Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Δ/2

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Χρονική Διήγησις
Συγγραφέας: Νικήτας Χωνιάτης
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (2)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (2)

Ὅτε καὶ Ἀνδρόνικος πάλιν ἀποδρὰς καὶ παραγενόμενος εἰς Γάλιτζαν ἐκεῖθεν ἐπανέζευξεν. ἔστι δὲ ἡ Γάλιτζα μία τῶν παρὰ τοῖς Ῥὼς τοπαρχιῶν, οὓς καὶ Σκύθας [85A] Ὑπερβορέους φασίν. ὁ δὲ τρόπος τῆς φυγῆς ἦν οὗτος. πλάττεται τὸν νοσοῦντα, καὶ προκοίτου παιδὸς εἰς τὰς σωματικὰς ὑπηρεσίας ηὐμοιρηκὼς ἀλλοεθνοῦς, καὶ τούτου καὶ τὰ πολλὰ τῆς ἡμετέρας διαλέκτου παραγραμματίζοντος, ἐπισκήπτει τούτῳ, ἐπεὶ καὶ μόνῳ ἀπὸ πάντων ἡ πρὸς τὴν φρουρὰν ἀνεῖτο εἴσοδος, ὑφελέσθαι λάθρᾳ τὰς κλεῖς τῶν τοῦ πύργου πυλῶν, ὁπότε πρὸς ἡμερινὸν ὕπνον οἱ φύλακες τράποιντο δαψιλεστέρῳ χρησάμενοι τῷ ποτῷ, καὶ κηρῷ ἐκμάξασθαι ταύτας εἰς τὸ εὐτύπωτον, ὡς τῷ ἀρχετύπῳ εἶναι τὸ ἐκμαγεῖον κατὰ πᾶν ἐμφερὲς καὶ εἰκασμένον πρὸς ἴνδαλμα ἀπαράλλακτον. δρᾷ τὸ ἀνδράποδον τὰ προσταχθέντα, εἰσάγει [85B] Ἀνδρονίκῳ τὰ τῶν κλείθρων ἴχνη. ὁ δὲ τῷ παιδαρίσκῳ ὑποτίθησιν ἐμφανίσαι ταῦτα τῷ υἱῷ ἐκείνου τῷ Μανουὴλ, καὶ εἰπεῖν ὡς δεῖ τὴν ταχίστην τοιαῦτα χαλκεύσασθαι, οὐ ταῦτα δὲ μόνον, ἀλλὰ κἀν τοῖς ἀμφορεῦσι τῶν οἴνων, οἵπερ αὐτῷ τὸ τοῦ ἀρίστου στέγουσι πόμα, παραβύειν ἐκ λίνου νενησμένα καλώδια καὶ ἀγαθῖδας καὶ κρόκας καὶ μηρίνθους λεπτάς. ὡς δ’ εἶχε πέρας τὰ βουλευθέντα, ἀναπτύσσονται τὰ κλεῖθρα νυκτός, τὸ δεσμωτήριον ἀπραγμόνως ἀναπετάννυται· ὁ παῖς ὑπουργεῖ τῷ ἔργῳ, παρ’ Ἀνδρονίκου λαβὼν τὸ ἐνδόσιμον· ὁ Ἀνδρόνικος ἔξεισι τὰ λίνα φέρων ἐν ταῖν χεροῖν. γίνεται οὖν αὐτῷ τὸ κατάντημα τῆς τότε νυκτὸς χόρτος ἀμφιλαφὴς περί που τὰ ἄβατα μέρη τῶν ἀνακτόρων φυεὶς καὶ εἰς ὕψος [85C] ἀναδραμών. καὶ περὶ δευτέραν δὲ καὶ τρίτην ἡμέραν ταῖς πόαις ἐνειλημένος τοὺς διώκτας ἐλάνθανεν. ὡς δ’ ἅλις εἶχον οἱ διφῶντες τῆς κατὰ τὰ ἀρχεῖα ἐρεύνης, διατίθησιν Ἀνδρόνικος τὰς στάλικας εἰς κλίμακας, καὶ διὰ μεσοπυργίου χαλασθεὶς ἀκάτιον εἴσεισιν ἐκ συνθήματος περὶ τὰς ἀκτὰς σαλεῦον καὶ τοὺς προβλῆτας, οἳ τὸ πάραλον τεῖχος τῆς πόλεως διειλήφασι, τὰς τῶν κυμάτων ἀποθραύοντες ἐμβολάς. ἦν δὲ τοὐπίκλην Χρυσοχοόπουλος ὁ τῇ ἁλιάδι Ἀνδρόνικον εἰσδεξάμενος. ἀλλ’ οὔπω ἀκριβῶς ἀνάγεσθαι ἤρξαντο, καὶ συνέχονται παρὰ τῶν κατὰ τὸν Βουκολέοντα προφυλάκων, οἳ πᾶσαν νύκτα σκοπεύουσι καὶ τῶν ἀνακτόρων οὐκ ἐῶσιν ἐχόμενα ἐνίας νῆας διαπλωΐζεσθαι. ἐξ ἐκείνου δὲ τὰ τῆς σκοπιᾶς ταύτης ἤρξαντο, ἐξ ὅτουπερ ὁ Τζιμισκὴς Ἰωάννης τῷ Φωκᾷ Νικηφόρῳ νυκτὸς ἐπέθετο διὰ σαργάνης ἀνιμηθείς. παρὰ βραχὺ γοῦν ἦν ἂν καὶ πάλιν Ἀνδρόνικος χείροσι δεσμοῖς [85D] καὶ φυλακαῖς ἐνισχημένος, ἢ καὶ ξίφος τοῦ ζῆν αὐτὸν ὑπεξήγαγε τὰς πολλὰς ἐσέπειτα πλάνας ὑποτεμόμενον. νῦν δὲ ἡ οἰκεία εὐτραπελία ἐρρύσατο καὶ τότε τὸν βαθυγνώμονα, ἐκ τῶν ἑαυτῆς ῥιζοτομήσασα κήπων τὰ τῷ καιρῷ προσφυῆ φάρμακα, ὥσπερ καὶ Δαβὶδ ἐξέσωσε πρότερον ἡ ἐν Γὲθ τοῦ προσώπου ἀλλοίωσις ἐπιψόφησίς τε τοῦ τυμπάνου καὶ ἡ μανικὴ τῶν ποδῶν παρενσάλευσις. οἰκέτου γὰρ οἰκότριβος ὑποδὺς προσωπεῖον, χρόνια δεσμὰ ἐκδιδράσκοντος, ἐδεῖτο τῶν συλλαβόντων μὴ παριδεῖν αὐτὸν οὐκ ὀλίγα πρὸς τοῦ δεσπότου πεπονθότα πάλαι δεινὰ καὶ νῦν δὲ δίκας εἰσπραττόμενον τῆς φυγῆς. ἐκάλει δ’ οὕτω τὸν Χρυσοχοόπουλον, μεταρρυθμίζων ἅμα πρὸς τὴν βάρβαρον φωνὴν τὴν Ἑλληνίδα διάλεκτον, καὶ μηδ’ ἐπαΐειν τὰ πλεῖστα ταυτησὶ πλαττόμενος. καὶ αὐτὸς δὲ ὁ Χρυσοχοόπουλος δώροις παρακρουσάμενος τοὺς σκοποὺς ἴσχυσεν Ἀνδρόνικον ἐξελεῖν, ὡς δραπέτην ἑαυτοῦ δοῦλον αἰτησάμενος καὶ λαβών. ἀμέλει καὶ παρὰ δόξαν Ἀνδρόνικος εἰς τὸν οἰκεῖον οἶκον παρελθών, ὃς τοῦ Βλάγγα ἐπικέκληται, ὅμου τε προσεῖπε τοὺς φιλτάτους τὰ εἰσιτήρια [86A] ἐποφθεὶς καὶ προσεφθέγξατο τὰ ἀπόδημα, τοὺς πόδας τῶν σιδήρων ἀπολυθείς. καὶ τὸ Μελίβοτον καταλαβὼν καὶ τῶν ἐκεῖσε ἵππων ἐπιβάς, οἵπερ ἐκείνῳ πρὸς ἀπόδρασιν ἡτοιμάσθησαν, τὴν εὐθὺ τῆς Ἀγχιάλου ἵεται. ἔνθα δὴ γεγονὼς καὶ τῷ Πουπάκῃ ἑαυτὸν ἐμφανίσας, ὃς πρῶτος, ὡς ἤδη ἐρρέθη μοι, τὴν κατὰ Κορυφὼ ἐσανέβη κλίμακα, καὶ παρ’ ἐκείνου λαβὼν τὰ ἐφόδια καὶ ἡγεμόνων ὁδοῦ εὐπορήσας τὴν ἐς Γάλιτζαν ἐπορεύετο. ἀλλ’ ὅτε τοῦ δειμαίνειν ἀπεῖχεν Ἀνδρόνικος ὡς ἤδη τὰς χεῖρας τῶν διωκόντων λαθὼν καὶ τῶν τῆς Γαλίτζης ὁρίων λαβόμενος, πρὸς ἣν ὡς εἰς σῶζον κρησφύγετον ὥρμητο, τότε θηρευτῶν ἐμπίπτει ταῖς ἄρκυσι· συλληφθεὶς γὰρ παρὰ Βλάχων, οἷς ἡ φήμη τὴν αὐτοῦ φθάσασα [86B] φυγὴν ὑφηγήσατο, ἐς τοὐπίσω πρὸς βασιλέα πάλιν ἀπήγετο. μὴ ἔχων οὖν τὸν σώζοντα καὶ λυτρούμενον, οὐ φίλον παρόντα παρήγορον, οὐχ ὑπασπιστήν, οὐ θεράποντα, τῇ οἰκείᾳ αὖθις μεθοδείᾳ συνερίθῳ κέχρηται ὁ πολύφρων. τῷ τοι καὶ πρὸς ἀπάτην τῶν ἀπαγόντων ῥύσιν γαστρὸς πλασάμενος συχνάκις τοῦ ἵππου ἀποκατέβαινε καὶ ἐξέκλινεν εἰς ἀπόπατον παρασκευαζόμενος καὶ καθ’ ἑαυτὸν ἀφιστάμενος καὶ ἰδιάζων, ὡς δῆθεν ἐνοχλούσης ἀποκενώσεως. τοῦτο οὖν πολλάκις τοῦ νυχθημέρου τελῶν, λανθάνει κατασοφισάμενος τοὺς ἐφομαρτοῦντας. τὸν γὰρ σκίπωνα ᾧ ἦν βακτηρευόμενος ὡς καχεξίᾳ δῆθεν παλαίων, σκοταῖος ἀναστὰς τῇ γῇ προσήρεισε, καὶ τῇ μὲν χλαμύδι τοῦ σώματος περιείλησε τὸν λύγον, τὸν δ’ ἐπὶ [86C] κρατὸς πῖλον ἐπέθηκεν ἄνωθεν, καὶ ἀνθρωπόμορφόν τι τὸ γόνυ κάμπτον καὶ ἀφοδεῦον τεκτηνάμενος τοὺς μὲν φύλακας τὸ ὑποκρινόμενον αὐτὸν ἀνδρείκελον ἐκλείπει περιαθρεῖν, αὐτὸς δὲ τὸν ἐκεῖσε λοχμώδη χῶρον καθυποδὺς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὄρνις ἐκ παγίδος ῥυσθεὶς ἐφέρετο. ὡς δ’ ὀψέ ποτε τὸν δόλον ἐκεῖνοι ἔγνωσαν, οἱ μὲν συνέτεινον τὸν δρόμον ἐπὶ τὰ ἔμπροσθεν, οἰόμενοι καὶ πάλιν Ἀνδρόνικον ἐκείνης ἧς καὶ πρότερον ἔχεσθαι, ὁ δὲ παλίμπους γενόμενος δι’ ἄλλης εἰς Γάλιτζαν ᾤχετο. τὸν δὲ Πουπάκην ὁ βασιλεὺς συλλαβὼν ἔξανε πολλαῖς διὰ λώρων δημοσίᾳ κατά τε τοῦ νώτου καὶ τῶν ὤμων. μετὰ δὲ προάγων αὐτὸν ὁ κῆρυξ ἐκ τοῦ τραχήλου σχοινόδετον, ἐπεβόα οὑτωσὶ τρανότερον «ὅστις τὸν [86D] ἐχθρὸν τοῦ βασιλέως προσιόντα οἱ εἰσοικίζεται καὶ διδοὺς ἐφόδια ἐκπέμπει, οὕτω καὶ μαστίζεται καὶ πομπεύεται.» ὁ δὲ πρὸς τοὺς συνιόντας ἀτενὲς ὁρῶν διακεχυμένῳ προσώπῳ «αὕτη μοι αἰσχύνη πρὸς τοῦ βουλομένου ἤτω παντός» ἐφθέγγετο, «μὴ ἐπιστάντα τὸν εὐεργέτην καταπροδόντι ἢ ἐμβριθῶς ἀποπεμψαμένῳ, ἀλλ’ ὡς ἐξῆν τεθεραπευκότι καὶ ἀποπέμψαντι χαίροντα.» τότε δ’ οὖν ὑπτίαις ἀγκάλαις πρὸς τοῦ τῆς Γαλίτζης ἐπιτροπεύοντος Ἀνδρόνικος προσδεχθεὶς ἔμεινε παρ’ ἐκείνῳ χρόνον συχνόν. οὕτω δὲ πρὸς τὸν ἑαυτοῦ πόθον ὅλον ἐκεῖνον Ἀνδρόνικος ἀνηρτήσατο, ὡς καὶ συνθηρεύειν καὶ συνθωκεύειν ἐκείνῳ ὁμέστιός τε εἶναι καὶ σύσσιτος.

Ἀλλὰ τὴν τοῦ ἐξαδέλφου φυγὴν καὶ τὴν ἐκ τῆς ἐνεγκαμένης ἀπαλλοτρίωσιν οἰκεῖον ὄνειδος κρίνων ὁ βασιλεὺς Μανουήλ, [87A] καὶ ἄλλως δὲ ὑφορώμενος τὸ τούτου ἐπὶ πλεῖστον ἀπόδημον, ἐπεὶ καὶ ᾔδετο παλεύειν μυρίαν Σκυθίδα ἵππον ὡς ἐς τὰ Ῥωμαίων ὅρια ἐσβάλῃ, ἔργον, ὅ φασι, τίθησιν ἀσχολίας ἀνώτερον ἐπανελθεῖν Ἀνδρόνικον.