Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Δ/3

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (3)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (3)

Οὐκοῦν μετάπεμπτον ἐκεῖθεν ποιεῖται, πίστεις δοὺς καὶ λαβών, καὶ τοῦ πλάνου τοῦτον ἐναγκαλίζεται, καθ’ ὅν, ὡς ἔφην, καιρὸν οἱ Παίονες τὰς σπονδὰς ἀθετήσαντες τὴν Παρίστριον Ῥωμαίων κατέτρεχον ἐπικράτειαν. συμβαλόντες δὲ καὶ τοῖς στρατηγοῖς τῷ τε Γαβρᾷ Μιχαὴλ καὶ τῷ Βρανᾷ Μιχαὴλ, κατὰ κράτος τούτους ἐτρέψαντο καὶ λείαν ὅτι πλείστην ἤλασαν. ἦν δὲ ὁ Γαβρᾶς οὗτος νεωστὶ θύσας τὰ γαμοδαίσια μετὰ τῆς Κομνηνῆς [87B] Εὐδοκίας, ᾗ Ἀνδρόνικος ἐπλησίαζεν, ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν. οὐκοῦν καὶ τῶν προσγενῶν Εὐδοκίας συνιστᾶν αὐτὸν θελόντων τῷ αὐτοκράτορι, πολὺς ἦν ἐπὶ βασιλέως ὁ τούτου κρότος καὶ ἔπαινος, καὶ ἐρρωμένως αὐτὸν ἐν τῇ κατὰ τῶν Οὔννων μάχῃ διαγωνίσασθαι ἰσχυρίζοντο, καὶ παρῆγον τῶν λεγομένων μάρτυρα τὸν συστράτηγον αὐτῷ Μιχαὴλ τὸν Βρανᾶν. ὁ δὲ πρὸς τοῦ βασιλέως ἐπιταχθείς, ὅρκον τὴν οἰκείαν κεφαλὴν ἐπαγαγόντος, ἀληθῶς εἰπεῖν ὃ περὶ τοῦ Γαβρᾶ γενναῖον σύνοιδεν ἔργον, τῷ τέως μὲν ὑπερέθετο τὸν ἀπόλογον, πρὸς δὲ τὸν Γαβρᾶν στραφεὶς ἤρετο τοῦτον εἰ καὶ αὐτὸς ἀνδρεῖόν τι καὶ ἄξιον ἐπαίνου ἐνεδείξατο, εἴτε μὴν ὡς στρατηγὸς τὰ λῴονα διεπράξατο, ὅτε συμπεσόντες μετὰ τῶν [87C] Οὔγγρων Διονυσίου στρατηγοῦντος ἐμάχοντο. Τῷ τοι καὶ καθομολογοῦντα σχὼν τὸν Γαβρᾶν, καὶ ὡς οὐκ ἄλλον ὄντως τὸ τότε αὐτὸν ἀνδρίσασθαι μαρτυροῦντα, ἐπήγαγεν ὡς οὐκ ἔχων βασιλέως ἐνώπιον παρανοσφίζεσθαι τὴν ἀλήθειαν, εἰς τὴν οἰκείαν κεφαλὴν αὐτὸν ἐξορκίζοντος, φησὶ μηδαμῶς ὑποστῆναι τὴν τῶν ἐναντίων ἐμβολὴν τὸν Γαβρᾶν, ἀλλ’ ἐκ πρώτης προσβολῆς ἀποδειλιάσαντα οἴχεσθαι φεύγοντα, καὶ ταῦτα αὐτοῦ πολλάκις ἀνακαλουμένου τοῦτον καὶ «στῆθι ὦ φίλος» εἰπόντος μετ’ ἐκβοήσεως. ἀτὰρ καὶ σπεύδων ὁ βασιλεὺς αὐτό τε τὸ Ζεύγμινον Ῥωμαίοις ἐπανασώσασθαι καὶ δίκας τοὺς Οὔννους εἰσπράξασθαι ὧν εἰς Στέφανον πεπαρῳνήκασι, τοῖς [87D] ἐκεῖσε παρενέβαλε μέρεσιν. οἱ δὲ βάρβαροι παρὰ τὰς ὄχθας τοῦ Ἴστρου ποταμοῦ ὡς εἰς πόλεμον διαταξάμενοι διεκώλυον τῆς στρατιᾶς τὴν περαίωσιν, παντοῖα βέλη ἐπαφιέντες καὶ τὰς ἐμβολὰς προκαταλαμβάνοντες, κἂν ἦσαν οὐδὲν περαίνοντες· οἱ γὰρ ἑκηβόλοι Ῥωμαῖοι καὶ τὸ ἄλλο ἅπαν ὁπλιτικὸν ὠσάμενοι τούτους ἐξέκρουσαν τῶν παρακτίων μερῶν. βασιλεὺς δὲ σὺν παντὶ τῷ στρατεύματι κατὰ τὸ Ζεύγμινον ἀφικόμενος ἐκεῖ που στρατήγιον βάλλεται. ἔστι δὲ τοῦτο κατὰ μεσημβρίαν ἀπρόσβατον γηλόφῳ παρήκοντι καὶ ποταμίῳ τειχιζόμενον ῥεύματι. ᾤετο μὲν οὖν αὐτοβοεὶ αἱρήσειν τὸ πόλισμα οἷα τῶν ἔνδον καὶ πρὸς τὴν πρώτην αὐτοῦ θέαν καταπλαγέντων καὶ τὰς πύλας ἀνακλινάντων καὶ δεξαμένων αὐτὸν ἔνδοθι· ὡς δ’ οὗτοι τὰς εἰσόδους παντάπασιν αὐτῷ ἐπεζύγωσαν, τά τε τείχη παντοίοις ὅπλοις καὶ ἀφετηρίοις ὀργάνοις ἐκράτυναν, ἀλλὰ καὶ φαινόμενοι ἄνωθεν τὰς γλώσσας [88A] ἔθηγον ὡσεὶ ὄφεως, οὐκ ἀπὸ χειρῶν μόνον ἀφιέντες βέλη θανάσιμα, ἀλλὰ κἀκ τοῦ τῶν ὀδόντων ἕρκους αἰσχρορρημοσύνας τοξεύοντες ἰῷ ἀσπίδων τῷ ὑπὸ τὰ χείλη χρισθείσας, οὐδ’ οἱ Ῥωμαῖοι τὸ ἀπὸ τοῦδε χερσὶ κεναῖς αὐτοῖς προσεφέροντο, ἀλλὰ τοῦ κακορρημονεῖν ὡς ἀγεννοῦς ὅπλου καὶ γυναικείου ἀφιστάμενοι σιδήρῳ μάλιστα κακῶς διετίθεσαν. πρῶτος τοίνυν ὁ βασιλεὺς τῷ τῆς μιμήσεως ὁμοίῳ διερεθίζων τοὺς ὑπ’ ἐκεῖνον κατὰ τῶν τῆς πόλεως πυλῶν τὸν ἵππον ἐπαφίησι καὶ μέσον αὐτῶν τὸ δόρυ ἤλασεν. ἐπὶ δὲ τούτοις τὴν τάφρον ἐμπλήσας ἀφυσγετοῦ διὰ τὴν τῶν λίθων στέρησιν, τάς τε πετροβόλους μηχανὰς περιστήσας (τέσσαρες δ’ ἦσαν αὗται) [88B] τὰ τείχη κατασείειν ἐπέταττεν. ἐνεργεῖς μὲν οὖν ἅπασαι ἦσαν, καὶ οἱ πέτροι ταλαντιαῖοι ἀφιέμενοι τὰς τῶν τειχῶν παρέλυον ἁρμογάς· μία δ’ ἐξ αὐτῶν μάλιστα, ἧς ἀρχιτέκτων ἦν Ἀνδρόνικος, αὐτὸς τὴν σφενδόνην τόν τε στρόφαλον καὶ τὸν λύγον διατιθέμενος, πλειόνως διεσάλευε τὸν περίβολον, ὡς καὶ τὸ μεσοπύργιον, καθ’ ὃ τὰ βάρη τῶν πετρῶν ἠκοντίζοντο, ὑποχαλᾶν ἤδη καὶ μεθίστασθαι τοῦ κεῖσθαι ὀρθόν, ἄλλως τε καὶ ὀρυκτῆρσιν ὑπομοχλευόμενον. τότε τοίνυν κατά τινα τῶν νυκτῶν τινες τῶν μεγιστάνων Παιόνων μίαν εἰσιόντες τῶν ἐκκρεμῶν τοῦ τείχους καὶ προνευουσῶν ἔξωθεν μηχανῶν (ἄρκλας οἶδε ταύτας ἡ κοινὴ καὶ πάνδημος φράσις καλεῖν) τῶν [88C] κουλεῶν τὰς σπάθας εἵλκυσαν, καὶ γυμνὰς αὐτὰς ἀνατείνοντες διηπειλοῦντο Ῥωμαίοις ὑπέραυχα, καὶ τῷ τέως βάπτειν μὴ ἔχοντες τὰ ξίφη αἵματι σχήμασι τὸν ἀέρα ἔπληττον καὶ φωνῶν ἐγέμιζον, κεκραγότες ὅσον ἐχώρουν αἱ κεφαλαί. ἀλλὰ κατὰ πόδας ἡ δίκη μέτεισι τούτους· τιτήνας γὰρ κατὰ τῆς ἀνεχούσης αὐτοὺς μηχανῆς τὸ βλῆμα Ἀνδρόνικος οὕτω διαφῆκεν ἐπιτυχὲς ὡς διαλυθῆναι μὲν αὐτίκα τοῦ τείχους τὸ προεκκρεμάμενον ἐκεῖνο ξύλινον σύνθεμα, ἐπικαταβληθῆναι δὲ καὶ τούτους ἐκτὸς ἐς ᾅδου στόμιον κατωκάρα πίπτοντας καὶ κυβιστῆρας ὁρωμένους ἐλεεινούς, διανηχομένους ἀθλίως Ἀχέροντα. μετὰ βραχὺ δὲ καὶ αὐτὸ τὸ τεῖχος ὑπέκυπτε, [88D] καὶ διὰ κλιμάκων εἶχε Ῥωμαίους ἀνιόντας καὶ τὴν πόλιν εἰσιόντας. πολλοὶ μὲν οὖν βληθέντες εἰς θάνατον κατεβλήθησαν, οὐκ ὀλίγοι δὲ καὶ προσκεχωρηκότες τοῖς ἤδη κρατοῦσιν ἐσώθησαν· εἰσὶ δ’ οἳ καὶ ἀποδράντες σωτηρίαν ἐντεῦθεν εὕραντο. εἷς δὲ τῶν οἰκητόρων ἐκείνης τῆς πόλεως, καὶ οὗτος οὐ τῶν συγκλύδων καὶ συρφάκων ἀλλὰ τῶν πλούτῳ λαμπρῶν καὶ γένει ἐπισήμῳ διαπρεπῶν, ἀστεῖον τὸ εἶδος ηὔχει γύναιον καὶ σφόδρα καλὸν τὴν μορφήν. ὁρῶν δὲ παρά του τῶν Ῥωμαίων εἰς ὕβριν ἑλκόμενον, καὶ μὴ ἔχων ἐπαμῦναι τυραννουμένῳ ἢ βίᾳ τὴν βίαν ὠθῆσαι καὶ στῆσαι τὸν ἄδικον ἐκεῖνον ἔρωτα, βουλεύεται βουλὴν οὐχ ἥκιστα γενναίαν ἢ τολμηρὰν καὶ ἀθέμιτον καὶ τῷ τῆς τύχης ἐνεστῶτι κατάλληλον· διελαύνει τῶν σπλάγχνων τῆς φιλτάτης ὃν ἔφερεν ἀκινάκην. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐπιμαινόμενος ἄθεσμος ἐκεῖνος ἐραστὴς τὴν ἄλογον ἐμάρανεν ἔφεσιν, οὐκέτι ὄντος τοῦ ὑπεκκαύματος, τὴν δὲ σχετλίαν τῷ ὄντι ἐρωμένην τὸ ἦμαρ ἔλιπε τὸ εὐφρόσυνον. φεῦ πραγμάτων ἀναγκαίας ἐπιπλοκῆς καὶ φθονεροῦ Τελχῖνος καὶ ἐπιβούλου, τοιαύτας τραγῳδίας σκηνοποιοῦντος ἐπὶ θεάτρου πολυπληθοῦς! ὢ δύο ἀντιφερομένων ἐρώτων ἐπ’ ἄθλῳ ἑνί, ἐπιλήπτου καὶ σώφρονος, καὶ τοῦ μὲν ἐπ’ ἀθεμίτοις λέκτροις σώζειν ἐθέλοντος, τοῦ δὲ φθάνοντος τὸ [89A] αἶσχος καὶ νεκροῦντος καινότερον καὶ πάθει πάθος ἐκκρούοντος! συνήραντο δὲ τοῖς Ῥωμαίοις εἰς τὴν τοῦ Ζευγμίνου ἐκπόρθησιν καὶ οὐκ ὀλίγοι τῶν ἔνδοθι, τὰ Ῥωμαίων φρονοῦντες καὶ τὰ τούτων ὡς εἶχον διανιστῶντες φρονήματα· οὗτοι γὰρ ἀτράκτοις ἀσιδήροις βιβλία προσδέοντες, καὶ ταῦτα πρὸς τὸ Ῥωμαϊκὸν στράτευμα νυκτὸς ἐκτοξεύοντες, παρίστων δι’ αὐτῶν ὅσα τε οἱ βάρβαροι ἐβουλεύοντο καὶ ὅση τούτων ἰσχὺς ἀκμάζουσα ἦν. ἤγετο δὲ τῶν Παιόνων τις τηνικαῦτα αἰχμάλωτος ἔτι τὸν ἐγχώριον πῖλον ἐπὶ κεφαλῆς ἔχων καὶ τὴν λοιπὴν ἠμφιεσμένος πάτριον στολήν. ἀλλὰ τοῦτον Ῥωμαῖός τις ἐπιπαριὼν σιδήρῳ πλήττει καὶ θανατοῖ, καὶ τὸ τῆς κεφαλῆς ἐκείνου ἑαυτῷ περιτίθησι κάλυμμα, καὶ ἦν ἀνύων οὑτωσὶ τὴν ὁδόν. τῆς δὲ δίκης ἐφεπομένης ἀψόφῳ ἐμβάδι, καὶ ὃ ἄλλῳ [89B] τέτευχε κακὸν τουτωΐ καθ’ ἑαυτοῦ ἀγχωμάλως ἀναστρεφούσης, ἐφίσταταί οἱ τομώτερος ἕτερος ξιφήρης ἐκ τῶν ὄπισθεν Ῥωμαίων, καὶ παίει καιρίαν κατὰ τοῦ τένοντος ὡς ζωγρίαν Παίονα, καὶ τοῦ ζῆν ἐκ τοῦ σχεδὸν μεθίστησιν.

Ἀλλ’ οὕτω μὲν ἑάλω τὸ Ζεύγμινον, ὡς ἐπιτρέχοντά με εἰπεῖν, οὐκ ἐμβραδύνοντα ταῖς διηγήσεσι. καὶ βασιλεὺς ἐκεῖθεν ἀπονοστήσας πρὸς τὰ Ῥωμαίων ὅρια μεταβέβηκεν, τὸν δὲ αὐτοῦ θεῖον, τὸν ἀπὸ Φιλαδελφείας λέγω Κωνσταντῖνον τὸν Ἄγγελον, ἐπιτειχιστὴν εἴασε τοῦ Ζευγμίνου, σὺν αὐτῷ δὲ καὶ τὸν Τρίψυχον Βασίλειον. καὶ οὗτοι τὰ ἐντεταλμένα περατοῦντες τό τε Ζεύγμινον ἠρτίωσαν, ὅσαι κατηρείποντο τύρσεις [89C] ἐπισκευάσαντες, καὶ τῆς ἄλλης ὁμοίως φρουρᾶς πεφροντίκασι, καὶ τὰ ἐν Βελεγράδοις πολίχνια πλείστης ὅσης ἐπιμελείας ἠξίωσαν. καὶ αὐτόν δὲ τὸν Νίσον τείχεσι περιέβαλον, καὶ τὴν Βρανίτζοβαν συνῴκισαν. καὶ τὰ λοιπὰ πρὸς τὸ εὖ διαθέμενοι, ἔνθα διάγων ἦν βασιλεύς, ἀφίκοντο.