Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/2

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Β΄ (2)

Ταῦτά τε οὖν ἐν ὠσὶν ἔνηχα ὄντα ἐλύπει τὸν αὐτοκράτορα Μανουὴλ, καὶ κατὰ Δία ἐποίει τὸν Ὁμηρικὸν ἀτεχνῶς, συχνὰ τὸ ποιητέον ταῖς φρεσὶ μερμηρίζοντα, ἢ τὸν Νεοκλέους Θεμιστοκλῆν, ἀεὶ ἐπὶ συννοίας ὁρώμενον καὶ ἀΰπνους νύκτας ἰαύοντα καὶ πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενον ὡς καθεύδειν οὐκ ἐῴη Μιλτιάδου τὸ τρόπαιον. ξυνεκάλει τοίνυν εἰς τὴν τοῦ γενησομένου βουλὴν πάντα τῶν [52A] τακτικῶν ἐπιστήμονα καὶ δημηγόρον εἰδότα λέγειν τῶν νιφάδων πυκνότερον. μία οὖν ἐκ πολλῶν ἀρίστη δέδοκτο βουλὴ καὶ τῷ αὐτοκράτορι ἐπεψήφιστο, μετελεύσεσθαι πολέμῳ τοὺς Σικελοὺς κατά τε ξηρὰν συγκροτηθέντι κατά τε θάλασσαν, ὅτι καὶ ὁ ἀγὼν οὐδαμῶς τὰς ἐλπίδας ἀγαθὰς ὑπετείνετο, οὐδ᾿ ὑπέβαλλε βραχέα τὰ προσιστάμενα, μέγιστος ἀναφαινόμενος καὶ τοῖς πάλαι ἀπειρημένος Ῥωμαίων ἄναξι. συλλέγεται οὖν τὰ ἑῷα καὶ ἑσπέρια τάγματα. αἱ μὲν ἐπισκευάζονται τῶν τριηρέων, αἱ δὲ νεωστὶ πήγνυνται, καὶ πρὸς τὸν πλοῦν ἀρτίωσιν δέχονται. αἱ πυρφόροι τὸ ὑγρὸν εἰσδέχονται πῦρ τὸ τέως ἠρεμοῦν ἀδιέκχυτον. ἀθροίζονται πεντηκόντοροι, ἀγείρονται μυοπάρωνες. αἱ ἱππαγωγοὶ ἀσφαλτοῦνται, αἱ φορταγωγοὶ [52B] πληροῦνται τῶν ἐδωδίμων, οἱ ἐπακτροκέλητες εὐτρεπίζονται. πάντα δὲ τὰ σκάφη τοῖς ἱστίοις πτερωθέντα ἐκ τῆς ᾐόνος ἀνάγονται, ἐφ᾿ ἧς ἦσαν σαλεύοντα. συγκεκρότητο γοῦν ὁ στόλος ἀγχοῦ που τῶν χιλίων πλοίων, αἱ δὲ πεζικαὶ δυνάμεις ἐς μυριάδας ἠθροίσθησαν. ἔφριξαν ἂν καὶ Γίγαντες, εἰ παρῆσαν, τοιαύτην παρεμβολήν, ἐπεὶ καὶ εὐανδροῦσα ἦν ἡ Ῥωμαίων πᾶσα τῷ τότε καιροῦ καὶ τρέφουσα ἄνδρας ἡρωϊκὴν ἐνδεικνυμένους ἀλκὴν, καὶ τὸ ὁπλιτικὸν οὐκ ἦν ἀγεννές, ἀλλὰ τὴν ὁρμὴν λεοντῶδες καὶ ἀνυπόστατον. ὁ γὰρ βασιλεύτατος τῷ ὄντι καὶ στρατηγικώτατος Ἰωάννης, ὁ τοῦ Μανουὴλ τοκεύς, οὐδὲ τἆλλα μὲν ἐσχεδίαζεν ὅσα κοινὴν εἰσέφερε λυσιτέλειαν, τῶν δὲ στρατιωτικῶν καταλόγων διαφερόντως [52C] ἐφρόντιζε μάλιστα, συχνοῖς τε πιαίνων φιλοδωρήμασι, καὶ ταῖς καθ᾿ ὥραν γυμνασίαις ὑπαλείφων πρὸς ἔργα πολέμια. οὕτω τοίνυν, καί ὡς ᾤετο, καλῶς τὰ κατὰ τὸν Σικελικὸν πόλεμον παρασκευασάμενος ἀνάγεσθαι μὲν κελεύει τὸν στόλον τοῖς ἐρέταις καὶ κελευσταῖς λύσασι τὰ καρχήσια, μέγαν δούκαν προβαλόμενος τὸν ἐπ᾿ ἀδελφῇ γαμβρὸν τὸν Κοντοστέφανον Στέφανον, ἀπαίρειν δὲ καὶ τὴν πεζὴν στρατιὰν ὑπ᾿ ἀρχηγοῖς ἑτέροις, ἀλλὰ δὴ καὶ Ἰωάννῃ τῷ Ἀξούχῳ τῷ μεγάλῳ δομεστίκῳ, περὶ οὗ φθάσαντες ἐν πλείστοις παρεδηλώσαμεν. εἶχε τοίνυν τὰς τριήρεις ἡ τῶν Φαιάκων πάραλος, ἣν καὶ διαμερίζονται πρὸς ἐνόρμισιν αἵ τε τῶν Βενετίκων συμμαχίδες νῆες καὶ αἱ Ῥωμαϊκαὶ αὐταί, ἵν᾿ εἶεν οὕτως οἱ ναύσταθμοι τοῖς γένεσιν ἀμφοτέροις ἄμικτοι καὶ τῶν [52D] ἐκ τῆς ἀναμὶξ ἀναστροφῆς ἄγευστοι διαφορῶν. μετὰ βραχὺ δὲ καὶ βασιλεὺς αὐτὸς ἔξεισι μετὰ τῆς στρατιᾶς. ἐξ ἐφόδου δὲ τοὺς Σκύθας διαθροήσας, οἳ τὸν Ἴστρον διαβάντες τὰ περὶ τὸν Αἷμον ἐσίνοντο, ἄρας ἐκ τῆς Φιλίππου τὴν εὐθὺ Κερκύρας ἐβάδιζεν. ἔστι δὲ ἡ Κερκυραίων ἄκρα αἰγίλιψ πᾶσα καὶ ἀγχινεφής, ἑλικοειδὴς τὴν θέσιν καὶ ὑψικόρυμβος, προσνενευκυῖα ἐς τὸ βάθιστον τῆς θαλάσσης. πέτραι δὲ περιερρώγεσαν αὐτὴν ἀμφίκρημνοι καὶ ἀπότομοι, τὸ δ᾿ ὕψος ὑπὲρ τὴν ᾀδομένην ἄορνον. τείχη δὲ ἀρραγῆ τὴν πόλιν περιείληφε πᾶσαν, καὶ πύργων περιεστᾶσιν ὑψώματα, ἃ καὶ ποιοῦσι τὴν ταύτης παραλογωτέραν ἅλωσιν. αἱ μὲν δὴ ναυτικαὶ δυνάμεις τὴν ἄκραν περιστεψάμεναι παγχάλκοις περιείλουν ὅπλοις· πρὸ δὲ τοῦ πολέμῳ ἐπιβαλεῖν ἔγνω δεῖν ὁ βασιλεὺς δι᾿ ὁμογλώττων καὶ ὁμοφώνων πειραθῆναι τῶν ἔνδον, εἴ πως ὑπεκσταῖεν [53A] αὐτῷ τοῦ φρουρίου ἀμαχητί. ὡς δὲ τῶν λεγομένων ἀκουοὶ γεγονότες οὐδ᾿ ὅλως ὑπενεδίδοσαν ἀλλὰ τέλεον ἀπηναίνοντο, καὶ τὰς πύλας δὲ ἐπικλεισάμενοι καὶ ὀχεῦσιν αὐτὰς ἀσφαλισάμενοι, φραξάμενοί τε ὡς εἶχον τὰ τείχη τοξόταις καὶ ζαγκράτορσι, καὶ παντοίοις μηχανήμασι περιστέψαντες, δῆλοι ἦσαν ἀκροβολιζόμενοι, τότε καὶ βασιλεὺς ἐφῆκε τοῖς τάγμασι τὰ ὅμοια δρᾶν καὶ παντοίως ἀμύνεσθαι τὸ ἀντίπαλον. ἐντεῦθεν Ῥωμαῖοι μὲν ὅσα καὶ εἰς οὐρανὸν ἠκόντιζον βέλεμνα, οἱ δ᾿ ὡς νιφετὸν κατέχεον τὰ τοξεύματα. καὶ οἱ μὲν τοὺς ἐξ ἀφετηρίων λίθους ἱεμένους ἀνώθουν, ἢ ἀνήρειπτον εἰπεῖν οἰκειότερον, οἱ δὲ χαλαζηδὸν αὐτοὺς ἐπηφίεσαν, ὡς [53B] συμβαίνειν τοὺς μὲν ἐξ ὑπερδεξίων καὶ ἀφ᾿ ὕψους βάλλοντας ἀπονητὶ καὶ ἐνεργὰ ἐπαφιέναι τὰ βέλεμνα, τοὺς δὲ ὡς ἀπὸ γῆς μαχομένους πρὸς τοὺς ἐν τῇ τῆς ἄκρας ὑπερβολῇ βραχέα ἢ οὐδὲν τὸ ἀντιπῖπτον λυπεῖν. ὡς δὲ πάλιν καὶ πάλιν τὰ αὐτὰ καὶ ἐπὶ πολὺ δρώμενα Ῥωμαίοις μὲν οὐκ ἦν ἐς ἐντελὲς ἀνύσιμα, εἰς δὲ θάνατον μάλιστα βλέποντα, τοῖς δ᾿ ἐντὸς ὡς ἀπαθέσιν οὖσιν ἀσπάσια, καινότερον ἀεί τι παρὰ τῶν κακῶς πασχόντων Ῥωμαίων προσεφευρίσκετο, φιλοτιμουμένων ἐπ᾿ ὄψεσι βασιλέως καὶ ἔργα χειρὸς ἀκμαίας ἐνδεικνυμένων καὶ καρτερίαν ἐν τοῖς δεινοῖς, ἔτι δὲ μεθόδους ἐν τοῖς ἀπόροις πολλὴν βαθυγνωμοσύνην ἐκείνων κατηγορούσας καὶ ἐμπειρίαν [53C] τῶν τακτικῶν. ἀλλ᾿ ἠλέγχοντο τῶν ἀνεφίκτων ἐρῶντες καὶ τοῖς ἀνηνύτοις ἐγχειροῦντες παντάπασι διακενῆς, καὶ τὰ πρὸς χάριν καὶ εὐκταία δρῶντες μᾶλλον τοῖς πολεμίοις, οἷς ἄντικρυς ὡς πρὸς οὐρανὸν αὐτὸν διεφέροντο, ἢ γοῦν ἀεροβάμοσι διημιλλῶντο πτηνοῖς τὰς καλιὰς πηξαμένοις ἐπί τινος σκοπιᾶς, καὶ ἐπετόξευον νέφεσι. τέλος δὲ καὶ αὐτὸς ὁ μέγας προσαπόλλυται δοὺξ, λιθιδίῳ κατὰ τοῦ κενεῶνος πέτρας ἀπορραγέντι βληθείς, ἥνπερ ἐπαφῆκεν ὑψόθεν ἀφετήριον ὄργανον.

Καὶ ὁ μὲν ἔκειτο ὀλιγοδρανέων κάρη βάλλων θ᾿ ἑτέρωσε, μετὰ μικρὸν δὲ καὶ ἐξ ἀνθρώπων ἐντεῦθεν ἐγένετο.