Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Γ/6
←Μανουήλ Κομνηνός (Γ.5) | Χρονική Διήγησις Συγγραφέας: Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Γ΄ (6) |
Μανουήλ Κομνηνός (Δ.1)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
Μετὰ δὲ τὴν ἀξιάγαστον φιλοφροσύνην δῶρα πολλὰ καὶ λαμπρὰ ἐκ τῶν βασιλικῶν χρυσώνων ὁ σουλτὰνος ἀπαρυσάμενος, ἐφ’ οἷς καὶ ἔκθαμβος ἐγεγένητο καὶ διαπορούμενος ἦν εἰ καὶ ἑτέρων τοσούτων τὸ πλῆθος καὶ τηλίκων τὸ μέγεθος εὐπορεῖ βασιλεύς, χαίρων ἐπανέζευξεν ἔμφορτος. ὁ γὰρ αὐτοκράτωρ εἰδὼς μὲν ὅτι βάρβαρος ἅπας λημμάτων ἥττηται, λαμπρυνόμενος δὲ μάλιστα καὶ ἐκπλῆξαι θέλων τὸν [79B] Κλιτζασθλάνην ἐπὶ τοῖς πολυταλάντοις τῶν θησαυρῶν οἷς ἡ βασιλεία Ῥωμαίων περιερρέετο, ἐν ἑνὶ τῶν κατὰ τὸ ἀρχεῖον λαμπροτάτων ἀνδρώνων ἑξῆς διατέθεικεν ὅσα τούτῳ παρασχέσθαι δῶρα προέθετο. ἦν δὲ ταῦτα χρυσός τε καὶ ἄργυρος κεκομμένος εἰς νόμισμα, καὶ τρυφῶσα ἐσθὴς, ἀργύρεά τε ἐκπώματα καὶ Θηρίκλεια χρύσεα, καὶ ὀθόναι τῶν ἐξ ὑπερηφάνου ὑφῆς, ἄλλοι τε κόσμοι ἐξαίρετοι, Ῥωμαίοις μὲν καὶ πάνυ εὐπόριστοι, σπάνιοι δὲ παρὰ βαρβάροις αὐτοῖς καὶ τὰ πολλὰ μηδὲ θεατοί. εἰσιὼν οὖν ὁ βασιλεὺς τὸν ἀνδρῶνα, καὶ τὸν σουλτὰνον ἐκεῖσε μεταπεμψάμενος, ἤρετο εἰ δωρηθῆναί οἱ τοῦ παρόντος βούλοιτο θησαυροῦ. τοῦ δὲ εἰπόντος ὡς αἱρεῖται ὅσοις αὐτὸν δωρήσεται βασιλεύς, αὖθις ἐπήγαγεν [79C] εἴ τις τῶν ἀντιπάλων Ῥωμαίοις, αὐτοῦ ταῦτα κενωσαμένου εἰς ξενικὸν καὶ ἐνδαπὸν στράτευμα, ὑπενέγκοι ἂν ὅλως τὴν κατ’ ἐκείνου τῶν Ῥωμαίων ὁρμήν. τοῦ δὲ ἀγασαμένου καὶ εἰπόντος ὡς εἰ δεσπόζων ἦν τοσούτων χρημάτων, εἶχεν ἂν πάλαι τὸ κύκλῳ πολέμιον εἰς ὑπήκοον αὐτῷ μεταθέμενος, «φιλοτιμοῦμαί σε τοῖς πᾶσί» φησι βασιλεύς, «ἵνα καὶ τοὐμὸν εἰδείης φιλόδωρόν τε ἅμα καὶ μεγαλόδωρον, ἀλλὰ καὶ ὅσων ἐστὶ κύριος χρημάτων ὁ τοιούτοις καὶ τοσούτοις ἕνα δωρούμενος.» ὁ δὲ ἥσθη τε καὶ ἐξέστη τῇ ἀπομαγδαλιᾷ τῶν χρημάτων, τυφλώττων πρὸς κέρδος, καὶ βασιλεῖ τὴν Σεβάστειαν καὶ τὴν ταύτης χώραν παρασχέσθαι κατεπαγγείλατο. ὁ Μανουὴλ δὲ τὴν ὑπόσχεσιν ταύτην ἀσμένως δεξάμενος, καὶ ἕτερα δώσειν ξυνέθετο χρήματα, εἰ τοὺς λόγους τοῖς ἔργοις [79D] πιστώσηται. καὶ αὐτὸς μὲν τὴν τοῦ βαρβάρου προφθάνων ῥοπὴν, καί ἕως ἔτι ὁ σίδηρος ἐν ἀκμῇ, ἐνεργῷ χρήσασθαι τούτῳ βουλόμενος, διεπεπράχει ὡς εἰρήκει μετὰ καιρόν· στείλας γὰρ τὸν Γαβρᾶν Κωνσταντῖνον ἐξέπεμψεν αὐτῷ φιλοτιμήματα ἄλλα ἄττα συχνὰ καὶ παντοδαποὺς ὁπλισμούς. ὁ δὲ ἀπατεὼν ὢν καὶ μηδ’ ὅλως ἀλήθεια ἐγνωκώς ποτε, τῶν τε συνθηκῶν ἐπελάθετο ἀπελθὼν ἐς Ἰκόνιον, καὶ τὴν Σεβάστειαν ἐκπορθήσας καὶ τὰ ὑπ’ αὐτὴν χειρωσάμενος γέγονε τῶν ὅλων αὐτὸς ἐγκρατής. ἐπειδὴ δὲ καὶ τὸν Δαδούνην τῆς οἰκείας ἀρχῆς παρέλυσεν, ἐκεῖνον μὲν δραπέτην καὶ πλανήτην εἰργάσατο, τῆς δὲ Καισαρείας αὐτὸς λαβόμενος καὶ τὸν λοιπὸν μετήρχετο ξύμφυλον, τὸν Ἰαγουπασάνην φημί, νοσήσας κἀπὶ τῇ τούτου ἔρωτα χώρᾳ καὶ τὸν ἄνδρα διψῶν ἀνελεῖν. ὁ δὲ καὶ αὐτὸς τὸ οἰκεῖον συγκροτῶν ἐν τῷ μέρει [80A] στρατόπεδον, καὶ ὡς πρὸς ἀνταγωνιστὴν ἤδη μείζονα περιβαλλόμενον δύναμιν παραταττόμενος, φθάνει θανάτῳ τὴν προθυμίαν διακοπείς. Δαδούνης δὲ ὡς εἰς ἐρήμην δυνάστου τὴν τῶν Ἀμασέων σατραπείαν παρεισιὼν ἐκεῖθέν τε ἀποκρούεται, καὶ τῇ μεταπεμψαμένῃ τοῦτον τοῦ Ἰαγουπασάνη συνεύνῳ θανάτου αἴτιος γίνεται· οἱ γὰρ Ἀμασεῖς ἐπαναστάντες αὐτήν τε ὡς λάθρᾳ τῷ Δαδούνῃ μνηστεύουσαν τὴν ἀρχὴν ἠμύναντο τελευτῇ, καὶ Δαδούνην ἀδοξήσαντες ἄρχοντα μακρὰν ἀπεώσαντο. ἀλλ’ οὐχὶ καὶ τοῦ Κλιζασθλᾶν γεγόνασιν ἰσχυρότεροι, ἀλλ’ οὗτος αὐτῶν φανεὶς δυνατώτερος, ὡς εἶχε πρώην Καππαδοκίαν, οὕτω καὶ Ἀμάσειαν εἴληφεν ὕστερον, [80B] ὀξείᾳ καὶ ἐπιτυχεῖ τύχῃ πρὸς τὰ πράγματα χρώμενος, ἄνθρωπος οὐκ εὐφυὴς τὴν διαρτίαν τοῦ σώματος, ἀλλ’ ἠκρωτηριασμένος ἐν οὐκ ὀλίγοις τῶν καιρίων μελῶν. αὐτίκα γὰρ αἱ χεῖρες τούτῳ ἐξήρθρωντο καὶ τὼ πόδε ὑποσκάζοντε ἦσαν, καὶ τὰ πολλὰ ἐφ’ ἁρμαμάξης τὴν πορείαν πεποίητο. ὅθεν καὶ τὰς ἀρχὰς τῶν κατ’ αὐτοῦ σκωμμάτων ἐξ αὐτοῦ δὴ Ἀνδρόνικος ἐσέπειτα ποριζόμενος Κουτζασθλάνην τοῦτον ὠνόμαζε, φιλολοίδορος ὢν εἴπερ τις ἄλλος, καὶ καθάψασθαι ἀνθρώπων δεινότατος, καὶ λόγοις Κερκώπων ἁπαλοῖς τοῖς οὐ καλῶς πεπραγμένοις τῶν ἔργων ἢ τοῖς ἀηδῶς τοῦ σώματος ἔχουσι μῶμον προστρίψασθαι ἱκανώτατος. ὁ μὲν οὖν ὁποῖος ἂν καὶ ἦν τὴν πλάσιν τοῦ σώματος, – εἶχε δὲ ὡς αὐτόν, [80C] οἶμαι, ἡ πλάστρια φύσις ἐπαλαμήσατο, – μεγάλην ἀρχὴν εἰληχὼς καὶ τοσαύτας δυνάμεις περιβαλόμενος οὐχ εἵλετο ἐντεῦθεν βίοτον ἤρεμον, ἀλλὰ φύσει ταραχώδης ὢν καὶ ἀκαταστόρεστος ὥσπερ τις κόλπος θαλάττιος, Ῥωμαίοις μὲν ἐν οἷς εἶχε λυπεῖν ἀκηρυκτὶ διεφέρετο καὶ ἀνέγκλητον πολλάκις ἐπῆγε τὸν πόλεμον, σὺν οὐδενὶ λόγῳ θεσμὰ παρατρέχων, καὶ συγχέων μὲν σπονδάς, τῇ οἰκείᾳ δ’ ἐφέσει ταλαντεύων τὸ πραχθησόμενον. οὐδ’ αὐτῆς οὖν ἀπέσχετο τῆς Μελιτηνῆς, ἀλλὰ καὶ τὸν ταύτης ἔχων καθελεῖν ἀμηρᾶν, μήτε τὸ τῆς θρησκείας ταὐτὸν ὑπειδόμενος ἢ τὸ μηδὲν ἔχειν ἐπεγκαλεῖν ἀλγεινόν τῷ ἀνθρώπῳ, αὐτὸς ἀνεπικαλύπτως αἰτίαν πλασάμενος καὶ γραψάμενος ἐκεῖθεν αὐτὸν ἐξήλασεν. ἔπειτα καὶ [80D] τὸν οἰκεῖον ὑφέρπων κασίγνητον μετανάστην κἀκεῖνον ἔθετο. οἱ δὲ φυγάδες πρὸς τὸν αὐτοκράτορα ἵκοντο. καὶ ταῦτα μὲν συμβέβηκεν ὕστερον· τότε δὲ πολυδύναμος γεγονὼς τὸ πρὸς τὸν βασιλέα αἰδῆμον ἀπεξύσατο, καὶ ἣν αὐτὸς θεραπείαν προσῆγε ταῖς τῶν πραγμάτων δυσκολίαις ἀγχόμενος, ταύτην ἐξῃτεῖτό οἱ παρέχειν τὸν αὐτοκράτορα, βαρβαρικῶς μεταλλοιούμενος τῷ καιρῷ, καὶ δεῆσαν ὑπὲρ τὸ δέον ὑποστελλόμενος, καὶ πτεροῦ αὖθις ἐλαφριζόμενος εὐπετέστερον, ὅτε τῇ ἑτέρᾳ πλάστιγγι ῥοπὴν ἡ τύχη παρείχετο, τοῖς παλινστρόφοις βραβεύουσα πράγμασι. παττάλῳ δ’ ὑπεκκρουόμενος πάτταλος ἐξομαλίζων ἦν τὸν βασιλέα καὶ θεραπεύων ἐνιαχοῦ, οὐ μὴν ὑπ’ ἐκείνου θηροκομούμενος διεδείκνυτο, καὶ δόξαν ἀπονέμων πατρὸς υἱοθεσίας τιμὴν ἐλάμβανε· καὶ ἦν τὰ παρ’ [81A] ἀλλήλων χαραττόμενα γράμματα πατέρα βασιλέα καὶ σουλτὰνον υἱὸν καταγγέλλοντα. πλὴν οὐδ’ οὕτως ἐς φιλίαν ἀκραιφνῆ συνηρμόζοντο ἢ γοῦν τὰς σπονδὰς οὐ ξυνέχεον. ὅθεν ὁ μὲν κατὰ χειμάρρουν πληθύοντα ἢ κατὰ πολλὰ ἐδηδοκότα φάρμακα δράκοντα κατέκλυζέ τε καὶ παρέσυρε τὸ προστυχὸν, καὶ συχνὰ τῶν ἡμετέρων πολιχνίων κατέχασκε, τὸν τῆς κακίας ἀποπτύων ἰόν· ὁ δὲ περιεφράγμου τούτου τὰς διεξόδους καὶ εἰς ἀνάρρουν τὸ ῥεῦμα ὑπανεστοίβαζε θριγγίῳ ἀρραγεῖ στρατοπέδου, ἢ ὁλκῇ χρυσίου ἐφολκοῦ κατεκοίμιζε πρὸς εἰρήνην τὸ τούτου βλέφαρον, καὶ ἣν τέως εἰς λῃστείαν ἐπηγρίαινε λοφιὰν καὶ τὸν ὁλκόν ὃν ἐπεσύρετο τοῦ [81B] στρατεύματος κατασιγάζων ἐπράϋνεν. ἐνίοτε δὲ τοὺς ὡς πώεα πλατέα διεκκεχυμένους τοῖς Ῥωμαϊκοῖς σχοινίσμασι Τούρκους ἀναστέλλων τοῖς περὶ τὴν πεντάπολιν ἐπιτίθεται, καὶ σωμάτων ἀνθρωπίνων καὶ ζώων πολλῶν γενόμενος ἐγκρατής, μηδ’ εἰς χεῖρας δεξαμένων αὐτὸν τῶν Περσῶν, τροπαιοφόρος ἐπανέζευξεν, ὁπηνίκα καὶ Σολυμᾶς ὁ τῶν παρὰ τῷ σουλτὰνῳ τὰ μέγιστα δυναμένων κορυφαιότατος τῷ βασιλεῖ ἐποφθεὶς πολλὰ μὲν ὑπερηγόρει τοῦ σουλτὰνου, ἀποτρέπων τῆς ἐκείνου γνώμης τὰ παρὰ τῶν Τούρκων πραττόμενα καὶ σοφιστικῶς οἷς διεξῄει καταχαριζόμενος, ἀσύμφωνα δ’ ὅμως τοῖς πράγμασι φθεγγόμενος ἡλίσκετο ψευδολογίας ἐγκλήματι· [81C] πλὴν οὐδ’ οὕτω τι πρὸς βασιλέως πέπονθεν ἄχαρι Σολυμᾶς. θεραπεύων δὲ καὶ ὑπὲρ τὸ ἀληθές, ὡς ἔθος τοῖς βαρβάροις, τὸν ἄνακτα, καὶ τὰ ἐς ἀπάτην τεχναζόμενος ἵπποις αὐτὸν ὠκύποσιν ἐκολάκευσεν, οὓς τὸ ἐκείνου ἐσίτευεν ἱπποστάσιον. ὁ δὲ βασιλεὺς τοὺς ἵππους δεξάμενος καὶ Σολυμᾶν τῆς εὐγνωμοσύνης καὶ ὑποταγῆς ἀποδεξάμενος, εἰ καὶ μὴ τῆς ἐκείνου γνώμης ἴδιον ἦν, τοῦ δὲ καιροῦ ὑπῆρχε δῶρον τὸ φιλοφρόνημα, πρὸς τὸν σουλτὰνον ἀπέστειλεν ἐξηγησόμενον ἐκείνῳ ἃ οὐκ ἦν ἀγνοῶν, καὶ ἐς αὐτὸ τοῦ τρόπου ἀποσκώψοντα τὸ παλίμβολον τὸ ἄπιστόν τε καὶ τὸ κακόηθες, κἂν οὐκ ἦν αὐτὸν ἠρεμήσειν ἐπὶ τούτοις ἢ γοῦν καθυπερθέσθαι καὶ πρὸς βραχὺ [81D] Ῥωμαίοις τὴν ἀντιπάθειαν. ἐκλόπευε γοῦν ταῖς συνήθεσι λῃστείαις χρώμενος. στείλας δὲ καὶ φάλαγγας ἐπιλέκτους τὴν κατὰ Φρυγίαν ἐκπορθεῖ Λαοδίκειαν, οὐκέτι οὖσαν συνοικουμένην ὡς νῦν ἑώραται, οὐδ’ εὐερκέσι φραγνυμένην τείχεσι, κατὰ δὲ κώμας ἐκκεχυμένην περὶ τὰς ὑπωρείας τῶν ἐκεῖσε βουνῶν. ἤλασε δ’ ἐκεῖθεν βαρεῖαν λείαν ἀνθρώπων καὶ ζώων πλῆθος οὐ σταθμητόν· οὐ μετρίους δὲ καὶ κατέκτανεν, ἐν οἷς καὶ τὸν ἀρχιερέα Σολομῶντα, ἐκτομίαν μὲν ἄνθρωπον, χαρίεντα δ’ ἄλλως τὸ ἦθος καὶ θεῷ δι’ ἀρετῆς προσεγγίζοντα. εἰρωνευόμενος δ’ ἔφασκε πρὸς τοὺς οἰκείους ὡς ὅσῳ ἂν μείζω δράσειε Ῥωμαίους δεινά, τοσούτῳ μείζω παρὰ βασιλέως ἀγαθὰ πείσεται· «ᾧ γὰρ πάρεστί» φησι «τὸ κρατεῖν, τούτῳ καὶ αἱ δωρεαὶ φιλοῦσιν ἐπιξενίζεσθαι, ἵνα [82A] μὴ πλεῖον ᾖ τὸ νικᾶν, ἐπειδὴ καὶ τὰ φλεγμαίνοντα τῶν σωμάτων τὰς νοσοκομίας ἐπισπῶνται πλείονας, ἵνα ἀντισπῶνται καὶ σταῖεν τὰ πρόσω νεμόμενα.» οὐδ’ ὁ Μανουὴλ μέντοι ἐπὶ τούτοις ἡσυχίαν ἠσπάσατο, ἀλλὰ πρῶτα μὲν διὰ τοῦ Γουδελίου Τζυκανδήλη, εἶτα καὶ διὰ τοῦ Ἀγγέλου Μιχαὴλ τοῖς Τούρκοις ἐπέθετο, ὅσοι πολυθρέμμονες ὄντες ἀναδιφῶσι πόας τὰς λειμωνίτιδας καὶ τούτων ἕνεκα τῶν οἰκείων ἠθῶν ἀπανιστάμενοι παγγενεὶ τὰ Ῥωμαίων ἐπεισίασιν ὅρια. οὗτοι γὰρ ἐς λόχους τὸ τῶν στρατοπέδων συντάξαντες εὔζωνον καὶ μεθ’ ἑαυτῶν παραλαβόντες ἐξῄεσαν. ἀμείνω δὲ τὴν νύκτα κρίνοντες εἰς τὴν τῶν ἐναντίων ἐπίθεσιν, σύνθημα δεδώκασι [82B] τῷ στρατῷ ἐν τῷ κατὰ σκότον συμπλέκεσθαι τοῖς Τούρκοις ἀναφωνεῖν «σίδηρος», ὡς εἴη αὐτοῖς οὕτως ἀντιπαρέρχεσθαι μὲν τὸ ὁμόφυλον ὡς ὁμόφωνον, τὸ δὲ σιγῇ ἐπιὸν καίνοιεν ὡς ἀλλόγλωσσον. καὶ τοῦτο δι’ ὅλης τῆς τότε συμπλοκῆς ἐπιφωνούμενον διέστελλε τὰ γένη, καί τὸ τοῦ Δαβίδ, ὁ σίδηρος τὰς τῶν Περσῶν ψυχὰς διήρχετο. μετὰ δὲ πολὺν ὀψέ ποτε φόνον οἱ Τοῦρκοι συνιέντες ὃ βούλεται τὸ ἀνὰ στόμα Ῥωμαίοις κείμενον, ξυνῳδὰ σφίσι καὶ αὐτοὶ ἐφθέγγοντο, ἕως τῆς νυκτὸς διαγενομένης ἀπ’ ἀλλήλων διέστησαν τὰ στρατεύματα. πολλαὶ μὲν οὖν ἐκδρομαὶ τὸ τηνικαῦτα καιροῦ τῷ βασιλεῖ τούτῳ κατὰ τῶν Τούρκων ἐγένοντο, καὶ [82C] παρὰ τούτων αὖθις Ῥωμαίοις ἐπιξυνέστησαν· παρῆκα δὲ τούτων ὅσαι σὺν τῷ μὴ ἀξιαφήγητόν τι κεκτῆσθαι καὶ κόρον τοῖς φιληκόοις ἐμποιήσειν ἤμελλον, οἷα τὰ πολλὰ εἰς ταὐτὰ τὴν ἱστορίαν ἐπαναστρέφουσαι καὶ μηδέν τι παρεξηλλαχὸς εἰς τὴν διήγησιν ἔχουσαι.