Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Ε/1

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Ε΄ (1)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Ε΄ (1)

Αὖθις δὲ τῶν Παιόνων τοὺς ὅρκους συγχεάντων ὁ [98Β] κατ’ αὐτῶν ἐκφύεται πόλεμος, καὶ πρὸς καιρὸν ἀπορρυεὶς καὶ δόξας τέλος καταλελύσθαι, ὁ δὲ κατὰ πολύχουν ἀνέθηλε λήϊον μάκαρος ἀνδρὸς ἀκμαιοτέρους ἀμητῆρας ἐθέλον. ὡς οὖν ὑπέφαινεν ὥρα ὡραία τῇ ἐξόδῳ, ᾔει τὴν ἐπὶ Σαρδικῆς βασιλεύς, ὅπου καὶ ταῖς δυνάμεσιν, ἃς ἄγειν ἤμελλεν ἐπὶ Παίονας, τεταγμένον ἦν αὐτῷ συμβαλεῖν. ἐν ᾧ δὲ τὰ στρατεύματα ξυνελέγετο, ἐνωτίζεταί οἱ ὡς ἄνωθεν τῆς ἁψῖδος, ἥτις ἔκτισται κατὰ τὸ πρὸς δυσμὰς μέρος τῆς Κωνσταντινείου ἀγορᾶς, εἰκόνες ἐκ χαλκοῦ δύο ἵδρυνται πάλαι [99A] γυναικόμορφοι, ἡ μὲν καλουμένη Ῥωμαία, θατέρα δὲ Οὔγγρισσα, νῦν δὲ ὑπὸ τοῦ τὰ πάντα μετασκευάζοντος χρόνου ἡ μὲν ἀπὸ Ῥωμαίων τὴν κλῆσιν εἰληχυῖα τῆς ὀρθίας κατήρειπται στάσεως, ἡ δὲ λοιπὴ ἐπὶ τῆς προτέρας ἥδρασται βάσεως. θαυμάσας οὖν ἐκεῖνος τὸ εἰρημένον, πέμψας εὐθὺς τὴν μὲν ἀνέστησε τὴν δ’ ἀνέτρεψε καὶ κατήνεγκε, ταῖς τῶν εἰκόνων μετασκευαῖς μεταβαλεῖν καὶ μεθαρμόσειν οἰόμενος καὶ τὰ πράγματα, καὶ τὰ μὲν τῶν Ῥωμαίων οἷον μετεωρίσειν, τὰ δὲ τῶν Παιόνων καθαιρήσειν. συνηγμένων δὲ τῶν στρατοπέδων σκέψιν προύθηκεν, εἰ δεῖ καὶ αὐτὸν συνεκστρατεύειν κατὰ Παιόνων, εἴτε μὴν στρατηγῷ τὰς δυνάμεις ἐπιτρέψαντα μετελθεῖν οὑτωσὶ τὸ ἀντίπαλον. ὡς οὖν πᾶσι δέδοκτο βασιλέα μὲν ἐπὶ [99B] Σαρδικῆς καθῆσθαι, τῶν δ’ ἡγεμόνων τοὺς γενικοὺς ἀναρρηθῆναι στρατηγοὺς τοῦ πολέμου, ὅπως αἱ τῶν πραγμάτων ἄδηλοι ἐκβάσεις εἶεν οὕτω καὶ τὸ ἐκ τῆς ἥττης αἶσχος μετριάζουσαι καὶ τὸ κατορθωθὲν μεγαλύνουσαι μᾶλλον καὶ εἰς κλέος ἐξαίρουσαι μέγιστον, ὡς κἀκείνου τε καὶ τούτου ξυμβεβηκότος κατ’ ἀπουσίαν τοῦ αὐτοκράτορος, ἀναδείκνυται τῆς ὅλης ἀρχηγὸς στρατιᾶς ὁ τοῦ στόλου δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος. ἐν δὲ τῷ μέλλειν ἀπαίρειν τῆς Σαρδικῆς τὰ στρατεύματα, ἐν ἐπηκόῳ στὰς ὁ βασιλεὺς γίνεται καλῶν καὶ γενναίων λόγων καὶ πολὺ τὸ πιθανὸν ἐχόντων ἀγορητής. αὐτόν τε γὰρ Κοντοστέφανον παρεθάρρυνεν εἰς τὴν προκειμένην στρατήγησιν, οὐ μόνον μεθόδους ὑποτιθεὶς τακτικάς, [99C] ἀλλὰ καὶ καιρὸν αὐτῷ τῆς προσβολῆς ἐπισημαινόμενος εἶδός τε ὁπλίσεων καὶ σχήματα παρατάξεων, τούς τε ὑποστρατήγους καὶ τοὺς ἰλάρχας καὶ καθεξῆς ἅπαντας τοὺς ἐν ὅπλοις διανίστη πρὸς μαχισμόν, ἐνάγων εἰς μνήμην τῶν προηγωνισμένων, καὶ πείθων τοῖς ὑποδείγμασι σπεῦσαι καὶ τὰ προκείμενα θαρρῆσαι δεινὰ καὶ ἀγαθὸν καὶ τούτοις σὺν θεῷ ἐπιθεῖναι τέλος καὶ μετὰ λαμπρῶν τροπαίων ἐπανελθεῖν· οὕτω γὰρ ὑπ’ αὐτῶν δοξασθεὶς ἐκεῖνος, κἀν τῷ ἀπεῖναι τοὺς βαρβάρους νικήσας, ἀντικαταθήσει καὶ αὐτὸς τούτοις οὐκ εὐαγκάλους τὰς ἀμοιβάς. οἱ δὲ καί ὅτε μὲν ᾔδετο ταῦτα πρὸς τοῦ κρατοῦντος, τὸ ἡδέως ἀκούειν καὶ παραδέχεσθαι προθύμως [99D] ὑπέφαινον ἐξ ὧν τὰς ἀκοὰς ὑπέκλινον καὶ σιγὴν ἐπὶ τοῖς λεγομένοις ἠσπάζοντο· ἐπεὶ δ’ ἐπαύσατο τοῦ λέγειν, ἔτι μᾶλλον τὴν ἔνδον διάθεσιν ὑπεσήμαινον καὶ ὃν εἶχον γάργαλον ἐν ψυχῇ, τῷ μέλιτι τοῦ λόγου κατακηλούμενοι, ὑφ’ οὗ καὶ ἐῴκεσαν ἀτεχνῶς ἀποκλύσασθαι εἴ τί που τούτοις εἰσερρύηκεν ἀηδὲς ἀπὸ τῆς μνήμης τῶν προτέρων πολέμων· βασιλέα τε γὰρ εὐφήμοις ἐκρότουν φωναῖς, καὶ τὸ πρόθυμον καὶ ὑπὲρ ἰσχὺν ἐνδείξασθαι ἰσχυρίζοντο. ἀμέλει μηδὲ μέλλειν ἐβόων τὸν στρατηγέτην, ἀλλὰ τὴν ἐπὶ τοὺς πολεμίους ἄγειν αὐτούς. οὕτως ἐξῃρμένων τῶν στρατευμάτων αἴφνης αἴρεται θροῦς ἐν τῷ στρατοπέδῳ συμμιγής· ἐκ γὰρ τοῦ τῶν Παιόνων τις ἔθνους τὸν ἵππον κατὰ κράτος ἐλαύνων, καὶ προσβαίνων εἰς ὅσον καὶ ὅσον, ἐπὶ στόμα συγκατήνεκται τῷ ὀχήματι. βασιλεὺς τοίνυν ὡς τοῦτο εἶχε πυθόμενος, αὐτός τε διεκέχυτο καὶ θαρρεῖν παρεκελεύετο πᾶσιν, οὐκ ἄχαρι τὸ μέλλον ἐντεῦθεν οἰωνιζόμενος, καὶ [100A] χαίρειν ἐνάγων ὡς ἐπὶ δεξιᾷ ἤδη τῇ τοῦ πολέμου τελευτῇ.