Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/5

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός, Β΄ (5)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Β΄ (5)
Ἀλλ᾿ οὔπω ἀκριβῶς τὸ ἀτύχημα τοῦτο Ῥωμαίοις [57C] διεθρηνήθη καὶ τὴν ἐπ᾿ αὐτῷ τοῦ βασιλέως λύπην ὁ πάντα μαραίνων χρόνος διαφορήσας ἐλέανε, καὶ ἄλλη τις ἐπισυμπλέκεται συμφορὰ χείρων τῆς πρώτης καὶ κακὸν ἐπεισκωμάζει ἀξιοπένθητον ἕτερον. διαστασιάζονται Ῥωμαῖοι καὶ Βενέτικοι κατὰ μέσην τὴν ἀγορὰν, καὶ ἡ στάσις οὐκ ἐρεσχελίαι παρ᾿ ἑκατέρων πίπτουσαι τῶν γενῶν, οὐδ᾿ ἔπος αἰσχρόν, ὁποῖον ἐρρέθη, τοιοῦτον ἐπακουόμενον, οὐδ᾿ ἐβωμολοχεύοντο πρὸς ἀλλήλους ἢ κερτόμοις οἱ στασιασταὶ ῥήμασιν ἐκομψεύοντο, οὐδ᾿ ἔβαλλον ὕβρεσι καὶ ἐπλύνοντο σκώμμασιν, ἀλλ᾿ αἱ χεῖρες εἶχον τὰ ὅπλα καὶ ἡ μάχη ἀγχώμαλος ἐκορθύετο. συχνοὶ οὖν οἱ κατὰ φήμην τοῦ κακοῦ μεθ᾿ ὅπλων ἑκατέρωθεν [57D] ἐπεισρέοντες καὶ τοῖς ὁμογενέσιν ἀρήγοντες, πολλοὶ δὲ καὶ οἳ ἐκεῖσε μὴ ὁπλενδυτοῦντες παρενέβαλον, γένει βασιλείῳ διαπρεπεῖς καὶ λαμπροὶ κατ᾿ ἀξίωσιν. καὶ τῶν Βενετίκων δὲ ἀφίκοντο οἱ γεραίτατοι ὡς σβέσοντες τὸ κακὸν καὶ διαλλακτῆρες ἐσόμενοι. ἀλλ᾿ οὐκ ἦν τῶν λεγομένων ἐπιστροφή, οὐδέ τις εἰσῄει τούτους αἰδὼς τῶν συνειλεγμένων μεγίστων ἀνδρῶν· ὁ γὰρ Ἄρης ἐκπάγλως ἐμαίνετο, καὶ προχύσεως αἱμάτων ἐρῶν ἐπισυνίστη μάλιστα τοὺς ὁπλίτας, καὶ τούτους ἐκ τοῦ τῶν Βενετίκων πλέον στρατολογήματος, καὶ κατεῖχεν οὐδέν οὐδ᾿ ἐπέστρεφεν. ὅσον γὰρ ὁ μέγας δομέστικος τοὺς Ῥωμαίους ἀνέκοπτε τῆς ὁρμῆς καὶ τὰς τούτων ἐπισυνδρομὰς ἐπετείχιζε, τοσοῦτον ἐβαρυμηνίων Βενέτικοι τῷ θυμῷ σφαδάζοντες κἀκ τῶν τριηρέων ἐξεχέοντο. ἰδὼν τοίνυν ὁ ἀνὴρ ὡς οὐδὲν ὠφελεῖ διαλλαγὰς μετιὼν καὶ ὡς ἄγει ἀναγκαία τὰ γένη μάχῃ διακριθῆναι, τοὺς ἰδίους μεταπέμπεται δορυφόρους, οὓς ἐπὶ καιρῶν μάχης εἶχε χρησίμους ἑαυτῷ καὶ ὁπλίταις [58A] ἀγαθοῖς ἐκέχρητο, καὶ διαφίησι τοῖς Βενετίκοις. ἐξάγει δὲ καὶ μέρος τῆς στρατιᾶς. ἐπ᾿ ὀλίγον οὖν οὗτοι ἀντισχόντες, τὰ νῶτα μεταβαλόντες προτροπάδην φεύγουσι καὶ ταῖς ναυσὶν ἄκοντες συνωθοῦνται, βαλλόμενοί τε καὶ ἀναιρούμενοι. πλὴν οὐδ᾿ οὕτω τῆς βαρβάρου γνώμης ἠρέμησαν ἢ τὰ ὅπλα μετὰ τὴν ἧτταν κατέθεντο, ἀλλὰ κατὰ τὰ δυσθάνατα τῶν θηρίων ἐφαλλόμενοί τε καὶ προαλλόμενοι ἐν δεινῷ τίθενται ὅτι μὴ Ῥωμαίων αὐτῶν ὑπερίσχυσαν. ἀμέλει καὶ κατὰ χέρσον μηκέτι δυνάμενοι μάχεσθαι ἀποσαλεύουσι τὰς νῆας καὶ ἐξόρμους τιθέασι· καὶ κατά τινα νῆσον ἀναχθέντες ἀμφίρρυτον (ἡ Ἀστερὶς αὕτη οἶμαί ἐστιν, ἥν φασιν οἱ πάλαι [58B] κεῖσθαι μέσον Ἰθάκης καὶ τῆς τῶν Κεφαλήνων τετραπόλεως) ἐπιτίθενται ὡς πολέμιοι τοῖς ἐκεῖσε ἐξ Εὐβοίας παρορμῶσιν πλοίοις Ῥωμαϊκοῖς, καὶ τὸ ναυτικὸν κακῶς διαθέμενοι, ὃ συνεπλήρουν οἱ Εὐβοεῖς μάλιστα, τέλος καὶ αὐτὰ τὰ σκάφη πῦρ ἐμβαλόντες ᾐθάλωσαν. τῷ κακῷ δὲ τούτῳ ἕτερον ἀτοπώτερον ἐπιφέροντες τὴν βασιλίδα νῆα κλοποφοροῦσι, καὶ παρ᾿ ἑαυτοῖς θέμενοι πρῶτα μὲν τὰς ἐν αὐτῇ βασιλικὰς διαιτήσεις κοσμοῦσι πέπλοις χρυσοϋφέσι καὶ ἁλουργοῖς τάπησιν, ἔπειτα δ᾿ αὐτῇ ἐμβιβάσαντες ἀνδράριον ἐπίτριπτον, κελαινοχρῶτά τινα Αἰθίοπα, εὐφήμουν ὡς βασιλέα Ῥωμαίων [58C] περιάγοντες μετὰ λαμπρᾶς στεφανηφορίας καὶ προπομπῆς, τὰ τῆς βασιλείας σεμνὰ διαπαίζοντες, καὶ καταμωκώμενοι τoῦ ἄνακτος Μανουὴλ ὡς μὴ ξανθίζοντος τὴν κόμην ὡς θέρος, ἀλλ᾿ ὑπομελαινομένου τὴν μορφὴν κατὰ τὴν τοῦ ᾄσματος νύμφην τὴν λέγουσαν «μέλαινά εἰμι καὶ καλή, ὅτι παρέβλεψέ με ὁ ἥλιος.» ἀλλ᾿ εἶχε μὲν ἀξίαν ἐπιθεῖναι δίκην τοῖς βαρβάροις ἐκ τοῦ παραυτίκα ὁ βασιλεύς· δείσας δέ μὴ ἐμφυλίου κινηθέντος πολέμου εἰς πλεῖον προχωρήσῃ τὰ ἄτοπα, πέμψας τῶν ἐξ οἰκείου γένους τινὰς ἀμνηστίαν δίδωσι τοῖς Βενετίκοις ὧν τε εἰς αὐτὸν ἠνομήκασι καὶ ὧν εἰς Ῥωμαίους ὡς δυσμενεῖς ἐκακούργησαν, ἐπεὶ τὰ τῆς ἀμύνης ἑώρα πως [58D] οὐκ ἀκίνδυνα, πρὸς ἄλλα τοῦ καιροῦ ῥέπειν ἐπείγοντος. πλὴν εἰ καὶ τὸν χόλον αὐτῆμαρ κατέπεψεν, ἀλλ᾿ ὡς ἐν σποδιᾷ ἔναυσμα τὸν κότον ἐνέθαλπε τῇ ψυχῇ ἕως τῶν πραγμάτων ἐνδιδόντων αὐτὸν ἐξεπύρσευσεν, ὡς κατὰ καιρὸν τὸν οἰκεῖον ῥηθήσεται.


Τότε γοῦν φιλιωθέντων αὖθις ἀμφοτέρων τῶν στρατευμάτων εἰς πολιορκίαν ἐξάγει τὰς φάλαγγας, καὶ κατὰ θάλασσαν, ἐν οἷς παρείκοι, τὸ πόλισμα κυκλωσάμενος παντοῖος ἐγίνετο, ὥσπερ πρὸς ἑαυτὸν ἁμιλλώμενος ἐνεργότερος δείκνυσθαι, εἴ πως παραστήσασθαι δυνηθείη τοῦτο καὶ ἐξελεῖν. ἔκ τε οὖν τῶν πετροβόλων ὀργάνων τὰ βάρη τῶν λίθων ἠφίετο συνεχέστερα, καὶ οἱ τοξόται παρὰ μαζὸν ἀεὶ πελάζοντες τὰς νευρὰς καὶ ἕως τῶν γλυφίδων ἕλκοντες νιφάδεσσιν ἐοικότα χειμερίῃσι κατὰ τῶν ἐπὶ τοῦ τείχους τὰ βέλη ἔπεμπον. ἦσαν δὲ κατὰ πολλὰ μέρη τοῦ ἐρύματος καὶ οἳ διὰ τῶν φαράγγων δίκην αἰγάγρων ἐκρημνοβάτουν. ἐπεραίνετο δὲ οὐδὲν ἀλλ᾿ [59A] ἢ ὅσον μὴ ἀεργὸν ὁρᾶσθαι τὴν στρατιάν· οἱ γὰρ ἔνδον καὶ αὐτοὶ γενναίως ἀπεμάχοντο, ὑποκατιέναι μὲν καὶ συστάδην ἀντιπλέκεσθαι Ῥωμαίοις οὐμενοῦν οὐδαμῶς δοκιμάζοντες, ἀπὸ δὲ τῶν τειχῶν παντοδαπῶς ἀμυνόμενοι, καὶ βέλεσι καὶ λίθων ἀφέσεσι παντοίοις κακοῦντες τὸ ἀνθιστάμενον. ὡς ἔγνω τοίνυν ὁ βασιλεὺς ἀδυνάτοις ἐπιχειρῶν, μεταναστεῦσαι μὲν ἐκεῖθεν καὶ τὴν πολιορκίαν ἀφεικέναι ἀτέλεστον οὐκ ἔκρινε δεῖν, καὶ ἀδοξίας ἄλλως ἑαυτῷ παραίτιον ὑπετόπαζεν εἰ πολλὰ καμὼν καὶ οὐκ ὀλίγας ἴλας ἀπολωλεκὼς στρατιώτιδας οὐχ ἕξει φρούριον ἓν ἐξελεῖν, καὶ τοῦτο πρότριτα Ῥωμαίοις ὑπόφορον, βόσκοι δὲ καὶ ἐπὶ τῆς οἰκείας χιλίους λῃστὰς, ὁρμητήριον παρεὶς καὶ νεώσοικον ταῖς Σικελιώτισι τριήρεσι κατὰ [59Β] Ῥωμαίων τὰ Κέρκυρα. ἐπεβάλετο τοίνυν χρονοτριβεῖν· ἄλλη γὰρ οὐδεμία τις ἐλπὶς ὑπελείπετο τοῖς χρηστοτέροις αὐτὸν ὑποσαίνουσα, διὰ δὲ τῆς πολυημέρου προσεδρείας συμπείσειν ἄκοντας ᾤετο τοὺς ἐπὶ τῆς φρουρᾶς καταπροδοῦναί οἱ τὸ φρούριον καὶ σφᾶς προσαναθήσειν αὐτῷ. ὅθεν οὐδὲ τοῦ καλοῦ τῆς προσδοκίας ταύτης ἐκπέπτωκεν, οὔτε μὴν διήμαρτε τοῦ σκοποῦ. ἡμέρας γὰρ διαλιπόντες τινὰς διαπρεσβεύονται οἱ πολέμιοι, καὶ δέονται καιρὸν αὐτοῖς ὑποχωρήσεως ἐνδοθῆναι, ὡς ὅπλων καὶ τῶν ἄλλων ἦσαν ἔχοντες. ὡς γὰρ ἑώρων βασιλέα μὲν οὐκ ἂν αὐτοὺς ἐπὶ χώρας μένειν ἀνήσοντα, τὰς δ᾿ ἐλπίδας σχαζούσας εἰς κενόν αἷς ἐβουκολοῦντο καθ᾿ [59C] ὥραν τὴν ἀπὸ τοῦ ῥηγὸς ἐπικουρίαν προσδεχόμενοι, ἅμα δὲ καὶ τὸν λιμὸν αὐτοὺς ἠρέμα ἐπιβοσκόμενον, τὴν εἰρημένην ἐτράποντο. ἐνῆγε δὲ πρὸς τὸ τοιοῦτον μάλιστα ἔργον ὁ καστελλᾶνος Θεόδωρος, ὃς τῆς φρουραρχίας προΐστατο, οὐκ ὢν αἱμάτων ἀνήρ ἀλλὰ τῆς ἀγέλης πλέον Χριστοῦ, καὶ προτιθεὶς εἰρήνην τῆς διαστάσεως, καὶ φιλορώμαιος, ὡς ἔδειξεν ὕστερον. βασιλεὺς τοίνυν ὠσὶν ἑστῶσιν ἀκούσας τὴν ἀγγελίαν, ἐζήτει θεάσασθαι καὶ πέρας αὐτίκα τὸ ἐφετόν. πρὸ δὲ τοῦ τὰς ἀποκρίσεις ἱλαρὰς ἀποδοῦναι ἑαυτὸν εἰδωλοποίει τραχὺν, καὶ ὑπερορίοις ἀπειλαῖς ἐκέχρητο, εἰ μὴ δρῷεν ὅσα ἡ πρεσβεία κατεπαγγέλλεται. ὡς οὖν ὀψὲ προσερρύησαν, οὐδὲ τότε ὁμοῦ πάντες, ἀλλὰ κατὰ βραχεῖς, καὶ πεῖραν τοῖς ἐπιμένουσιν οἱ ἐξιόντες διδόντες ὡς οὐχ ὑπερόπτης ὁ βασιλεύς [59D] οὐδέ τι τῶν ἀέλπτων ἐπιτελῶν ἀλλ᾿ εὐμενῶς αὐτοὺς προσιέμενος, μετὰ φιλοφροσύνην καὶ δεξίωσιν ἱκανὴν αὐτοὺς ἑλέσθαι τὸ ποιητέον καὶ τὸ δοκοῦν ὠφέλιμον ἐγκελεύεται· ἑαυτῷ γὰρ μὴ εἶναι πρὸς τρόπου, μηδ᾿ ἄλλως κρίνειν βασιλικόν τε καὶ ἐλευθέριον, ἢ μένειν ἐθέλοντας ἀπελαύνειν ἢ ἀπιέναι βουλομένοις προσίστασθαι. πολλοὶ μὲν οὖν συμπαρέμειναν βασιλεῖ, καὶ πρὸ πάντων ὁ καστελλᾶνος Θεόδωρος· οἱ δὲ λοιποὶ πρὸς τὴν πατρίδα Σικελίαν ἀνήχθησαν.