Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/4
←Μανουήλ Κομνηνός (Β.3) | Χρονική Διήγησις Συγγραφέας: Μανουήλ Κομνηνός |
Μανουήλ Κομνηνός (Β.5)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
Ὡς δὲ πάντοθεν ἦν ἀπορούμενος, ἔδοξε κατά τινα φάραγγα εὐέφοδα καὶ προσιτὰ τιθεῖσαν [55D] τὰ ἔνδοθεν βαλέσθαι ξυλίνην κλίμακα, ἐς σχῆμα πύργου τεκτονηθεῖσαν κύκλωθεν. ἡρμόττοντο οὖν ναυπηγήσιμα ξύλα, καὶ ἱστοὶ μεγάλων νηῶν συνεπήγνυντο, καὶ οἱ μὴ ἐξικνούμενοι τοῦ ὕψους βλῆτρα ἐδέχοντο. ὡς δὲ ἔδει ποτὲ ἀρθῆναι καὶ παρὰ τὴν ἄκραν τεθῆναι τὴν πυργοειδῆ ταύτην κλίμακα, ἡ μὲν κορυφὴ αὐτῆς ῥαχίᾳ πέτρας καὶ πάγῳ προσήγγιζεν ὀκριόεντι, ὅθεν ὁ τῆς πόλεως τειχισμὸς ἀρχόμενος βάσιν ἐνεδίδου τοῖς ἀποβαίνειν ἐκ τῆς κλίμακος μέλλουσι καὶ πρὸς τοὺς ἐπὶ τοῦ τείχους ἀντιφέρεσθαι, ἡ δ᾿ ὑποβάθρα πλοίοις ἐπανέκειτο εὖ ἀραρυῖα καὶ πεπηγυῖα πρὸς τὸ ἔμπεδον καὶ ἀκράδαντον. ἐπιλέγδην οὖν οἱ ἐπ᾿ αὐτῆς ἀναβησόμενοι ἐπεκρίνοντο, καὶ οἱ [56A] ἁπάντων ἔξοχοι ἄλλων καὶ ἄλκιμοι κατὰ πόλεμον, ὅτι καὶ «ὁ τὸν βασιλέα φιλῶν καὶ φιλότιμος ἐν δεινοῖς ἀναβαινέτω» βασιλεὺς αὐτὸς προεκήρυττεν. οὐδένα μὲν οὖν συνηγηόχει τὸ τοιοῦτον διακηρύκευμα, ἀλλὰ πάντες ἀνένευον πρὸς τὴν ἄνοδον, τὸ τοῦ κινδύνου μέγεθος εὐλαβούμενοι, ἕως Πετραλεῖφαί τινες αὐτάδελφοι τέσσαρες, ἐκ τοῦ τῶν Φράγγων γένους ὁρμώμενοι καὶ κατὰ τὸ Διδυμότειχον τὴν οἴκησιν ἔχοντες, ἐπέβησαν πρῶτοι τῆς κλίμακος, τῷ βασιλεῖ πειθαρχήσαντες. τούτων γὰρ ἀποτεθαρρηκότων πρώτως τὴν ἄνοδον, μάλιστα δὲ πρὸ αὐτῶν τοῦ Πουπάκη, ὃς δορυφορῶν τὸν μέγαν δομέστικον ὅλως ἦν ἐνθεάζων πρὸς τὸ ἔργον τότε καὶ [56B] προαλλόμενος, καὶ ἕτεροι οὐκ ὀλίγοι κατὰ ζῆλον ἐπηκολούθησαν. πάντας μὲν οὖν ἀγάμενος ἦν τῆς προθυμίας καὶ τοῦ ταχέος ὁρμήματος ὁ κρατῶν, ἀφορίσας δὲ οὓς ᾔδει παρ᾿ ἀσπίδα πολλάκις ἐνιδρωκότας καὶ ἄντικρυς Ἄρεα πνέοντας, καὶ ἐς τετρακοσίους ἠριθμηκὼς, ἀναβαίνειν διαφῆκε, πολλὰ πρότερον ἐς ἀνδρείαν παρακαλοῦντα τούτοις διαλεχθεὶς, καὶ αὐτοῖς καὶ τέκνοις αὐτῶν ἁδρὰ γέρα καὶ ἀμοιβαίαν ἐπαγγειλάμενος εὔνοιαν. «εἴτε γάρ» φησι «τοῖς ζῶσι σύνεστε, τὸν ἐφεστῶτα κίνδυνον διαδράντες καὶ ἀρίστως ἀγῶνα τὸν προκείμενον ἀεθλεύσαντες, εὑρήσετέ με καὶ ὑπὲρ δόκησιν ἀντὶ δεσπότου καὶ βασιλέως πατέρα κηδόμενον· εἴτε τὸ ζῆν [56C] καταλύσετε, πατρίδι τιμὴν καὶ κλέος αὐτοῖς ἀρνύμενοι, οὐδ᾿ οὕτως τῶν εἰς δόξαν καὶ κειμένων ὑμῶν ἀφεξοίμην, ἀλλ᾿ οὕτως εὖ διαθήσομαι τὰ κατ᾿ οἶκον καὶ τέκνα καὶ ὁμολέκτρους ὡς ζηλωτέα τοῖς ἔτι περιοῦσι καὶ μακαριστέα δοκεῖν, καὶ αὐτοῖς δὲ ὑμῖν ὑπαπιοῦσι καθ᾿ ᾅδην ἀσπάσια, εἴ τις τέως καὶ ἐν νεκροῖς αἴσθησις, μηδὲ τὸ τῆς λήθης ποτὸν ἐγχεόμενον οὐ μόνον τὴν τῶν προλαβόντων ἀπαλείφει μνήμην, ἀλλὰ καὶ τὰ κατὰ τὸν βίον ἐπιγινόμενα οὔκουν ἐς ᾅδου ἐπεισρέειν ἀφίησιν, ὅπως τοῖς θανοῦσιν εἴησαν γνώριμα.» Πρῶτος οὖν ὁ Πουπάκης, ὡς ἔφην, τὸ σημεῖον τοῦ σταυροῦ διατυπώσας ἐν ἑαυτῷ τῆς ἀναβάσεως ἄρχεται, καὶ μετ᾿ αὐτὸν οἱ Πετραλεῖφαι [56D] κασίγνητοι, καὶ καθεξῆς ἕτεροι, ἕως πάντας ἡ κλῖμαξ ἐδέξατο. οὐδεὶς οὖν τῶν θεωμένων ἦν ὃς ἐπὶ τῷ πραττομένῳ τούτῳ ἔργῳ οὐκ ἀνωλόλυξεν ὡς ἐπὶ καινῷ καρδιαλγήσας θεάματι, οὐδὲ δακρύων ὑποπλησθεὶς καὶ πατάξας τὸ στῆθος ἐθεοκλύτησε. καὶ ἦν γὰρ ἀληθῶς τὸ ὁρώμενον καταπλῆττον τὸν θεατὴν ὀφθαλμόν. οἱ μὲν γὰρ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς ἐς τὸ ἀσφαλὲς ἀνατείναντες καὶ τὰ ξίφη σπασάμενοι, τοῖς ἐκ τοῦ φρουρίου προσηγγικότες ἐκθύμως διημιλλῶντο· οἱ δὲ πάσαις κατ᾿ αὐτῶν ἐχρῶντο βολαῖς καὶ λίθους ἀπερρίπτουν χειροπληθεῖς. ἀλλ᾿ οὐδὲν ἤνυτον· οὗτοι γάρ, ὅσα καὶ ἄκμονες ῥαϊστῆρσι, παντοίοις τυπτόμενοι βλήμασιν ἀκάμαντες ἦσαν καὶ ἀπερίτρεπτοι καὶ τὴν ἰσχὺν ἀνένδοτοι κἀπὶ τοῖς παροῦσι δεινοῖς ἀκατάπληκτοι. κἂν κάλλιστον εἰλήφει τέλος τὰ τοῦ ἀγῶνος τοῦδε, καὶ Ῥωμαίοις ἐγεγόνει πάνυ [57A] κυδαντικά· νῦν δὲ ἀλλ᾿ ἡ ταῖς τῶν πράξεων μεγίσταις ἐπεισερχομένη ἀγεννὴς περίπτωσις καὶ τὸ ἄγαν ἀεί πως παρακολούουσα, ἀρχὴν ἀρίστην ὑποθεῖσα τῷ ἔργῳ καὶ τῇ προθέσει κατὰ βραχὺ πως ὑποθάλπουσα, περὶ τὸ πέρας ἠγνωμόνησε τὸ ἐπέραστον. ἤδη γὰρ τοῦ Πουπάκη τῆς κλίμακος ἀποβάντος καὶ τὼ πόδε ταῖς πέτραις ἐνερείσαντος, ὅθεν καὶ τοῖς ἐκ τῶν τειχῶν διεφέρετο, ἡ κλῖμαξ ἀποκαυλίζεται. καὶ οἱ μὲν ἄλλοι πάντες κύμβαχοι ἐπὶ βρεχμόν τε καὶ ὤμους ἐλεεινὸν ἐπανετρέποντο θέαμα καὶ ἄπιστος ὄψις οἰκτίρμοσιν ὀφθαλμοῖς, καὶ κακῶς παραπώλλυντο τοῖς τῶν κυμάτων διαύλοις φερόμενοι καὶ πέτραις καὶ νηῶν προσαραττόμενοι καταστρώμασι, [57B] κἀκ τῶν ὑψόθεν λίθοις καταχωννύμενοι, ὡς βραχεῖς ἀπ᾿ ἐκείνων δὴ τῶν πολλῶν τὸν κίνδυνον διεκφυγεῖν· ὁ δέ γε Πουπάκης τοὺς ἐν τοῖς τείχεσι διασοβήσας καὶ πυλίδα ἀναπεπταμένην εὑρὼν δι᾿ αὐτῆς ἐξέθορεν εἰς τὸ στράτευμα. καὶ ἦν τοῦτο οὐ Ῥωμαίοις μόνον καὶ βασιλεῖ δι᾿ ἐκπλήξεως, ἀλλὰ καὶ τοῖς ὑπεναντίοις αὐτοῖς διὰ θαύματος, οἳ καὶ τὸ ἀπάνθρωπον ὀνειδισθέντες καὶ τὸ τῆς γνώμης ἀνήμερον ἐπεγκληθέντες, οἷς καταλιθοῦντες ἄνωθεν ἦσαν τοὺς ἀνατραπέντας ἐκ τῆς κλίμακος, ἀπέσχοντο τοῦ δρᾶν οὑτωσί, τοὺς ἄνδρας αἰδεσθέντες τῆς γενναιότητος.