Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Δ/7

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (7)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (7)

Τοὺς συκοφάντας μέντοι μετῆλθε, καὶ ἄλλῳ μὲν ἄλλην δίκην ἐπέθηκε, τῷ δ’ Ἀαρὼν ἐπέβρισε χαλεπώτερον, ταῖς οἰκείαις ἁρπεδόσι περισχοινίσασα. μετ’ οὐ πολὺν γάρ τινα χρόνον ἁλίσκεται μαγείαις προσανέχων, καὶ προύκειτο χελώνης ἔκφορον μίμημα, ἔνδον στέγον τῆς χέλυος ἀνθρωπόμορφον εἴκασμα, [95D] πεπεδημένον ἄμφω τὼ πόδε καὶ τὸ στέρνον ἐληλαμένον ἥλῳ διαμπερές. ἑάλω δὲ καὶ βίβλον Σολομώντειον ἀνελίττων, ἥτις ἀναπτυσσομένη τε καὶ διερχομένη κατὰ λεγεῶνας συλλέγει καὶ παρίστησι τὰ δαιμόνια, συχνάκις ἀναπυνθανόμενα ἐφ’ ὅτῳ προσκέκληνται, καὶ τὸ ἐπιταττόμενον ἐπισπεύδοντα περατοῦν, καὶ προθύμως δρῶντα τὸ κελευόμενον. oὐκ ἐπὶ τούτοις δὲ μόνον Ἀαρὼν συνείληπτο, ἀλλὰ καὶ ὅτι βασιλέως ἐνώπιον ὑποβάλλων ἃς ἐκ τῶν δυσμόθεν ἐθνῶν ἀφικόμενοι πρέσβεις ἐκόμιζον ἀγγελίας, καὶ μὴ δυσαχθοῦντας ὁρῶν πρὸς τὰ τοῦ βασιλέως θελήματα, ἐπιπλήττει τούτοις ἐν μιᾷ τῶν αἰτήσεων ὡς πρὸς τὰς καταθέσεις ἑτοιμορρόποις τε καὶ εὐκόλοις, καὶ ὑποτίθησιν ἀντιτεῖναι πρὸς τὸ τῶν ζητημάτων τηνικαῦτα προκείμενον καὶ μὴ ῥᾳδίως οὕτω καὶ ἐκ πρώτης καθυπενδοῦναι, ὡς ἐντεῦθεν κερδανοῦντας καὶ φιλίαν μείζω [96A] ἐκ βασιλέως κἀκ τῶν ὁμογλώττων πλείω τιμήν. καὶ τότε μὲν ἡ διάλεξις διελέλυτο, ἀφώρατα τῷ βασιλεῖ θεμένη τὰ τοιαδὶ τοῦ Ἀαρὼν εἰσηγήματα καὶ τῷ τῆς διαλέκτου διαφόρῳ τὰ ἔκθεσμα σκέμματα συσκιάσασα· κατὰ μόνας δὲ τὰ προβληθέντα τῶν ζητημάτων ἡ βασιλὶς ἀναπεμπάζει φρενί, Λατινὶς οὖσα τὸ γένος καὶ τῶν λεγομένων ἀκριβῶς συνιεῖσα, καὶ ἀνακαλύπτει πάντα τῷ ἄνακτι. ὁ δ’ ἐπὶ τοῖς ἠκουσμένοις ἀγανακτήσας κακῶς τὸν Ἀαρὼν τίθησι, τῶν τε ὀφθαλμῶν τὸ φῶς ἀμαυρώσας καὶ τῆς οὐσίας πάσης ἀποστερήσας. κακοεργὸς δ’ ὢν ὁ Ἀαρὼν, καὶ λιχνείαν φύσεως περὶ τὰ [96B] χείριστα δυστυχῶν, ἐς ὕστερον ἐνῆγεν Ἀνδρόνικον τυραννήσαντα μὴ μέχρι τοῦ ἐκκόπτειν τοὺς ὀφθαλμοὺς τὴν τῶν ἀντιφρόνων ἐκείνῳ τιμωρίαν περιιστᾶν ἀλλ’ ἢ θάνατον ἁπάντων καταψηφίζεσθαι ἢ βαρυτέραις ἐκμοχλεύειν κολάσεσιν, ἑαυτὸν τιθεὶς εἰς παράδειγμα κἀντεῦθεν πιστούμενος τὰ λεγόμενα, ζῶντά τε καὶ κινούμενον καὶ πνέοντα καὶ φθεγγόμενον καὶ συμφράδμονα εἶναι δυνάμενον, καὶ μὴ μόνον διὰ χειρῶν ἀντιλαβῆς ἀλλὰ καὶ διὰ γλώττης αὐτῆς ὡσεὶ καὶ μαχαίρας ὀξείας ἀποδειροτομεῖν ἰσχύοντα τὸν ἀντίδοξον, καὶ ἕτερ’ ἄττα φλύαρα καὶ ἀπάνθρωπα ὑφηγούμενος, δι’ ὧν τὸ ἀκροχολώτατον ἐκεῖνο καὶ ὑποδύσκολον τὸν τρόπον γερόντιον χαιρησιφονεῖν [96C] ἐπὶ μᾶλλον ἐπώτρυνεν. ὧν δὴ πονηρῶν διαβουλίων καὶ παραιφάσεων μικρὰν ἀποτιννὺς ἀμοιβὴν τῷ γεννήτορι Ἀαρὼν ὁ τὸν Ἀνδρόνικον ὕστερον τῆς ἀρχῆς καθελὼν Ἰσαάκιος ὁ Ἄγγελος ἐκτέμνει τὴν αὐτοῦ γλῶτταν, συναφελεῖν τε καὶ ἀφανιεῖν τὸν ἐπὶ ταύτης σπεύδων ἰόν.


Ὁ δὲ βασιλεὺς Μανουὴλ ἐπέβλεψέ ποτε θυμῷ πλαγίῳ καὶ κινήσει ἐνδίκῳ κατὰ τοῦ Σκληροῦ Σὴθ καὶ τοῦ Σικιδίτου Μιχαήλ, ὅθεν καὶ προστάξει τούτου ταῖς οἰκείαις ὄψεσιν ἄμφω τὸν σίδηρον ἐδέξαντο σίζοντα, λόγῳ μὲν ἀστρονομίας ἐχόμενοι, ἔργῳ δὲ μαγγανείαις προσκείμενοι καὶ δαιμονώδεσιν ἑτέροις φενακισμοῖς. ὁ μὲν γὰρ Σκληρὸς ἐπιγάμου παρθένου [96D] ἤρα καὶ ἐπείρα λαμπρῶς, παρορώμενος δὲ ὑπὸ τῆς κόρης καὶ ἀδοξούμενος στέλλει ταύτῃ διὰ προαγωγοῦ τινος γυναίου μῆλον Περσικόν. ἡ δὲ παρθένος καταθεμένη τοῦτο τῷ κόλπῳ ἐκμαίνεται μάλα δὴ πρὸς ἔρωτα καὶ ἀφροδισίου ὑποπίμπλαται οἴστρου, καὶ τέλος διακορεῖται παρ’ αὐτοῦ. οἱ δὲ τῆς παιδὸς προσγενεῖς βαρέως ἐνεγκόντες τὴν ταύτης ταπείνωσιν καταβοῶνται γενναίως μάλα τοῦ ταῖς νεάνισιν ἐφοπλίζοντος δαίμονας καὶ δίκην ὄφεως ἀρχεκάκου δι’ ὀπώρας τὰς παρθένους συλαγωγοῦντος καὶ τῆς σώφρονος βιοτῆς ὡς ἐξ Ἐδὲμ ἀπελαύνοντος. καὶ πικρόγαμος ἐντεῦθεν γενόμενος, ἣν κακῶς ἔβλεψεν, οὐδ’ ὅλως ἔτι ἑώρακεν. ὁ δὲ Σικιδίτης διά τινων ἀρρητουργιῶν καὶ δεδορκότα τῶν θεωμένων ἐσκότου τὰ βλέφαρα καὶ ἀπεπλάνα τοῦ τὰ θεατὰ ὡς ὄντα ὁρᾶν, καὶ τῶν ὁρώντων τὰς ὄψεις παρέφερε, κατὰ φάλαγγας ἐπισυνιστῶν τοὺς δαίμονας, οὓς ἂν ἐκπλῆξαι βούλοιτο. ἔτυχε γοῦν ποτε ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων ἐς θάλασσαν, κατήγετο δὲ ἁλιὰς τρυβλία καὶ λοπάδας ἔχουσα τὰ ἀγώγιμα. [97A] φησὶ τοίνυν πρὸς τοὺς συνεστῶτας ὡς τίνα ἂν αὐτῷ κατάθωνται τὸν μισθόν, εἰ τὸν νηΐτην τῶν ὀρθῶν φρενῶν διεκπλεύσαντα μὴ ἂν ὀκνῆσαι παρασκευάσειεν ἀναστῆναί τε τῶν σελμάτων, τὴν δικωπίαν προέμενον, καὶ συντρῖψαι εἰς λεπτὰ τὰ κεράμια. τῶν δὲ εὐγνωμονεῖν εἰπόντων πρὸς ἅπαν τὸ παρ’ αὐτοῦ αἰτηθέν, ὁ πρωρεὺς μετὰ βραχὺ τῆς ἕδρας ἀνίσταται, καὶ τὴν κώπην ἀνὰ χεῖρας λαβὼν κατέφερέ τε τῶν σκευαρίων συχνὰ, καὶ οὐκ ἀνῆκεν οὕτω διαπραττόμενος ἕως αὐτὰ εἰς κόνιν ἐλέπτυνεν. ἐκ δὲ τούτου οἱ μὲν ἄνωθεν θεώμενοι τῷ γέλωτι διερρήγνυντο, τὸ γεγονὸς τιθέμενοι διὰ θαύματος· ὁ δὲ πλωτὴρ ἀμφοτέραις μετ’ οὐ πολὺ τῶν γενείων δραξάμενος [97B] γοερὸν ἐπωδύρετο, καὶ ὡς θεοβλαβείᾳ τὰς φρένας παρακοπέντα πολλῷ ἔτι μᾶλλον ἀνανήψας τοῦ ζόφου ἑαυτὸν ὠλοφύρετο. ἐρωτώμενος δέ ὅ τι πεπονθὼς τὸν φόρτον οὑτωσὶ διέθετο, διεξῄει περιπαθῶς ὡς ταῖς κώπαις προσανέχων αἴφνης ὄφιν ὁρᾷ δαφοινόν, πυρσώδη τὸν λόφον, ἄνω τῶν τρυβλίων ἐκτεταμένον, ἐς αὐτὸν ἀτενὲς ὁρῶντα κατὰ τοὺς τῶν δρακόντων ἀκλινεῖς τὸ ὄμμα, καὶ καταπιεῖν ὀριγνώμενον, ὃς καὶ οὐκ ἔληξε τῶν ἑλίξεων πρὶν ἢ κατηλοήθη τὰ κεράμια· τὸ δ’ ἐκ τούτου ἠφάντωται, ὥσπερ ἐκ μέσων οἱ τῶν ὀφθαλμῶν ἀποπτάς. καὶ τοῦτο μὲν τοιοῦτον, ἕτερον δὲ κἀκεῖνο. ἐν βαλανείῳ λουόμενος ἦν, ἐς διαφορὰν δὲ καταστὰς μετὰ τῶν τοῖς [97C] αὐτοῖς νίτροις ἁγνιζομένων εἰς τὰ ἀπόδυτρα ἔξεισι. μετὰ μικρὸν δὲ καὶ οἱ ἐν τῷ λουτρῷ φεύγοντες καὶ συμπατοῦντες ἀλλήλους ἐξῄεσαν ἐκεῖθεν περιδεεῖς, οἳ καὶ τοῖς συνειλεγμένοις πυκνὰ τὸ πνεῦμα συλλέγοντες ἔφασκον ὡς ἐκ τῆς θερμορρόης ἐκπηδήσαντές τινες ἄνδρες πίσσης μελάντεροι ἐξῶσαν αὐτοὺς τοῦ λουτροῦ, παίοντες κατὰ τῶν γλουτῶν τῷ πλατεῖ τοῦ ποδός. διὰ ταῦτα τοίνυν ἀμφότεροι καὶ πράξεις δὲ ἀσελγεστέρας ἑτέρας τῶν ὄψεων ἐστερήθησαν· οἱ δ’ αὐτοὶ ἐπιβιώσαντες, ὁ μὲν Σὴθ καὶ πάλιν τοῖς προτέροις ἐνησχόλητο, ἅτερος δὲ εἰς μοναχὸν ἀποθριξάμενος, χρόνῳ ὕστερον [97D] σύγγραμμά τι περὶ τῶν θείων μυστηρίων ξυνθέμενος, ἀφῆκε δι’ αὐτοῦ κυνῶν ἐρυγάς ὁ τῶν θείων δωρεῶν ἀνάξιος.

Ἔργον κἀκεῖνο τοῦ βασιλέως τούτου περιφανές. αἱ Ἀσιαναὶ πόλεις, τὰ Χλιαρά, τὸ Πέργαμόν τε καὶ Ἀτραμύτιον, κακῶς ἔπασχον ὑπὸ τῶν Περσῶν· αἱ γὰρ περιοικίδες χῶραι ἀσυνοίκιστοί τε ἦσαν πρώην, κἀκ τοῦ κωμηδὸν οἰκεῖσθαι εἰς προνομὴν τοῖς πολεμίοις ἐξέκειντο. καὶ αὐτὰς τοίνυν ἐκρατύνατο τείχεσι, καὶ τὰ πλησίον δὲ ἱππήλατα πεδία φρουρίοις διέλαβεν ἐρυμνοῖς. οὕτω δὲ πλήθουσιν οἰκητόρων ταῦτα δὴ τὰ πολίχνια καὶ τοῖς κατὰ τὸν ἥμερον βίοτον ἐνευθηνοῦνται χρηστοῖς ὡς ὑπεράνω κεῖσθαι πόλεων πολλῶν εὐδαιμόνων· ἀγροί τε γὰρ εἰς εὐφορίαν καρπῶν ἡμερωθέντες ἐπέδωκαν, καὶ φυτηκόμος χεὶρ ἐρριζούχησεν ἐκεῖσε ξύλον ἅπαν καρποδοτοῦν, ὡς μεταθέσθαι (φάναι τὸ τοῦ Δαβίδ) τὴν ἔρημον εἰς λίμνας ὑδάτων καὶ εἰς οἰκήσιμον τὴν πρώην ἀοίκητον. εἴ τι οὖν κατόρθωμα μέγιστον, εἴ τι λυσιτελέστατον Αὔσοσιν ὁ Μανουὴλ διανενόηκέ τε καὶ διεπράξατο καθ’ ὅσους ἦρξε Ῥωμαίων ἐνιαυτούς, τοῦτο εἴη ἂν τὸ κράτιστον ὁμοῦ καὶ κοινωφελέστατον. τίς γὰρ παράγων ἐκεῖ, καὶ εἰδώς οἵαν μὲν ὁ χῶρος ἔτρεφεν ἀγριότητα οἵους δ’ ἔστεγεν ἄνδρας, ἀναιδεῖς μὲν ὑπὲρ τὸν κορυνήτην Περιφήτην, ἀγριωτέρους δὲ τοῦ πιτυοκάμπου Σίνιδος καὶ τοῦ Σκίρωνος, οὓς ἀνεῖλε πάλαι [98A] Θησεύς, οὐκ ἂν τὰς χεῖρας ἀνατείνας τῷ βασιλεῖ ἐπεύξαιτο τῷδε κλῆρον ἐν Ἐδὲμ ἀΐδιον καὶ τόπον χλοερὸν καὶ ἀνώλεθρον; οὐκοῦν καὶ ἴδιον ἐπώνυμον ταυτὶ τὰ φρούρια κληρωσάμενα (Νεόκαστρα γὰρ ὀνομάζονται) οἰκεῖόν τε ἁρμοστὴν ἐκ Βυζαντίου στελλόμενον ἔχουσι, καὶ εἰς τὸ βασίλειον ταμεῖον ἐτήσια ξυμφέρουσι κέρματα.