Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/3

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Β΄ (3)

πέρας δὲ ἡ ἐπ᾿ αὐτῷ πρόρρησις εἴληφε τοῦ πατριάρχου Κοσμᾶ [53D] τοῦ Ἀττικοῦ, ὃς μετὰ τὸν Ὀξείτην Μιχαὴλ τοὺς τῆς ἐκκλησίας ἐγχειρίζεται οἴακας, ὑπεκστάντα τῆς ὑπερτάτης τῷ βουλομένῳ καθέδρας καὶ πρὸς τὴν νῆσον τὴν Ὀξεῖαν ἀποφοιτήσαντα, καθ᾿ ἣν τὸν ἄσκευον βίον καὶ ἀπέριττον ἐκ παιδὸς ἐπανῄρητο· ἔνθα καὶ τὸν οἰκεῖον ἀποδοχμώσας αὐχένα πρὸς τῇ εἰσόδῳ τοῦ προνάου πατεῖν παρεῖχε τῷ εἰσιόντι παντὶ μοναχῷ, λέγων ἀξυμφόρως ἑαυτῷ τὴν ἡλικιώτιδα καὶ φίλην ἡσυχίαν παρώσασθαι καὶ ἐπ᾿ οὐδενὶ ξυνοίσοντι τὸν θρόνον ἀναβῆναι τὸν ὑπερύψηλον. ὁ δὲ Κοσμᾶς ἦν μὲν τοῖς διακόνοις ἐνάριθμος, εἶχε δὲ πατρίδα τὴν Αἴγιναν, σοφίας δ᾿ ἁπάσης μεταλαχὼν ἐκ τοῦ τῶν ἀρετῶν ὁρμαθοῦ πλέον ηὔχει τοὐπίσημον. μάλιστα δὲ τῷ πολλῷ τῆς ἐλεημοσύνης ἐκέκαστο, ἥτις ὡς ἐν περιδερραίῳ κόσμῳ πολυτελεῖ προσπεπηγυῖα τῇ ποικιλίᾳ τῶν ἀρετῶν δίκην ἀκτινώδους λίθου ἐπάμφαινεν· οὕτω γὰρ τὸν εἰς ἀνθρώπους ἔλεον ἔρρωτο ὡς καὶ τὸν ἐπενδύτην [54A] αὐτὸν καὶ τὸν χιτῶνα ἑαυτοῦ τοῦ σώματος καὶ τὴν ὀθονοσκεπῆ καλύπτραν τῆς κεφαλῆς διαδιδόναι πένησι, καὶ πράγματα παρέχειν τοῖς ἀφ᾿ ἑστίας μὴ διφῶσι μόνον αὐτά ἀλλὰ καὶ πρὸς εὐπορίαν ἄλλων τυρβαζομένοις. διὰ ταῦτα καὶ παρὰ πᾶσι μὲν ἦν αἰδέσιμος ὁ ἀνήρ· ὁ δὲ σεβαστοκράτωρ Ἰσαάκιος ὁ τοῦ βασιλέως Μανουὴλ αὐτόμαιμος μόνον οὐκ ἐπέθυεν ὡς θεῷ, ἐκεῖνο θεοφιλὲς καὶ πρακτέον οἰόμενος ὅπερ ἦν ὁ πατριάρχης ὑποτιθέμενος, κἀκεῖνο αὖθις θεομισὲς καὶ ἀπώμοτον ὅπερ οὑτοσὶ ἀπηγόρευεν. ἡ γοῦν φατρία τῶν τότε ἀντιδόξων τῆς ἀρετῆς ἀρχιερέων καὶ τοῦ ἱερωτάτου τούτου ἀντίθετος μοῖρα ἐνδιαβάλλουσι τὸν ἄνδρα τῷ βασιλεῖ ὡς τῷ ἀδελφῷ Ἰσαακίῳ τὴν βασιλείαν μνώμενον, λαθραίας [54B] τὰς προόπτους εἰς τὸ ἱερὸν ἀρχεῖον ἀνόδους τοῦ σεβαστοκράτορος ὀνομάζοντες, καὶ κρυφιώδεις συσκευὰς τὰ οὐκ ἐν μυχῷ γῆς καὶ παραβύστῳ ἀλλ᾿ ἐφ᾿ ἡλίῳ συλλαλούμενα μάρτυρι. ὁ τοίνυν Μανουὴλ νέος ὢν ἔτι καὶ αὐτάρεσκος, καὶ ἄλλως ὑποβλέπεσθαι τὸν ἀδελφὸν ὑπὸ τῶν τοῦ πατριάρχου κατηγόρων ὡς βασιλειῶντα ἐναγόμενος, ἀνατρέψαι τοῦτον τοῦ θρόνου ἐζήτει. κἀπειδὴ ἅπτεται μῶμος καὶ τῶν ἀψαύστων, ὡς οἴδαμεν, καὶ ἅπας, ὡς καὶ τοῦτο ἴσμεν, εἰς τὸ κακόν τι δρᾶν προσκλινέστερος, καθαιρέσει καθυποβάλλεται ὡς συνεταιρίζων μοναχῷ τινι Νίφωνι. ἦν δὲ ὁ Νίφων συνήθης μὲν τῷ [54C] πατριάρχῃ καὶ πολλάκις ἐκ τῆς αὐτοῦ τραπέζης ἑστιαθεὶς καὶ στέγης ὁμοίως μετειληχώς, διεβέβλητο δὲ ὡς οὐκ ὀρθὸς εἴη τὰ ἐς πίστιν, καὶ τὴν σχοινοτενῆ γένυν ἐκέκαρτο καὶ δεσμωτηρίῳ ἐνείρχθη παρὰ τοῦ πατριάρχου Μιχαήλ. ἦν οὖν ὁ Κοσμᾶς δι᾿ αὐτὸν ὑπ᾿ αἰτίαν ὡς ὁμόφρων τε καὶ ὁμόδοξος, καὶ οἱ ἀντίδοξοι τῷ Κοσμᾷ εὐπροσώπου ταύτης ἀφορμῆς λαβόμενοι κατέτρεχον ἤδη καὶ λαμπρῶς ἐπέκειντο, κατὰ κράτος αἱρήσειν καὶ ὅλαις καθελεῖν ψήφοις αὐτὸν ἐπειγόμενοι. κρινόμενος οὖν, ἢ μᾶλλον κατακρινόμενος, καὶ ἃ οὐκ ἐγίνωσκεν ἐρωτώμενος, καὶ διὰ ταῦτα τοῦ θρόνου ἐξοστρακιζόμενος, ζήλου πίμπλαται, καὶ τὸ συνέδριον ἐκεῖνο περισκεψάμενος [54D] τῇ μὲν μήτρᾳ τῆς βασιλίδος ἐπιτιμᾷ μὴ παῖδα τεκεῖν ἄρρενα, ἀφορίζει δὲ καὶ τῶν περὶ τὸν βασιλέα τινὰς καὶ τὴν τότε συνελθοῦσαν εἰς αὐτοῦ καθαίρεσιν σύνοδον ὡς βασιλείους θύρας ἐκτρίβουσαν καὶ πρόσωπα λαμβάνουσαν, κἀκ τούτου μὴ κανονικῶς ἀλλ᾿ ἀθέσμως καὶ θρόνου καὶ ποίμνης αὐτὸν ἀπελαύνουσαν. τότε τοίνυν ὁ Κοντοστέφανος εἷς ὢν τῶν κυκλούντων θρόνον τὸν ἀνακτορικὸν, τῶν ἐγγιζόντων τε βασιλεῖ καὶ προσδιαλεγομένων θαρραλεώτερον, δεινὰ πάσχοντι ἐῴκει διὰ τὴν τῆς δεσποινικῆς νηδύος ἐπιτίμησιν, καὶ τὸν ζηλωτὴν ἐπὶ τούτοις ὑπὲρ τοὺς παρεστῶτας πάντας παρακαιρίως ὑποκρινάμενος ἐφίσταται τῷ πατριάρχῃ βράττων [55A] θυμῷ καὶ πὺξ πατάξαι τοῦτον διανοούμενος, κἂν ἐπέσχεν ἑαυτὸν τῆς ὁρμῆς. τοῦτο δὲ οὔτε τῷ βασιλεῖ ἐχέφρονος ἔργον ἔδοξε, καὶ ἔδειξεν, οἷς ἠγανάκτησε, βαρέως ἐνεγκὼν τὸ γενόμενον· καὶ οἱ καθ᾿ αἷμα δὲ τῷ βασιλεῖ συναπτόμενοι καὶ τὸ ξυμπαρεστός γερούσιον ὡς ἀνόσια δρῶντι τῷ Κοντοστεφάνῳ ἐπέπληττον, μήτε μὴν πεφρικότι τὴν εὐρὺ μάλα τοῖς τὰ τοιαῦτα παρανομοῦσιν ἐπιχαίνουσαν γῆν. αὐτὸς δὲ ὁ πατριάρχης πραείᾳ οὑτωσί πως ἔφησε τῇ φωνῇ «ἄφετε αὐτόν, ὅσον οὔπω τὴν οἰκείαν πετραίαν ληψόμενον,» τὸν ἐκείνου μόρον ὅτῳ ξυμβαίη τρόπῳ γριφολογῶν ὧδε καὶ αἰνιττόμενος. εἰ δὲ καὶ ἡ βασιλὶς διὰ ταυτηνὶ τὴν ἐπιτίμησιν τοῦ πατρὸς οὐκ ἤκουσε παιδὸς μήτηρ ἄρρενος, τοῦ θεοῦ [55B] τιμῶντος τὸν αὐτοῦ θεράποντα καὶ θηλυτεκοῦσαν ἐκτελοῦντος καθ᾿ ὅλον τὸν ταύτης βίοτον, αὐτὸς μὲν σαφῶς οὐκ ἴσημι· ὅ γε μὴν βασιλεὺς εὐγνωμονῶν, ὡς ἔδειξε, καὶ τῷ ἔνδον καὶ οἰκείῳ κριτηρίῳ πληττόμενος, οἷς ἄνδρα δίκαιον θεοσεβῆ τε καὶ ἄμεμπτον καὶ μηδέν τι καθαιρέσεως ἄξιον διαπραξάμενον παρέλυσε τῆς ἀρχῆς, αἰτίαν ταύτην, οὐχ ἑτέραν τὴν τῆς υἱοτοκίας διετείνετο στέρησιν.

Πεσόντος δ᾿ ὡς ἔφημεν τοῦ Κοντοστεφάνου, ὁ μέγας δομέστικος Ἰωάννης τῆς τριηραρχίας ἐπιλαμβάνεται, οὐχ ὥστε καὶ μέγας δοὺξ ὀνομάζεσθαι, ἀλλ᾿ ὅσον τοῦ στόλου ἐξηγεῖσθαι καὶ τοῖς γινομένοις ἐπιστατεῖν ὡς στρατηγίᾳ διαπρέπων ἀνὴρ καὶ κατὰ χεῖρα γενναῖος καὶ νοῦν ἡγεμονίας [55C] πλουτῶν ἀξιώτατον. ὁ δὲ βασιλεὺς κατατρίβειν ἐπιεικῶς τὸν καιρὸν εἰκῇ ἐν δεινῷ τιθέμενος, καὶ τὰς ἡμέρας εἰς οὐδὲν ἀναλίσκειν οὔκουν βουλόμενος, ὡς ὁ Κεφαλήνων βασιλεὺς Ὀδυσσεὺς τὰς ἡλίου πρότερον βοῦς, εἰς νῆα ἐνέβη τὴν στρατηγίδα, καὶ κύκλῳ τὴν Κερκυραίων πᾶσαν κατωπτευκώς, ᾗ προσβάλοι, ἐπιμελῶς κατεσκέπτετο. ἐς γὰρ μῆνας τρεῖς ἡ πολιορκία παρεξετείνετο, ὅτι μηδ᾿ εἶχε τὴν Ὄσσαν ἀνασπᾶν ἢ τὸν Ἄθων ἐπικυλίνδειν, καὶ ἀνατιθέναι τὰ ὄρη ἐπάλληλα, καὶ τὴν ἄκραν οὕτω ποιεῖν ἁλώσιμον. ταῦτα γὰρ μεγαλουργία μυθικὴ καὶ ἀπίθανος.