Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Δ/6

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (6)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (6)

Ἀλλὰ τίνα τὰ παρὰ πόδας; χρεὼν γὰρ μηδὲ τούτων ἀφέξεσθαι. Περιδεεῖς οἱ πολλοὶ τῶν κρατούντων εἰσὶ καὶ καχύποπτοι, καὶ χαίρουσι διαπραττόμενοι ὅσα θάνατος καὶ Χάος καὶ Ἔρεβος ἐν τῷ τοὺς εὐπατρίδας ἀκροτομεῖν καὶ ἐκποδὼν τιθέναι πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ἐοίκασιν ἀτεχνῶς ὑψιτενέσι καὶ ἀκροκόμοις πίτυσιν. ὡς γὰρ αὗται καὶ βραχείαις ἀνέμων πνοαῖς τὰς τῶν κλάδων βελόνας διατινασσόμεναι ψιθυρίζουσιν, οὕτω δὴ καὶ οὗτοι καὶ τὸν πλούτῳ [93D] κομῶντα ὑποβλέπονται καὶ τὸν ἐπ’ ἀνδρείᾳ τῶν πολλῶν διαφέροντα κατεπτήχασι. κἂν εἴη τις τὸ κάλλος ἀγαλματίας, καὶ τὴν γλῶτταν ὡς ὄρνις μουσηγέτης ἐστόμωτο, κἂν τὸ ἦθος ὁρῷτο εὐτράπελος, οὐκ ἐᾷ καθεύδειν τὸν ἐπὶ τοῦ στέφους οὐδ’ ἠρεμεῖν, ἀλλὰ γίνεται τούτῳ τῶν ὕπνων ἐκκοπή, τῆς τρυφῆς ἀνατροπή, ἡδονῆς ὑφαίρεσις, φροντίδων ὑπόθεσις· καὶ τὴν φύσιν μέμφονται τὴν πλάστριαν, ὅτι καὶ ἑτέρους εἰς τὸ ἄρχειν ἐπιδόξους ἐπαλαμήσατο, καὶ μὴ πρώτους αὐτοὺς καὶ ὑστάτους κάλλιστους ἀνθρώπων ἐφύτευσεν. οὐκοῦν καὶ ἀντιστρατεύονται τὰ πολλὰ τῇ προνοίᾳ καὶ τῷ θείῳ ὑπέροπλοι γίνονται, πάντα ἀγαθὰ ἐκ τοῦ πλείονος ἐκχορδεύοντες καὶ ὡς θύματα σφαγιάζοντες, ὡς ἔχοιεν ἐφ’ ἡσυχίας δήπουθεν οὗτοι σπαθᾶν καὶ ὡς πατρῷον κλῆρον καθηδυπαθεῖν μονώτατοι τὰ δημόσια καὶ ὡς ἀνδραπόδοις χρῆσθαι τοῖς ἐλευθέροις καὶ ὡς ὠνητοῖς τοῖς ἀξιωτέροις ἐνίοτε ἄρχειν προσφέρεσθαι, κακῶς εἰδότες καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένοι καὶ κακοβούλως τῶν πρότριτα λανθανόμενοι. καὶ ὁ Μανουὴλ τοίνυν οὐδὲν ἄχαρι ἔχων ἐπεγκαλεῖν Ἀλεξίῳ τῷ πρωτοστράτορι, ἢ ὅ τι ὅλως παραλελύπηκεν ἢ παρηνώχλησεν [94A] ἢ τῆς ὀφειλομένης εὐνοίας καὶ πίστεως καθυφῆκε βραχύ τι γοῦν ἀντίρροπα δράσας ὧν ὑπ’ αὐτοῦ πέπονθεν εὖ, καὶ ὡς ἐπὶ ζυγοῦ τὴν ἑτέραν παρήνεγκε πλάστιγγα, ἐξ ὑπονοίας δὲ μόνης ὁρμώμενος, κακοσχόλων τινῶν, ὡς ἄνθρωπος, ὑπαχθεὶς ὑφηγήσεσιν, ἐκ τοῦ τὸν ἄνδρα ὁρᾶν καὶ στρατηγοῖς καὶ στρατιώταις ἐρώμενον καὶ φιλοτίμῳ γνώμῃ καὶ χειρὶ φιλοδώρῳ πρὸς ἅπαντας χρώμενον, ἴσως δὲ καὶ τοῦ προσόντος [94B] αὐτῷ πλούτου ὑποτύφων ἔφεσιν, συλλαμβάνει τοῦτον διάγων ἐν Σαρδικῇ, μήπω ἐπιφαυσκούσης ἡμέρας, τῇ οἰκείᾳ ἔτι συγκατακείμενον ὁμευνέτιδι, καὶ οὐ μόνον τῶν ὄντων ἁπάντων ἀπογυμνοῖ, ἀλλὰ καὶ εἰς μοναχὸν ἀποκείρας ἐν ἑνὶ τῶν κατὰ τὸ Παπύκιον ὄρος φροντιστηρίων παραρριπτεῖ. ἵνα δὲ μὴ ᾖ τὸ πραχθὲν ἀπροφάσιστον καὶ προῦπτον διὰ τοῦτο τὸ βασιλικὸν ἀδίκημά τε καὶ ἀσχημόνημα, οἱ συκοφάνται παρῆσαν ἐγγύς ὑφειμένοι παρ’ ὧν ὑπεβλήθησαν, καὶ γοητεῖαι κατὰ βασιλέως τὰ αἰτιάματα οὕπω πάνυ τοι πιθαναὶ καὶ δραστήριοι ὡς ποιεῖν τὸν κεχρημένον πετόμενον καὶ μηδ’ [94C] ὅλως θεώμενον καθ’ ὧν ἂν ἐπεισπέσθαι ξιφηφόρος βούλοιτο, καὶ ἕτερ’ ἄττα βωμόλοχα καὶ ἀκοαῖς ὑγιαινούσαις οὐκ εὐπαράδεκτα, ὁποῖα πάλαι τοῦ Περσέως λογοποιοῦντες κατηγόρευον Ἕλληνες. ἦν δὲ, ὡς ᾔδετο, τῶν συκοφαντῶν τοῦ ἀνδρός ὁ προχειρότατος Ἀαρών τις Ἰσαάκιος, Κορινθόθεν μὲν ὁρμώμενος, τὴν δὲ Λατινίδα γλῶτταν ἄκρως ἐξησκηκὼς ἡνίκα συναπήχθη τοῖς πατριώταις εἰς Σικελίαν αἰχμάλωτος, καὶ τοῖς ἐκ τῆς διαλέκτου ταύτης τῷ βασιλεῖ ἐντυγχάνουσιν ὑποβολεὺς τηνικαῦτα γινόμενος. ἡ δὲ τοῦ Ἀλεξίου γυνή, θυγάτηρ οὖσα τοῦ πορφυρογεννήτου Ἀλεξίου ὃς ἐπρωτοτόκει [94D] τῶν τοῦ Μανουὴλ ἀδελφῶν, ἐφιλοτιμεῖτο μὲν ἑαυτὴν ἀνελεῖν, φιλανδρίαν καὶ σωφροσύνην ἐν ταῖς μάλιστα τῶν γυναικῶν ἀγαπήσασα καὶ τιμήσασα, καὶ τῶν ἐκ τοῦ γένους θηλυτέρων καλλιστεῖον οὖσα καὶ λαμπρὸν ἐπικόσμημα καὶ περιλάλημα τοῖς πᾶσιν ἐράσμιον· τοῦ τοιούτου δ’ ἐγχειρήματος ἐκκρουσθεῖσα πεσοῦσα προσεκνυζᾶτο τοῖς τοῦ θείου καὶ βασιλέως ποσὶ, καὶ ἐδεῖτο κοπτομένη θερμότερον φήνης καὶ ἐλεεινότερον, δρακόντων ὀδυνηρότερον, ἀλκυόνος πολυπενθέστερον, χαρίσασθαι τὸν ἄνδρα αὐτῇ, μαρτυρομένη θεὸν, καὶ εἴ τί που φρικῶδες τοῖς εὐσεβοῦσι πρᾶγμα καὶ ὄνομα ἀπαραλόγιστον, εἶναι τῆς ἐκείνου βασιλείας θεράποντα καὶ ἀκαταιτίατον πάντῃ τὸν εὐνέτην αὐτῆς. ἀλλ’ οὐκ ἴσχυσε μεταθέσθαι τὴν γνώμην τοῦ αὐτοκράτορος, οὐδ’ ἀναλῦσαι ὅλως ἅπερ ἐκείνῳ ἤδη κεκύρωτό πως καὶ δέδοκτο, καὶ ταῦτα ἕως δακρύων αὐτὸν καὶ θέᾳ ἐλεεινῇ καὶ σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν οἰκτροῖς ἐκθηλύνασα. ἀμέλει καὶ τὸν βίον φιλόδακρυν ἔχουσα κατὰ τὰς φιλοσώφρονας τρυγόνας τὰ οἰκόπεδα περιέτρυζεν ὀλολύζουσα, καὶ τὴν μόνωσιν ἀπωδύρετο· ὅθεν καὶ τῇ περισσοτέρᾳ λύπῃ καταποθεῖσα τὸ φρονεῖν παρακέκοπται, ἐπὶ παισὶν ἄρρεσι δυσὶ τὸ βιοῦν καταξαίνουσα καὶ ἑαυτὴν εἰς τέλος καταμαραίνουσα. καὶ Ἀλέξιος μὲν τὸ μέλαν ἀσπασάμενος ἄμφιον τοῖς θείοις ἐκουφίζετο ἔρωσι, τοῦ ἀκροτάτου τῶν ἐφετῶν ἐφιέμενος καὶ ὡς ὑψιπέτης ἀετὸς τῶν κάτω ὑπεριπτάμενος. κρεωδαισίας δ’ ἄκρος ὢν ἐραστὴς καὶ καρυκείαις χαίρων βρωμάτων καὶ πανθοινίαις προσκείμενος, ὁπηνίκα πλούτῳ πολλῷ περιερρεῖτο καὶ τοῖς [95A] κατὰ κόσμον ἐνευπάθει τερπνοῖς, ὡς καὶ τὰς νηστίμους τῶν ἡμερῶν (τετράδα φημὶ καὶ παρασκευὴν) κρεωβόρον αὐτῷ παρατίθεσθαι τράπεζαν, ἢ δεσποτικῆς κατὰ ταύτας τελετῆς ἀγομένης ἢ μνήμης ἐνδόξου μάρτυρος τελουμένης ἤ τινος τῶν ὀπαδῶν τοῦ Χριστοῦ, τότε ποηφαγῶν καὶ ταῖς ὀπώραις ἐνεστιώμενος καὶ ταῖς ἀκάπνοις θύων τῶν τραπεζῶν καὶ τὸ πεινῆν πεινῶν ἀτεχνῶς, ὀψὲ δὲ καὶ ἰχθύων ἐνεορτάζων ταῖς παραθέσεσιν ἔχαιρεν ὅτι μάλιστα, καὶ μνήμην τῶν προτέρων λαμβάνων ὀψαρτυμάτων καὶ τῆς περιέργου τῶν κρεῶν δαιτρεύσεως ἀκκισμὸν ἐκάλει κοιλίας καὶ ὀρέξεως μέθοδον ὅσα οἱ ἀδδηφάγοι καὶ κρεωφάγοι προτίθενται, μὴ δύνασθαι [95Β] λέγοντες τοῦ ἄγαν ὑποχαλᾶν· πᾶν γὰρ τὸ παρατιθέμενον εἰδέναι τὸ σωμάτιον συνιστᾶν καὶ εὐεξίας εἶναι ποιητικόν.

Τί δὲ ἡ φίλη δίκη; ἆρα πολύπους καὶ πολύχειρ οὖσα, ὀξυδερκής τε καὶ πανδερκής, καὶ μικροῦ ποδῆρες τὸ οὖς ἔχουσα, λήθεται ἢ οὐκ ἐννοεῖ ἢ τέλεον παρίησιν ἀνεκδίκητα ὅσα ἐπί τισιν ἀναιδῶς οἱ τῶν ἐπαινετέων κατήγοροι συρράπτουσιν ἔκδικα; οὐμενοῦν, ἀλλὰ παρυπέφηνε καὶ τότε ὡς τὰ ἐν μυχῷ γῆς διορᾷ καὶ τὰ ὑπὸ γλῶτταν ἐνωτίζεται τονθορυζόμενα. εἰ μὲν οὖν καὶ βασιλεῖ ἐνεμέσησε τῆς μὴ ἐνδίκου ταυτησὶ πράξεως, οὐ τοῦ παρόντος καταλέγειν καιροῦ· ἔδει δὲ σοφὸν ὄντα τὸν Μανουήλ μηδ’ ἀμαθῆ τε καὶ ἀναλφάβητον [95C] οὐχ ὡς διαδεξόμενον ἐκεῖνον καὶ τῆς ἀρχῆς παραλύσοντα τὸ Α περιεργάζεσθαι, ἀλλ’ ἐκείνῳ τὰ τοῦ ἄρχειν ἀνάπτειν πείσματα, ὃς εἶναί φησι τὸ Α καὶ τὸ Ω, τουτέστιν ἡ ἀρχἠ καὶ τὸ τέλος, ὡς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος ἐν τῇ ἀποκαλύψει διδάσκει με· οὐ γὰρ λείπει τῷ θεῷ Α.