπώπτευσεν, ἔτι δὲ καὶ μνησθεὶς αὐτοῦ τῶν ἀρετῶν, οὐκ εἰς τέλος εἴασε καταπεσεῖν, ἀλλὰ πέμπει αὐτῶι ἀρρωστίαν εἰς ἀπόγνωσιν ἄγουσαν θανάτου. Καί φησιν Ἠσαΐας ὁ προφήτης εἰσελθὼν πρὸς αὐτόν· «Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήισκεις γὰρ σὺ καὶ οὐ ζήσηι», ὁμοῦ τὰς δύο δόξας ἀνελὼν ἀπ᾽ αὐτοῦ. Οἱ μὲν γὰρ τῶν Ἰουδαίων ἔλεγον μηδέποτε τὸν χριστὸν ἀποθνήισκειν, οἱ δὲ ὅτι ἀποθνήισκει μέν, ἀνίσταται δὲ ἀπὸ νεκρῶν. Τῶι οὖν εἰπεῖν ὅτι «ἀποθνήισκεις σὺ» ἀνεῖλεν ἀπ᾽ αὐτοῦ τὴν μίαν, δι᾽ ἧς ἐνόμιζεν ἑαυτὸν μὴ ἀποθνήισκειν ποτέ, τῶι δὲ προσθεῖναι καὶ εἰπεῖν «καὶ οὐ ζήσηι» ἀνεῖλε καὶ τὴν ἑτέραν, δι᾽ ἣν ἕτεροι ἔλεγον ὅτι ἀνίσταται ἀπὸ νεκρῶν· δι᾽ ἑκατέρων γὰρ ἐδιδάχθη μὴ εἶναι ὁ χριστός, ὡς ὑπώπτευσεν ἑαυτόν. Εἶτα συνιεὶς ὁ Ἐζεκίας καὶ κλαύσας πικρῶς καὶ μετανοήσας καὶ στραφεὶς ἐν τῆι κλίνηι ἐπὶ τὸν τοῖχον, ἔνθα συνέβαινεν εἶναι τὸν ναόν, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ποιεῖν, προσέχων δῆθεν τῶι ναῶι τὴν δέησιν ἐποιεῖτο.
η.7 Ἐπιστραφεὶς δὲ τοῖς λογισμοῖς καὶ ἀνορθωθεὶς τὴν διάνοιαν, ἅτε δὴ εἰσακουσθεὶς καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς καὶ προσθήκης ζωῆς ἐτῶν δεκαπέντε ἀξιωθεὶς καὶ ἑτέρωι σημείωι παραδοξοτέρωι πιστωθείς, λέγω δὴ τῶι ἀναποδισμῶι τοῦ ἡλίου, οὗ τὴν αἰτίαν μικρὸν ὕστερον ἐρῶ, τότε ἦισε τὴν ὠιδὴν τῶι Θεῶι δηλῶν ἐν αὐτῆι ἕκαστα τῶν προειρημένων· φησὶ γὰρ οὕτως· «Ἐγὼ εἶπα· Ἐν τῶι ὕψει τῶν ἡμερῶν μου πορεύσομαι», ὡσανεί· Τοῦτον ἀεὶ τὸν λογισμὸν ἔσωιζον παρ᾽ ἐμαυτῶι λέγων ὅτι ἀεὶ ζῶ καὶ οὐδέποτε τελευτῶ· τῶι γὰρ εἰπεῖν «ἐν τῶι ὕψει τῶν ἡμερῶν μου πορεύσομαι» ἐδήλωσεν ὡς οὐδέποτε κολοβωθήσονται αἱ ἡμέραι αὐτοῦ, καὶ ὥς τινος κατὰ ἀποσιώπησιν αὐτῶι λέγοντος ὅτι· Ταῦτά σου ἐνθυμουμένου, τί σοι συμβέβηκεν; ἐπάγει καί φησιν· «Ἐν πύλαις ἅιδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα», ὡσανεί· Τοιαῦτά μου διαλογιζομένου, ἀθρόως ἀρρωστίαι δεινῆι περιπεσὼν ἔγνων μηκέτι τοῦ λογισμοῦ τοῦ προτέρου ἔχεσθαι, ἀλλ᾽ ἐν τῶι ἅιδηι διατρίβειν τὰ ἔτη τὰ ἐπίλοιπα.
η.8 «Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς»· τὸ «σωτήριον τοῦ Θεοῦ» ἐνταῦθα τὸν Χριστὸν σημαίνει· οὕτως γὰρ καὶ Συμεὼν ἐν Εὐαγγελίοις δεξάμενος τὸν Χριστὸν εἰς τὰς ἀγκάλας τὸν Θεὸν παρεκάλει ἀπολυθῆναι τῆς ζωῆς, ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ αὐτοῦ τὸ σωτήριον τοῦ Θεοῦ, ὡσανεὶ αὐτὸν τὸν Χριστόν· «ἦν γὰρ αὐτῶι κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος μὴ ἰδεῖν θάνατον, ἕως ἴδηι τὸν Χριστὸν Κύριον». Τοῦτο οὖν ἐνταῦθα ὁ Ἐζεκίας βούλεται δηλοῦν λέγων ὅτι· Οὐ μόνον ἀπέστην τοῦ λογισμοῦ ἐκείνου καὶ πέπαυμαι τὰ ὑπὲρ ἐμὲ φανταζόμενος, ἀλλ᾽ οὐδὲ αὐτὸν τὸν χριστὸν ἀξιοῦμαι ἰδεῖν ἐπὶ τῆς γῆς, πέντε καὶ δέκα μόνα ἔτη λοιπὰ ἔχων ζῆσαι.
η.9 «Οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου», ἵνα εἴπηι· Μετὰ γὰρ τὰ δεκαπέντε ἔτη τῆς προθεσμίας τῆς ζωῆς, ἧς ἔλαβον παρὰ τοῦ Θεοῦ, τελευτῶν οὐ μόνον ἔτι ἐκεῖνον οὐκ ἀξιοῦμαι ἰδεῖν, ἀλλ᾽ οὐδέ τινα τῶν ἀνθρώπων, οὐδὲ τῆς συγγενείας μου. «Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου», ἵνα εἴπηι· Ἀποβαλλόμενος τοίνυν τὸν πρότερον λογισμὸν καὶ τὸ δέον τοῦ λοιποῦ λογισάμενος ἔγνων ὅτι τέλος ζωῆς σχήσω.
η.10 «Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾽ ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας», ἵνα εἴπηι· Καὶ τοσοῦτον ἀπέστη τῆς ἡμετέρας διανοίας ὁ πρότερος τῆς ὑπερηφανίας λογισμός, ὡς ἄν τις πήξας σκηνὴν εὐθέως αὐτὴν καταλύσηι. «Τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν», τουτέστι· Παρ᾽ ὀλίγον δὲ καὶ αὐτὴ ἡ ψυχή μου κατέλιπέ με, ὥσπερ ἱστὸς γυναικὸς ἐριθευομένης ἕτοιμος τοῦ τμηθῆναι. «Ἐν τῆι ἡμέραι ἐκείνηι παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην», ἵνα εἴπηι· Ἐν ἐκείνωι τοίνυν τῶι καιρῶι τῆς ἐμῆς ἀρρωστίας, ὥσπερ λέοντι φοβερῶι συντρίβοντι ὀστᾶ, οὕτως τῶι πυρετῶι παρεδόθην ἀδιαλείπτως, ἀφ᾽ ἕωθεν ἕως ἑσπέρας καὶ ἀπὸ ἑσπέρας ἕως πρωῒ συντριβόμενος ὑπ᾽ αὐτοῦ.
η.11 «Ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω», τουτέστιν· Ἐν αὐτῶι τῶι καιρῶι οὕτως ἥμην ἀφιεὶς τὴν φωνήν, ὥσπερ ἡ χελιδὼν ἀφίησιν ὀξείας καὶ διατρόμους φωνάς, καὶ οὕτως ἥμην τοῖς πόνοις ὀδυρόμενος, ὥσπερ ἔθος ταῖς πελειάσι μελετᾶν. Τὸ δὲ «φωνήσω» καὶ «μελετήσω» ἀντὶ τοῦ ἐφώνησα καὶ ἐμελέτησα κεῖται, χρόνος ἀντὶ χρόνου, ὥσπερ καὶ πολλαχοῦ ἐν τῆι θείαι Γραφῆι κεῖται τὸ τοιοῦτον ἰδίωμα, ὡς ὅταν ὁ Ἠσαΐας λέγηι περὶ τοῦ Δεσπότου Χριστοῦ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», ἀντὶ τοῦ ἀχθήσεται.
η.12 «Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ ἀπὸ τοῦ βλέπειν με εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι», ἵνα εἴπηι· Καὶ τοσοῦτον ἀνέτεινον τὸ ὄμμα τῆς διανοίας ἀποβλέπων εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς σὲ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνατιθέμενος τὴν τῆς ἐμῆς ψυχῆς ὀδύνην, ἣν καὶ ἀφείλου παρ᾽ ἐμοῦ ἀντιστρέψας τὸ τῆς ὑπερηφανίας εἶδος εἰς ταπείνωσιν καὶ ὑπακοὴν θεοσεβείας, ὑπὲρ ἧς καὶ διαπαντός, ὦ Δέσποτα, εὐχαριστῶ σοι. «Καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα· εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου», ἵνα εἴπηι· Ἐξήγειρας γάρ μου τὴν πνοὴν τῆι σῆι παρακλήσει καὶ ἔζησα, ἐπέστρεψάς μου τὴν ψυχὴν ἀπολλυμένην, ἧς τὰς ἁμαρτίας εἰς τοὐπίσω ἀπέστρεψας, μὴ ἐάσας ἔτι ταύτας ἐπεκτείνεσθαι ἔμπροσθέν μου.
η.13 «Οὐ γὰρ οἱ ἐν ἅιδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ἅιδου τὴν ἐλεημοσύνην σου· οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ», ἵνα εἴπηι· Εἰ γὰρ οὐ συνεχώρησάς με τοῦ ζῆν ἔτι, πῶς ἂν εἶχον ἐπιστρέψαι, ἢ μετανοῆσαι καὶ σωθῆναι, ἢ ἐλπίσαι τὸ παρὰ σοῦ ἔλεος, τῶν ἐν ἅιδου νεκρῶν οὐ δυναμένων τοιοῦτό τι ποιῆσαι; Ἀλλά σου μᾶλλον τῆι σῆι εὐσπλαγχνίαι χαρισαμένου μοι τὸ ζῆν εὐλογήσω καὶ δοξάσω σε διὰ παντός, ὥσπερ καὶ πᾶς ζῶν ὀφειλέτης ἐστὶ ταῦτα ποιεῖν. «Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου.» Ἀλλὰ καὶ ἀπὸ τοῦ νῦν, φησίν, οὐκέτι ἐμαυτὸν ἀπατήσω τὰ ὑπὲρ ἐμὲ φανταζόμενος. Λαμβάνω γὰρ σύμβιον καὶ ποιήσω τέκνα καὶ ταῦτα διδάξω τοῖς σοῖς δικαιώμασιν ἕπεσθαι. «Καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ», ἵνα εἴπηι· Οὐ μόνον δὲ τὰ τέκνα διδάξω τοῖς σοῖς προστάγμασιν ἕπεσθαι, ἀλλὰ καὶ ἐμαυτὸν κανονίσω παρ᾽ ὅλον τὸν τῆς ζωῆς μου χρόνον εἰς σὴν αἴνεσιν σπεύδειν καὶ κολλᾶσθαι διὰ παντὸς τῶι σῶι ναῶι, μὴ ἀφιστάμενος ἢ ἀμελῶν ἔτι ἐν τοῖς αὐτόθι παραγίνεσθαι.
η.14 Ταῦτα εἰπὼν ἐν τῆι ὠιδῆι ὁ Ἐζεκίας καὶ διεγερθεὶς ἐκ τῆς ἀρρωστίας, λαβὼν καὶ τῶν δεκαπέντε ἐτῶν τὴν προσθήκην τῆς ζωῆς ἔγημεν εὐθέως καὶ ἐγέννησε τὸν Μανασσῆν, ὃν δώδεκα ἐτῶν ἐάσας πλήρη διάδοχον τὸν βίον ὑπεξῆλθε κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, πληρώσας ἐν τῆι βασιλείαι μετὰ τὴν ἀρρωστίαν τὰ τῆς προσθήκης τοῦ Θεοῦ ἔτη δεκαπέντε. Καὶ ταῦτα μὲν περὶ τῆς ὠιδῆς· ἅπερ καὶ δῆλα τυγχάνουσι τὰ προειρημένα ἐν τῶι προοιμίωι ἐκ τῆς κατὰ μέρος ἑρμηνείας, ὡς τὸν προειρημένον λογισμὸν ἀπέσωιζεν ὁ Ἐζεκίας.
η.15 Ἀρκτέον δὲ λέγειν, ὡς ἐπήγγελμαι, περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου, τῆς θείας χάριτος καὶ ἐν τούτωι ὁδηγούσης ἡμᾶς. Πρῶτον μὲν πῶς συμβέβηκεν εἶναι τὸν οἶκον Ἐζεκίου, καὶ ὅτι δείλης ὀψία ἦν, ὡς ὥρα ἐνάτη, ὅτε τὸ σημεῖον ἐγένετο, καὶ τίς ἡ αἰτία τοῦ τοιούτου σημείου καὶ τί τὸ ἐξ αὐτοῦ κέρδος γενόμενον. Ἡ θύρα τοίνυν τοῦ οἴκου Ἐζεκίου ἔνθα ἦσαν οἱ δέκα ἀναβαθμοὶ ἐπὶ τὴν ἀνατολὴν προσεῖχε· κλίναντος οὖν τοῦ ἡλίου ἐπὶ δυσμὰς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἀνάγκηι κατῆλθεν ἡ σκιά, τοῦ οἴκου δυτικωτέρου ὑπάρχοντος τῶν ἀναβαθμῶν, ἕως τοῦ ἐσχάτου τῶν δέκα ἀναβαθμῶν. Τοῦ προφήτου οὖν Ἠσαΐου διὰ στόματος τοῦ Θεοῦ εἰπόντος τῶι Ἐζεκίαι τὸ μεσημβρινὸν αἰτήσασθαι σημεῖον, ἢ προβῆναι εἰς τὰ ἔμπροσθεν τὴν σκιὰν δέκα ἀναβαθμοὺς ἢ ὑποστρέψαι τὴν σκιὰν δέκα ἀναβαθμούς, ἀπεκρίνατο Ἐζεκίας λέγων· «Κοῦφον τὴν σκιὰν κλῖναι δέκα ἀναβαθμούς· οὐχί, ἀλλὰ ἐπιστρα φήτω ἡ σκιὰ δέκα ἀναβαθμοὺς εἰς τὰ ὀπίσω.»
η.16 Μετὰ τὸ κλῖναι οὖν τὴν σκιὰν προβάντος τοῦ ἡλίου τοὺς δέκα ἀναβαθμούς, τότε δυνάμει θείαι διὰ τῆς εὐχῆς τοῦ προφήτου ἀπεστράφη εἰς τοὐπίσω ὁ ἥλιος, καὶ γέγονε πάλιν μεσουράνιος, καὶ εὑρέθη ἀναδραμοῦσα ἡ σκιὰ τοὺς δέκα ἀναβαθμοὺς κατὰ τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ ἦν τὸ ἔμπαλιν τρίτη ὥρα τῆς ἡμέρας, οὐδὲ ἡ σκιὰ ἤδη δραμοῦσα ἀνέτρεχεν, οὔτε ὁ ἥλιος ἀνεπόδιζεν εἰς τοὐπίσω, εἰ καὶ συνέβη τὴν θύραν καὶ τοὺς ἀναβαθμοὺς τοῦ οἴκου Ἐζεκίου ἐπὶ τὴν δύσιν ὁρᾶν. Καὶ ταῦτα μὲν περὶ τῆς θέσεως τοῦ οἴκου.
η.17 Ἡ αἰτία δὲ τοῦ τοιούτου σημείου αὕτη ἐστίν, ὅτιπερ τὰ πολλὰ τῶν ἐθνῶν, τάχα δὲ πάντα, τῆι στρατιᾶι τοῦ οὐρανοῦ μᾶλλον δουλεύοντα τὸν ἥλιον τιμῶσιν, ὡς μείζονα πάντων θεὸν καὶ πατέρα φώτων ὄντα. Τοῦτον οὖν ἀναποδίσαι κελεύσας ὁ Θεὸς ἐδήλωσε πᾶσι τοῖς ἔθνεσιν ἑαυτὸν μὲν εἶναι τοῦ παντὸς Δεσπότην, δοῦλον δὲ τοῦτον ὑπάρχειν καὶ οὐ θεόν· εἰ γὰρ τὸ τηλικοῦτο στοιχεῖον ἀναποδίσαι παρὰ τὴν συνήθειαν προσέταξε, πόσωι μᾶλλον τοῖς ἥττοσιν ὡς ἰδίοις δούλοις κεχρημένος κελεύειν δύναται;
η.18 Ἐρῶ δὲ σὺν Θεῶι καὶ τί τὸ ἐντεῦθεν κέρδος ἐγένετο. Ἀναδραμόντος τοίνυν τοῦ ἡλίου, πᾶσι τοῖς ἔθνεσιν ἕως ἐσχάτου τῆς γῆς γνωστὸς γέγονεν, ὥστε καὶ τὸν βαβυλώνιον βασιλέα, Μεωδάχ, υἱὸν τοῦ Λααδάν, πόρρωθεν ὄντα καὶ θεωρήσαντα τὸ σημεῖον εἰς ἔκπληξιν καὶ ἔρευναν ἐλθεῖν τοῦ φοβεροῦ καὶ παραδόξου θαύματος. Θάμβος γὰρ καὶ φόβος περιεῖχεν αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ μεγιστᾶνας μετὰ σπουδῆς ζητοῦντας, περὶ τὴν ἀστρονομίαν πάντας ἐπτοημένους, τοῦ τοιούτου φοβεροῦ καὶ μεγάλου σημείου τὴν αἰτίαν μαθεῖν. Πολλῆς δὲ ζητήσεως γενομένης, μανθάνει ὡς Ἐζεκίας, ὁ βασιλεὺς τῆς Ἰουδαίας, ἀρρωστίαι περιπεσὼν καὶ εἰς ἀπόγνωσιν ἐλθὼν ηὔξατο τὸν Θεόν, καὶ δέδωκεν αὐτῶι ὑγείαν καὶ προσθήκην ζωῆς ἐτῶν δεκαπέντε· ἕνεκα τούτου πρὸς πίστωσιν τῆς ἐπαγγελίας ἐποίησεν ὁ Θεὸς τὸ μέγα καὶ φοβερὸν σημεῖον τοῦτο, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῶν θεῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.
η.19 Ταῦτα μαθὼν καὶ παιδευθεὶς ἔργωι ὁ Βαβυλώνιος αὐτὸν εἶναι Θεὸν τοῦ παντὸς τάχιστα πολλὰ δῶρα καὶ πρεσβείαν τῶι Ἐζεκίαι ἀπέστειλεν, ὡς δούλωι γνησίωι καὶ ἀγαπωμένωι παρὰ τοῦ Θεοῦ τῶν ὅλων. Ἐν ταὐτῶι δὲ πάλιν διδάσκεται ὡς οὐ σφαῖρα στρεφομένη κατὰ τὴν τῶν Βαβυλωνίων δόξαν, ἣν ὡς ἀπὸ τῆς πυργοποιΐας ἐφ᾽ ὑψηλοῦ ποτε γενόμενοι πρῶτοι ὑπώπτευσαν, ὁ οὐρανὸς ὑπάρχει, ἀλλ᾽ ἱστάμενος καὶ πεπηγὼς εἰς γῆν ὡς καμάρα. Εἰ γὰρ ἦν σφαῖρα, οὐκ ἂν τοῦ παντὸς ἐπὶ τὰ πρόσω στρεφομένου ὁ ἥλιος τὴν ἐναντίαν ἐβάδισε μὴ συμπεριφερόμενος τῶι παντί, ὥστε ὡρῶν τριῶν διάστημα, τουτέστι τέταρτον ἡμέρας, ἀναπο δίσαι, καὶ πάλιν ἕτερον τέταρτον, ἕως ὅτε ἦλθεν εἰς τὸν τόπον, ἐξ οὗπερ τὴν ὑποστροφὴν ἐποιήσατο.
η.20 Περὶ τούτων δὲ πάντων τῶν σχημάτων ἐν τῆι Χριστιανικῆι καὶ περιεκτικῆι Κοσμογραφίαι, ὡς οἶσθα καὶ αὐτός, θαυμάσιε, κατεγράψαμεν, τοῦ θεοφιλοῦς Παμφίλου τοῦ Ἱεροσολυμίτου ἡμᾶς εἰς τοῦτο προτρεψαμένου. Αὐτὸς γὰρ ὁ προφήτης, δι᾽ οὗ γέγονεν ὁ ἀναποδισμὸς τοῦ ἡλίου, ἔργωι ἀνελὼν διὰ τοῦ φοβεροῦ σημείου τὴν ὑπόνοιαν τῶν Βαβυλωνίων ὡς οὐκ ἔστι σφαῖρα στρεφομένη ὁ οὐρανός, ἀλλὰ πεπλασμένην δόξαν δοξάζουσι, μετ᾽ οὐ πολὺ αὐτοῦ τοῦ οὐρανοῦ τὸ σχῆμα λέγει οὕτως· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν», καὶ πάλιν· «Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν», ὁμοῦ καὶ τὸ σχῆμα δηλώσας ὅτι ὡς καμάρα ἐστί, καὶ «στήσας» καὶ «πήξας», καὶ μὴ στρεφόμενον, εἰπών. Τοιαῦτα δὲ συγγραψάμενος, εὔδηλον ὡς καὶ τοὺς Βαβυλωνίους ὠφέλησεν.
η.21 Ἔνεστι γὰρ μαθεῖν τῶι βουλομένωι ἐκ τῶν κατὰ τὸν βασιλέα Περσῶν Κῦρον γενομένων. Λαβὼν γὰρ μετὰ χεῖρας τὴν βίβλον Ἠσαΐου καὶ ἀναγνοὺς εὗρεν τὴν περιοχὴν τὴν περὶ αὐτοῦ προρρηθεῖσαν γεγραμμένην· φησὶ γὰρ Ἠσαΐας ἐν τῆι περιοχῆι οὕτως· «Τάδε λέγει ὁ Θεὸς τῶι χριστῶι μου Κύρωι, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῶις ὅτι ἐγὼ Κύριος ὁ Θεός, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦμου ἐγὼ καλέσω σε τῶι ὀνόματί μου καὶ προσδέξομαί σε.»
η.22 Καὶ μετ᾽ ὀλίγα· «Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ.» Καὶ θαυμάσας τὴν πρόγνωσιν καὶ τὴν πρόρρησιν, καὶ εὑρὼν καὶ τὸ ἴδιον ὄνομα διαρρήδην ὑπὸ τοῦ προφήτου προκηρυχθὲν ἐκέλευσε τὸν λαὸν ἀνελθεῖν ἐν Ἱεροσολύμοις, ἄφεσιν ποιησάμενος τῆς αἰχμαλωσίας, δοὺς καὶ δαπανήματα εἰς οἰκοδομὴν τῆς πόλεως καὶ τοῦ ναοῦ· οὐ μόνος δὲ αὐτὸς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ οἱ μετ᾽ αὐτόν, ἕως οὗ ἐτελειώθη ἡ πόλις καὶ ὁ ναός.
η.23 Ἔστι δὲ καὶ ἡ πρόσταξις Κύρου ἐγγράφως ἐν ταῖς Παραλειπομέναις καὶ ἐν τῶι Ἔσδραι τεταγμένη, παρακελεύουσα πάντα τὸν λαὸν ἀνελθεῖν, λέγουσα οὕτως· «Ἔτους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρῦξαι ἐν πάσηι τῆι βασιλείαι αὐτοῦ ἐν γραπτῶι λέγων ‹Τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶι οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῆι Ἰουδαίαι. Τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; Ἔσται ὁ Θεὸς μετ᾽ αὐτοῦ, καὶ ἀναβήτω›.» Ὅρα, θαυμάσιε, πῶς ἑαυτῶι ὁμολογεῖ ἀνεγνωκέναι τὴν βίβλον Ἠσαΐου, καὶ πεπιστευκέναι τοῖς γεγραμμένοις, καὶ μετὰ πάσης σπουδῆς καὶ δαπάνης πληρῶσαι τὰ γεγραμμένα ἐν τῆι Γραφῆι.
η.24 Πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἐκ τούτων ἁπάντων ὠφέλεια πολλὴ θεοσεβείας γέγονε πᾶσι τοῖς ἔθνεσι; Πῶς δὲ καὶ οἱ τοσαύτην πίστιν ἐσχηκότες εἰς τὴν γραφὴν τοῦ Ἠσαΐου ἀπιστήσειαν καὶ περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ λέγοντι ἐν αὐτῆι· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν», μάλιστα καὶ νεαρῶν ὄντων κατ᾽ ἐκεῖνο καιροῦ τῶν γενομένων θαυμάτων τῶν κατὰ τὸν Σεναχηρεὶμ καὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου; Ὅθεν καὶ πάντες οἱ ἔνδοξοι αὐτῶν πεπεισμένοι περὶ τούτων τῶν διαβοήτων σημείων καὶ ἐκ τῆς προρρήσεως τοῦ Ἠσαΐου συνέθεντο τῆι γνώμηι τοῦ βασιλέως ἀπολύσαντες τὸν λαὸν μετὰ πάσης τιμῆς.
η.25 Πρῶτον οὖν πάντων στοχασαμένων καὶ ὑποπτευσάντων τῶν Βαβυλωνίων σφαῖραν εἶναι τὸν οὐρανόν, πρῶτοι πάλιν ἐδιδάχθησαν διὰ Ἠσαΐου τοῦ προφήτου ὡς οὐ σφαῖρα τυγχάνει, ἀλλὰ καμάρα· ἐξ ὧν καὶ ἡμεῖς παραλαβόντες τὰ σχήματα πάντα κατεγράψαμεν ἐν τῆι Χριστιανικῆι Τοπογραφίαι, ὀνομάσαντες καὶ τὸν διδάσκαλον ἐν τῶι προοιμίωι τὸν καὶ παραδόντα, λέγω δὴ τὸν μέγαν Πατρίκιον τὸν ἐκ γῆς Χαλδαίων ἐνταῦθα παραγενόμενον. Καὶ ταῦτα πάλιν περὶ τούτων.
η.26 Ἐλθόντων δὲ τῶν πρέσβεων τοῦ Βαβυλωνίου πρὸς τὸν Ἐζεκίαν, πάλιν ἀνθρώπινον ὑπομείνας καὶ ἐπαρθεὶς τὴν διάνοιαν τούτους μετὰ πάσης χαρᾶς ὑπεδέξατο εἰς οἰκεῖον κλέος· εἰσήγαγε δὲ αὐτοὺς καὶ παρὰ γνώμην τοῦ Θεοῦ εἰς τὰ βασίλεια, δείξας αὐτοῖς τοὺς θησαυροὺς καὶ πάντα τὸν πλοῦτον αὐτοῦ. Τότε πάλιν ἀπεστάλη Ἠσαΐας πρὸς αὐτὸν ἐπανορθῶν τὴν διάνοιαν αὐτοῦ, καί φησι πρὸς αὐτὸν εἰρωνευόμενος· «Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεκίας· Ἐκ γῆς πόρρωθεν ἥκασι πρὸς μὲ ἐκ Βαβυλῶνος· εἶπε πάλιν Ἠσαΐας· Τί εἴδοσαν ἐν τῶι οἴκωι σου;» Ὁ δέ, ἐγνωκὼς ὅτι εἰδὼς ἐρωτᾶι, τὴν ἀλήθειαν λέγει καί φησι πρὸς αὐτόν· «Πάντα τὰ ἐν τῶι οἴκωι μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῶι οἴκωι μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.»
η.27 Τότε λέγει πρὸς αὐτὸν ὡς ἐν τάξει ἀπειλῆς, κολαφίζων αὐτοῦ τὴν ἔπαρσιν τῆς διανοίας, τὰ μέλλοντα μετ᾽ αὐτὸν γίνεσθαι καί φησιν· «Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήψονται πάντα τὰ ἐν τῶι οἴκωι σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ ἐγκαταλίπωσιν. Εἶπε δὲ ὁ Θεὸς ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῶι οἴκωι τοῦ βασιλέως τῶν Βαβυλωνίων», ἵνα εἴπηι· Τί πάλιν ἐπαίρηι τοῖς λογισμοῖς εἰς οἰκεῖον κλέος, καὶ οὐκ εἰς δόξαν Θεοῦ, δεξάμενος τοὺς πρεσβευτὰς τοῦ Βαβυλωνίου;
η.28 Ἔδει σε ἐκ τῶν προλαβόντων παιδεύεσθαι ὅτι οὐ τοσοῦτον εἰς δόξαν σήν, ἀλλ᾽ εἰς δόξαν ἐμήν, τὰ μεγάλα σημεῖα γεγόνασι, πρὸς τὸ καὶ τὰ ἔθνη παιδεύεσθαι τὴν ἐμὴν μεγαλειότητα, ἧς πάλιν καταφρονῶν ἐπήρθης μὴ εὐχαρι στήσας, ἀλλ᾽ ἄνευ ἐμοῦ δεξάμενος καὶ δείξας τοῖς πρέσβεσιν ὃν παρ᾽ ἐμοῦ ἐκτήσω πλοῦτον· τοιγαροῦν ἀπεντεῦθεν μαθήσηι ὡς μετὰ ταῦτα, ἐπὶ τῶν σῶν διαδόχων, πάντα τὸν σὸν πλοῦτον εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν παραδώσω τοῖς Βαβυλωνίοις, ὅτι ἠμέλησας πάλιν τῆς ἡμετέρας δόξης σεαυτὸν προτιμήσας ἐμοῦ· ἐπειδὴ δὲ ἀεὶ ἐνάρετος γέγονας καὶ εὐσεβής, ἐπὶ τῶν καιρῶν σου οὐδὲν τούτων συμβήσεται. Ταῦτα ἀκούσας ὁ Ἐζεκίας καὶ συνιεὶς καὶ ταπεινωθείς, ὡς δίκαιος καὶ ὑπήκοος Θεῶι, εὐχαριστήσας εἶπε πρὸς Ἠσαΐαν· «Ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη ἐν ταῖς ἡμέραις μου.»
η.29 Ὅτι δὲ πάντα κατὰ τὸ ῥῆμα τοῦ προφήτου γεγόνασιν, εὔδηλον, ὡς Ναβουχοδονόσορ ὁ Βαβυλώνιος πορθήσας τὰ Ἱεροσόλυμα πάντα ἔλαβεν ἐν Βαβυλῶνι, καὶ ἐκ τοῦ γένους δὲ τοῦ βασιλικοῦ ἐκλεξάμενος νεανίσκους τοὺς περὶ Δανιήλ, καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ, καὶ τὰ γεννητικὰ τῆς φύσεως ἐκτεμὼν ἀπ᾽ αὐτῶν μόρια πρὸς ἰδίαν ὑπηρεσίαν κατέστησεν· ἐκ τοιούτων γὰρ ἔθος ἐστὶν ὑπηρετεῖσθαι τὸν βασιλέα· μετ᾽ αὐτοῦ γὰρ καὶ ἀνεστρέφοντο· οὔτε γὰρ γάμος ἑνὸς ἐξ αὐτῶν φέρεται παρὰ τῆι θείαι Γραφῆι, οὐδὲ τέκνον, οὔτι τῶν τοιούτων ἠκούσθη περὶ αὐτῶν, ἀλλὰ καὶ ἡ παράδοσις καὶ ἡ συνήθεια κατὰ τὴν προφητείαν ἀγενείους καὶ λείους ἐν ταῖς εἰκόσιν ἀναγράφουσιν.
η.30 Ὅτι δὲ καὶ ἐπὶ τούτων πολλὰ θαύματα καὶ παράδοξα καὶ ἀποκαλύψεις καὶ προρρήσεις καὶ πολλὴ ὠφέλεια παρά τε Βαβυλωνίοις καὶ Μήδοις καὶ Πέρσαις γέγονεν, οὐκ ἀγνοεῖς, ὦ θαυμάσιε Πέτρε, ὥστε τοὺς βασιλέας αὐτῶν τιμᾶν αὐτοὺς μεγάλως καὶ ἐκτίθεσθαι δόγματα θεοσεβείας εἰς τοὺς ἰδίους λαοὺς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι Θεὸς θεῶν ἐστι καὶ Κύριος τῶν κυρίων, καὶ τοὺς λέγοντας βλασφημίαν κατ᾽ αὐτοῦ τιμωρεῖσθαι προσέταξαν.
η.31 Οὕτως ὁ Θεὸς ὁ ἀεὶ οἰκονομῶν τὰ πράγματα διὰ τοῦ ἰδίου λαοῦ παιδεύει πάντα τὰ ἔθνη, δικαιοπραγοῦντας μὲν αὐτοὺς δοξάζων, ἁμαρτάνοντας δὲ κολάζων καὶ αἰχμαλωσίαις παραπέμπων, δι᾽ ἑκατέρου παιδεύων τὰ ἔθνη τὴν ἑαυτοῦ ἀγαθουργίαν καὶ μεγαλειότητα, ὅπως καὶ αὐτὰ μεταλάβωσι θεοσεβείας, προγυμναζόμενα εἰς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι πίστιν τὴν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὔτε γὰρ μία κεραία τῆς Γραφῆς οὔτε ἰῶτα ἓν ἀκαίρως συνεγράφη, ἀλλὰ πάντα χρησίμως καὶ πρὸς κοινὴν καὶ ποικίλην ὠφέλειαν τῶν ἀνθρώπων συνεγράφησαν. Διὸ παρακαλῶ, φιλόχριστε, διὰ σοῦ καὶ τοὺς ἐντυγχάνοντας ταύτηι ἡμῶν τῆι γραφῆι συνεχῶς ἀναγινώσκειν τὴν θείαν Γραφὴν καὶ τὸ ἐκ ταύτης κέρδος καρποῦσθαι, ὠφελεῖν δυνάμενον πάντα ἄνθρωπον τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα. Γένοιτο δὲ ἡμᾶς τῶν θείων εὐλογιῶν καὶ ἐπαγγελιῶν ἐπιτυχεῖν εὐχαῖς τῶν ἡμετέρων διδασκάλων καὶ τῆς σῆς ἀδελφότητος, τὰ πάντα φιλόχριστε.
- Χριστιανοῦ εἰς τὴν ὠιδὴν Ἐζεκίου καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου