Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Δ/1

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (1)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (1)

[83A] Ἐπάνειμι δ’ αὖθις ἐπὶ τὰ Παιονικά, σαφηνείας δ’ ἕνεκα τοῦ ἱστορεῖν προαναβαλοῦμαι ταυτί. τῷ τότε ἄρχοντι τῶν Οὔννων Ἰατζᾷ δύο ἦσαν ὁμαίμονες, Στέφανός τε καὶ Βλαδίσθλαβος, καὶ παῖδες Στέφανος καὶ Βελᾶς. τῶν ἀδελφῶν τοίνυν ὁ Στέφανος τὰς ὁμογνίους ἐκφυγὼν χεῖρας κατ’ αὐτοῦ φονώσας τὴν Κωνσταντίνου κατέλαβε, καὶ προσδεχθεὶς ἀσπασίως τῷ αὐτοκράτορι Μανουὴλ ἄλλης τε φιλοφροσύνης ὡς πλείστης ηὐμοίρησεν, ἀλλὰ δὴ καὶ Μαρίαν ἔγημε τὴν τούτου ἀνεψιάν, ἣν ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰσαάκιος. μετὰ βραχὺ δὲ καὶ ὁ τῶν ἀδελφῶν τρίτος [83B] Βλαδίσθλαβος κατ’ ἴχνια βαίνων τῷ Στεφάνῳ τῷ Μανουὴλ προσεχώρησεν, οὐ τοσοῦτον Ἰατζᾶ καταγνοὺς ὡς μὴ φιλοῦντος ὅσον εἰκὸς, ἢ ἐξ ἐκείνου ἐπιβουλὴν πτοηθείς, ὅσον τῇ τοῦ ἀδελφοῦ Στεφάνου φήμῃ γοητευθεὶς καὶ πρὸς αὐτὸν τὴν πορείαν τεινάμενος. τῷ τοι οὐδ’ αὐτὸς ἐξέπεσε τῶν ἐλπίδων ἢ ἀναξίως τοῦ γένους τῷ βασιλεῖ προσείληπται, ἀλλὰ πάντα οἱ ἀπηντήκει κατὰ σκοπόν. καὶ γυναῖκα δὲ ἣν ἠβούλετο ἀγαγέσθαι, καὶ ταύτην ἐκ βασιλείου ἂν ἔγημεν αἵματος. ἀλλὰ γάμου μὲν ἀπέσχετο, ἵνα μὴ τῆς ἐς πατρίδα λαθόμενος ἐπανόδου τὰ οἴκοι διαφθερoῖ, τῷ λωτῷ τῆς γυναικὸς προσηλούμενος. [83C] ἀλλ’ οἷα τὰ ἐπὶ τούτοις; τελευτᾷ ὁ τῶν Οὔννων ῥὴξ Ἰατζᾶς, καὶ ὁ θάνατος ἥμερος, τῆς φύσεως ὃ ἐνέτεινε βάρβιτον ὑποχαλασάσης τῆς ἁρμονίας καὶ διαλυσάσης πρὸς ἃ καὶ ἐξ ὧν συντέθειται. ἡ δ’ ἀρχὴ ἐπὶ τὸν ἐκείνου διαβαίνει παῖδα τὸν Στέφανον. ὁ δὲ βασιλεὺς ὡς ἐκ ῥίζης ἀνομοίου φυέν τι κάλλιστον τὸ γεγονὸς ἡγησάμενος, καὶ κατὰ νοῦν ἀναπολήσας ὡς εἰ πρὸς τὸν ἐπ’ ἀνεψιᾷ γαμβρὸν Στέφανον, ὡς δῆθεν εἰς ἀρχὴν δικαιούμενον, ἡ τῶν Οὔννων μεταβαίη σατράπευσις, σχοίη ἂν τὰ πρῶτα κλέος αὐτός, ἔπειτα ἡ βασιλεία Ῥωμαίων μέρος ἴσως ἐκεῖθεν δασμοῦ, ἐκ τοῦ [83D] ἀναντιρρήτου δ’ οὖν ἀσφαλῆ τὴν τοῦ Ζευγμίνου καὶ τοῦ Φραγγοχωρίου κατάσχεσιν, συντείνει τὸ πρόθυμον πρὸς τὴν τῶν σκοπουμένων ἐκπλήρωσιν. καὶ εἶχεν εὐθὺς τοὺς μὲν πρέσβεις ἡ τῶν Οὔννων χώρα, οἵτινες αὐτοῖς καταστάντες ἤμελλον ξυνδιαθέσθαι Στεφάνῳ τὸν τῆς ἀρχῆς στέφανον, μετὰ βραχὺ δὲ αὐτὸν ἡ Σαρδική. Οὖννοι μὲν οὖν καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἀπεπήδησαν τοῦ Στεφάνου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν τὴν τούτου προσηγορίαν, καὶ δι’ ἄλλα μὲν φάσκοντες ἀποπέμπεσθαι τοῦτον, μάλιστα δὲ διὰ τὸ γῆμαι παρὰ Ῥωμαίοις· αὐτοῖς δὲ ἀσύμφορον ὅλως εἶναι προσέσθαι ἄνδρα κατὰ κῆδος τῷ βασιλεῖ Ῥωμαίων συναπτόμενον· ὑποβλέπεσθαι γὰρ μή πως Οὖννοι μὲν ὑπ’ αὐτοῦ βασιλεύωνται, [84A] αὐτὸς δὲ ὑπὸ τοῦ τῶν Ῥωμαίων ἄρχηται καὶ ὁρίζηται βασιλεύοντος. διὰ ταῦτα τοίνυν οὔτε τῷ Στεφάνῳ ἐκεῖσέ ποι ἀφικομένῳ προσέκειντο, καὶ τοὺς κατάγοντας αὐτὸν ἐκ βασιλέως ἀπράκτους ἠφίεσαν. ἔνθεν τοι καὶ διὰ μείζονος ἰσχύος ἐπιβοηθῆσαι τῷ Στεφάνῳ δεῖν ὁ βασιλεὺς οἰηθεὶς αὐτός τε ἐκ Σαρδικῆς ἀπάρας ἀφικνεῖται πρὸς τὰ παρίστρια, λέγω δὴ τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα, καὶ τὸν ἀδελφιδοῦν Ἀλέξιον τὸν Κοντοστέφανον συνεκπέμπει τῷ Στεφάνῳ μετὰ ἰσχύος, οἳ καί ὡς τὸν Χράμον κατέλαβον, ὡς ἐνῆν τὰ πρὸς ἀρχὴν διεπράττοντο, ὑποποιούμενοί τε δώροις τοὺς μέγα [84B] παρὰ Παίοσι δυναμένους καὶ κολακείᾳ ὑποφθείροντες καὶ ὑποσχέσεσι μεγίσταις ἐπαίροντες· ἐπέραινον δὲ οὐδὲν ἢ ὅσον Βλαδίσθλαβον τὸν τοῦ Στεφάνου κασίγνητον Οὔννους εἰς ἄρχοντα δέξασθαι. ἀλλὰ καὶ τούτου βραχύν τινα χρόνον ἐπιβιώσαντος τῇ ἀρχῇ, ἐς τὸν τοῦ Ἰατζᾶ υἱὸν Στέφανον οἱ Οὖννοι πάλιν προσέρρεψαν. ἀλλ’ οὔτε βασιλεὺς πράως ἤνεγκε τὸ γεγονός, καὶ ὁ τοῦ Ἰατζᾶ κασίγνητος Στέφανος βασιλέως συναιρομένου πάντα ἦν μηχανώμενος, εἴ πως τῆς ἀρχῆς ἐπιτεύξεται. πολλῶν οὖν ἕνεκα τούτου συμβεβηκότων πολέμων, καὶ τοῦ βασιλέως τὸν τοῦ Ἰατζᾶ υἱὸν τὸν Βελᾶν εἰς γαμβρὸν ἀνελομένου ἐπὶ τῇ θυγατρὶ ἐκείνου Μαρίᾳ, ὃν καὶ [84C] διάδοχον τῆς βασιλείας ἐμελέτα ποιῆσαι, οἱ τῶν Οὔννων ἀντικαθήμενοι τῷ Στεφάνῳ τὰς πρώτας τῶν ἐλπίδων ἐκριζοῦντες βλάστας καὶ ἀποτέμνοντες, τὸ ἐκ περιόδων τε ἐκείνῳ καὶ κύκλων μακρῶν ἀντιπράττειν ἀπολιπόντες καὶ ἑαυτοὺς πραγμάτων ἀλλοτριοῦντες, ἔγνωσαν ἐκποδὼν ποιήσασθαι δόλῳ τὸν ἀπεχθῆ Στέφανον. διὰ ταῦτα τὴν φαρμακοποσίαν ἐπῃνεκότες ὡς πρόχειρον ζωῆς κατευνάστριαν, περιεσκόπουν τὸν τὴν θανατηφόρον κύλικα τῷ Στεφάνῳ τοῖς δακτύλοις ὀχήσοντα. ὡς δ’ εὗρον ὑποδρηστῆρά τινα τοῦ Στεφάνου Θωμᾶν λεγόμενον, ἔστησαν τὸν μισθόν. οὕτω δ’ ἦν ὀξύτατος ἐκεῖνος καὶ δεινότατος ἀνθρώπου καταλῦσαι ζωὴν καὶ σώματος διαστῆσαι ψυχήν, πονηρῷ κέρδει χεῖρα ὑποσχών, ὡς καὶ οἴκοθεν [84D] προσεφευρεῖν ἑτέραν μέθοδον δι’ ἧς εἰς ᾅδου τάχιον καταχθήσεται Στέφανος. ἀμέλει καὶ ἐν τῷ ἐξαιματοῦσθαι τὴν φλέβα τῷ Στεφάνῳ ἐγχρίεται φαρμάκῳ τὸ ἐπίθεμα τῆς τομῆς· τὸ δὲ ὅλῳ περιχυθὲν τῷ σώματι καὶ διαδραμὸν καὶ τοῖς καιριωτέροις ἐνσκῆψαν μέρεσιν ἀπάγει τοῦ ζῆν τὸν ἄνθρωπον, πράγμασιν αὐτοῖς σαφῶς πιστωσάμενον τὰς τῶν ἀνθρώπων ἐπινοίας ἀκροσφαλεῖς καὶ δειλὰς, καὶ ὡς εἰκῇ καὶ μάτην τοῖς ἀκιχήτοις ἐγχειροῦσί τινες ἐφετοῖς καὶ διαπονοῦνται τοῖς οἰκείοις ἐπιτηδεύμασι, μὴ καὶ θεϊκῆς συνεφαπτομένης χειρὸς ἄνωθεν καὶ τοῖς πραττομένοις ἐπευδοκούσης καὶ κατευθυνούσης τὰ τούτων διαβούλιά τε καὶ διαβήματα. καὶ ὁ μὲν ἔκειτο οὕτως, καὶ ἦν ὁ νεκρὸς αὐτοῦ ὑβριζόμενος καὶ ὁσίας ἄμοιρος, καὶ τὸ Ζεύγμινον ὑπὸ Οὔννων ὁμολογίᾳ ἑάλωκε.


Ταῦτα ὡς ἠνώτιστο βασιλεύς, κατὰ τῶν Οὔννων κηρύσσει πόλεμον.