Συγγραφέας:Παλλαδάς

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Συγγραφείς: Παλλαδάς
(5ος αιώνας)
Wikimedia-logo-35px.png Δείτε επίσης βιογραφία.


V 71 Ρουφίνου ή Παλλαδά[Επεξεργασία]

Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς θυγατέρα͵ Ζήνων͵ ἔνδον ἔχεις πόλεμον.
ζήτει Λυσίμαχον μοιχὸν φίλον͵ ὅς σ΄ ἐλεήσας ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.
(→ μετάφραση του Σίμου Μενάρδου)

V 72 Παλλαδά[Επεξεργασία]

Τοῦτο βίος͵ τοῦτ΄ αὐτό· τρυφὴ βίος· ἔρρετ΄͵ ἀνῖαι. ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος͵
ἄρτι χοροὶ στέφανοί τε φιλανθέες͵ ἄρτι γυναῖκες. σήμερον ἐσθλὰ πάθω͵ τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.

IX 6 Παλλαδά[Επεξεργασία]

᾿Αχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω.

IX 166 Παλλαδά[Επεξεργασία]

Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερὴν τε γυναῖκα, σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον.
Ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν καὶ διὰ σωφροςύνην Πηνελόπης θάνατοι.
Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός, αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.

IX 180 Παλλαδά[Επεξεργασία]

Τύχη καπηλεύουσα πάντα τον βίον,
ἀσυγκέραστον τὴν φύσιν κεκτημένη
καὶ συγκυκῶσα καὶ μεταντλοῦσ’ αὖ πάλιν,
καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά,
τέχνην λαχοῦσα τὴν τρόπων ἐπάξιαν.

IX 489 Παλλαδά[Επεξεργασία]

Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον.

IX 773 Παλλαδά[Επεξεργασία]

Χαλκοτύπος τόν Έρωτα μεταλλάξας επόησε τήγανον, ουκ αλόγως όττι καί αυτό φλέγει.
σε λειωμένο αγαλματίδιο του Έρωτα
Χαλκωματάς τόν Έρωτα τόν έκανε τηγάνι• κ’ ήτανε κάτι λογικό γιατί καί τούτο καίει.

X 32 Παλλαδά[Επεξεργασία]

Πολλά μεταξύ πέλει κύλικος καί χείλεος ἄκρου.

X 34 Παλλαδά[Επεξεργασία]

Εἰ τό μέλειν δύναταί τι, μερίμνα καί μελέτω σοι˙ εἰ δέ μέλει περί σοῦ δαίμονι, σοί τί μέλει;
οὔτε μεριμνήσεις δίχα δαίμονος οὔτ’ ἀμελήσεις˙ ἀλλ’ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.

X 45 Παλλαδά[Επεξεργασία]

Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.
ἀλλ’ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.
ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὔτως εἶπ’ ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ.
εἰ δ’ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.

X 53 Παλλαδά[Επεξεργασία]

Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν, οὐ πάνυ θαυμάζω˙ τοῦ Διός ἐστι γέρας.
τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν˙
ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς ἄλλοις Τιτῆσι κολάζει, δέσμιον ὡς λῃστὴν εἰς τὸ βάραθρον ἐνείς.

X 58 Παλλαδά[Επεξεργασία]

Γῆς ἐπέβην γυμνὸς γυμνὸς θ’ ὑπὸ γαῖαν ἄπειμι· καὶ τὶ μάτην μοχθῶ γυμνὸν ὁρῶν τὸ τέλος;

X 60 Παλλαδά[Επεξεργασία]

Πλουτεῖς· καὶ τὶ τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ τὸν πλοῦτον σύρεις εἰς σορὸν ἑλκόμενος;
τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον· οὐ δύνασαι δὲ ζωῆς σωρεῦσαι μέτρα περισσότερα.

X 63 Παλλαδά[Επεξεργασία]

Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ’ ἀποθνῄσκει· καὶ γὰρ ζῆν δοκέων ὡς νέκυς ἦν ὁ τάλας.
οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες, οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.

X 73 Παλλαδά[Επεξεργασία]

Εἰ τό φέρον σέ φέρει, φέρε καί φέρου˙ εἰ δ’ ἀγανακτεῖς, καί σαυτόν λυπεῖς καί τό φέρον σέ φέρει.

X 82 Παλλαδά[Επεξεργασία]

Άρα μή θανόντες τώ δοκείν ζώμεν μόνον, Έλληνες άνδρες, συμφορά πεπτωκότες
όνειρον εικάζοντες είναι τόν βίον; ή ζώμεν ημείς, τού βίου τεθνηκότος;

X 85 Παλλαδά[Επεξεργασία]

Πάντες τῷ θανάτῳ τηρούμεθα καί τρεφόμεσθα ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.

X 87 Παλλαδά[Επεξεργασία]

Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην Τύχην τε πόρνης ῥεύμασιν κινουμένην,
ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε ἀναξίους ὁρῶντες εὐτυχεστέρους.

X 90 Παλλαδά[Επεξεργασία]

Ω της μεγίστης του φθόνου πονηρίας•
τον ευτυχή μισεί τις, ον θεός φιλεί.
Ούτως ανόητοι τω φθόνω πλανώμεθα,
ούτως ετοίμως μωρία δουλεύομεν.
Έλληνες εσμέν άνδρες εσποδωμένοι,
νεκρών έχοντες ελπίδας τεθαμμένας•
ανεστράφη γαρ πάντα νυν τα πράγματα.

X 98 Παλλαδά[Επεξεργασία]

Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν, τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον.

XI 282 Παλλαδά[Επεξεργασία]

Εἰς ἀεὶ νοσοῦντα
Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ, τοὺς δ’ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.
Αυτούς π’ αφήσαν τό γλυκό τού ήλιου φώς δέν κλαίω,
μόν’ κλαίω αυτούς πού πάντοτε τόν θάνατο προσμένουν.

XI 288 Παλλαδά[Επεξεργασία]

Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος, καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.

XI 300 Παλλαδά[Επεξεργασία]

Πολλά λαλείς, άνθρωπε, χαμαί δέ τίθη μετά μικρόν. σίγα, καί μελέτα ζών έτι τόν θάνατον.
Λόγια πολλά λες, άνθρωπε, σε λίγο θα πεθάνεις. Σώπα, κι ενόσω ακόμα ζείς, τον θάνατο μελέτα.

XI 306 Παλλαδά[Επεξεργασία]

Άν μετ’ Αλεξάνδρειαν ες Αντιόχειαν απέλθης καί μετά τήν Συρίην Ιταλίας επιβής,
τών δυνατών ουδείς σε γαμήσει.τούτο γάρ αιεί οιομένη πηδάς εις πόλιν εκ πόλεως.
σε πόρνη
Κι άν απ’ τήν Αλεξάνδρεια στήν Αντιόχεια φύγεις καί τή Συρία αφήνοντας στήν Ιταλία πάς,
ποτέ κανένας δυνατός δέν θά σέ πάρει εσένα. Μά ελπίζεις• καί γι’ αυτό από μιά σέ πόλη άλλη πηδάς.

XI 323 Παλλαδά[Επεξεργασία]

Ῥῷ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει· λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ.
τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.

XI 340 Παλλαδά[Επεξεργασία]

Ώμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν· πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην.
ἀλλ᾿ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.


XI 349 Παλλαδά[Επεξεργασία]

Εἰπέ, πόθεν σύ μετρεῖς κόσμον καὶ πείρατα γαίης ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον.
σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν, καὶ τότ’ ἀριθμήσεις γαῖαν ἀπειρεσίην.
εἰ δ’ ὀλίγον πηλὸν τοῦ σώματος οὑ καταριθμεῖς, πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;
Γιά πές μου πούθε εσύ μετράς τά πέρατα τού κόσμου, πού από λίγη είναι γή τό σώμα σου πλασμένο ;
Τόν εαυτό σου μέτρησε καί γνώρισέ τον πρώτα κ’ ύστερα τήν απέραντη τή γή νά υπολογίσεις.
Νά λογαριάσεις δέ μπορείς τή λάσπη τού κορμιού σου καί νά γνωρίσεις τώρα θές τά μέτρα τών αμέτρων.

XI 373 Παλλαδά[Επεξεργασία]

Εἰς ποιητὴν κυβεύοντα
Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν• ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.
Σε ποιητὴ που παίζει τάβλι
Για όλους τους φιλόμουσους η Καλλιόπη είναι θεός• η δική σου Καλλιόπη, Ταβλιόπη λέγεται.

XI 381 Παλλαδά[Επεξεργασία]

Πᾶσα γυνὴ χόλος ἐστίν· ἔχει δ’ ἀγαθὰς δύο ὥρας, τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.
Κάθε γυναίκα μόνο οργή σού προξενεί· δυό μόνο, τού γάμου καί τού θάνατου, είν’ οι καλές στιγμές της.

XI 384 Παλλαδά[Επεξεργασία]

Ει μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πώς πάλι μούνοι; ώ πληθύς μοναχών ψευσαμένη μονάδα.

XI 387 Παλλαδά[Επεξεργασία]

Πάντες ἅπαξ τρώγουσιν • ὅταν δὲ τρέφῃ Σαλαμῖνος, οἲκαδ’ ἀριστῶμεν δεύτερον ἐρχόμενοι.

XV 20 Παλλαδά[Επεξεργασία]

Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον,
αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος·
λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.
Μές στή σιωπή ζήσε τήν άθλια ζωή σου,
όπως κι ο χρόνος στή σιωπή μέσα κυλάει•
κρυφή ζωή ή έστω κρυφό θάνατο νά ’χεις.

XVI 317 Παλλαδά[Επεξεργασία]

Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί, Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.