Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/1
←Μανουήλ Κομνηνός (Α.6) | Χρονική Διήγησις Συγγραφέας: Μανουήλ Κομνηνός |
Μανουήλ Κομνηνός (Β.2)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
[49A] Καὶ τοιούτοις μὲν οἱ τῶν Ἰταλῶν παῖδες ἀγῶσιν ἐγγυμνασάμενοι τὴν κοίλην Συρίαν κατέλαβον· ἐν ᾧ δὲ τὴν ἐπὶ τῶν Ἱεροσολύμων οὗτοι ἐβάδιζον, παρημειφότες μὲν τα Ῥωμαίων ὅρια, τῆς δ' ἄνω Φρυγίας ἁπτόμενοι Λυκαονίας τε καὶ Πισιδίας, αἳ πάλαι μὲν Ῥωμαίοις ὑπέκειντο, νυνὶ δὲ ἀνεῖνται βαρβάροις καὶ δορύκτητοι παρ' αὐτῶν καρπίζονται μαλακίᾳ πάντως καὶ οἰκουρίᾳ τῶν τὰ Ῥωμαίων πρὸ πολλοῦ διεπόντων πράγματα, μὴ περὶ πλείστου τιθεμένων μογεῖν καὶ προκινδυνεύειν ὧν ὑπερεκάθηντο, ὁ αὐτοκράτωρ Μανουήλ διεσκοπεῖτο πῶς ἂν τοὺς Σικελοὺς μετελεύσεται, δίκην πραξόμενος ὧν ἀπανθρώπως εἰς Ῥωμαίους ἔπραξαν, τήν τε [49B] Κερκυραίων ἄκραν, ἣ νῦν ἐπικέκληται Κορυφώ, τῆς ἐκ τούτων ἀπαλλάξει φρουρᾶς. ὁ γὰρ δὴ τῆς Σικελίας τότε κρατῶν Ῥογέριος, εἴτε καθ᾿ ὁμολογίαν μετὰ τοῦ τῶν Ἀλαμανῶν προβᾶσαν ῥηγός, ὡς ἐλέγετο, εἴτε αὐθαιρέτως ὁρμώμενος, σύνδρομον ποιεῖται διὰ ταχυναυτουσῶν νηῶν τῇ τῶν Ἀλαμανῶν κινήσει τὴν τῶν παρακτίων Ῥωμαϊκῶν χώρων καταδρομήν. ἀπάρας τοίνυν ἐκ Βρεντησίου στόλος τῇ τῶν Κερκυραίων προσέχει καὶ ἀμαχεὶ καὶ ἐξ ἐφόδου ταύτην αἱρεῖ. τὸ δ᾿ αἴτιον οἱ τῆς χώρας οἰκήτορες, καὶ τούτων μάλιστα οἱ τὴν σύνεσιν ὑπέρου ψιλότεροι, Γυμνοὶ τὴν ἐπίκλησιν. οὗτοι γὰρ βαρύν, ὡς ἔφασκον, καὶ δυσύποιστον φορολόγον οὐ στέγοντες, μηδὲ τὰς ἐκ τούτου παροινίας ἐπὶ πλεῖον ἐνεγκεῖν ἔχοντες, βουλὴν βουλεύονται πονηρὰν, καθ᾿ ἑαυτοὺς δὲ οὐχ οἷοί τε ὄντες αὐτὴν κρατύνασθαι, ὡς ἕρμαιον ἁρπάζουσι τὸν καιρὸν, καὶ προσιόντες τῷ τοῦ στόλου ἡγεμόνι καὶ τῇ τούτου αἱμύλῳ γλώσσῃ [49C] προσεσχηκότες καὶ ἴχνεσι προβάντες ἀλώπεκος ἐπὶ ῥηταῖς ὁμολογίαις εἴσω δέχονται Σικελιῶτιν φρουράν, εἰς χιλίους ἀριθμουμένην φρακτούς. καὶ οἱ μὲν καπνὸν φορολογίας ἀποδιδράσκοντες ἔλαθον ὑπὸ χαυνότητος νοῦ τῷ τῆς δουλείας ἐμπεσόντες πυρὶ καὶ Ῥωμαίοις εἰσενεγκόντες πόλεμον οἱ χαλίφρονες χρόνιον ὁμοῦ καὶ βαρύτατον· ὁ δὲ τὸ φρούριον κρατυνάμενος, καὶ ὡς εἶχεν αὐτὸ ποιήσας δυσαλωτότερον καὶ οἷον ἀπροσμαχώτερον, ἐκεῖθεν ἀναχθεὶς τῇ Μονεμβασίᾳ προσίσχει, ἐλπίσι θαλπόμενος ὡς λήψεται καὶ ταυτηνὶ τὴν ἄκραν ἀναιμωτὶ ὥσπερ πρὸ τρίτης τὴν Κέρκυραν. ἀλλ᾿ ἀνδράσιν ἐντυχὼν νῷ διοικουμένοις καὶ τὴν τῆς ἐλευθερίας οὐκ ἠγνοηκόσι Παφίαν, ἀπεκρούσθη ὡς εἰ καὶ προβόλῳ προσέβαλεν ἀτινάκτῳ, καὶ πρύμναν κρουσάμενος ἐκεῖθεν ἀνάγεται [50A] ἄπρακτος. ὑπερβὰς δὲ τὸν ἐπὶ Μαλέαν πλοῦν, ἀντιπνοίας γέμοντα πάσης, περὶ οὗ καὶ ταῦτα παροιμιάζεται «Μαλέαν δ᾿ ἐπικάμψας ἐπιλάθου τῶν οἴκαδε,» τὸν ἐσέχοντα πορθμὸν ἀνάγεται, καὶ τὰ τούτου ἑκατέρωθεν ἐπιὼν οὐ τὰ εὐχείρωτα μόνον κατέδραμε λείαν τιθέμενος, ἀλλὰ καὶ τὰ ἄλλως ἐπικαιρότατα καὶ δυσάλωτα, τὰ μὲν ὁμολογίᾳ χειρούμενος, τὰ δὲ πολέμῳ δουλούμενος, Ἀκαρνᾶνάς τε καὶ Αἰτωλοὺς τοὺς νῦν λεγομένους Ἀρτινούς, καὶ ὅσα πάραλα ἀμαυρῶν τὸν Κορινθιακὸν κόλπον ἐσέπλευσε. καὶ τῷ Κρισσαίῳ λιμένι προσορμισθεὶς τοῖς ἐν μεσογείῳ θαρρεῖ προσβαλεῖν, οὐδένα ἔχων ἀντίπαλον ἰσοστάσιον. ἀμέλει καὶ ὁ τοῦ [50B] στόλου ἀρχηγὸς τὸ ὁπλιτεῦον καὶ ψιλὸν τοῦ στρατοῦ εἰς τάξεις διειληφὼς, καὶ χερσαῖος φανεὶς ὁ τέως θαλάττιος κατὰ τῶν κητῶν τὰ ἀμφιβοσκόμενα, τῇ Καδμείᾳ γῇ παρενέβαλε, καὶ τὰς ἐν μέσῳ κωμοπόλεις ὁδοῦ πάρεργον ληϊσάμενος ταῖς ἑπταπύλοις Θήβαις προσέβαλεν, ὧν καὶ γενόμενος ἐγκρατὴς ἀπανθρώπως τοῖς ἐκεῖ προσηνέχθη. κατὰ γὰρ παλαιὰν φήμην τῆς πόλεως ὡς πλουσίους τρεφούσης οἰκήτορας εἰς χρημάτων ἀπληστίαν ὑπονυττόμενος, καὶ μηδένα κόρον φιλοπλουτίας εἰδώς, ἀλλ᾿ ὅρον τιθέμενος τῆς ἐφέσεως τὸ καὶ εἰς τρίτον ζωστῆρα τῇ ὁλκῇ τῶν χρημάτων τὰς πάσας ἢ τὰς πλείους [50C] νῆας βαπτίζεσθαι, τούς τε χειρώνακτας ἐξεπίεζε, καὶ περὶ τοῦ ῥύπου τῶν ὀβολῶν πολυπράγμων γινόμενος, καὶ τοὺς δυνατοὺς καὶ λαμπροὺς τὸ γένος καὶ σεμνοὺς τὴν ἡλικίαν καὶ περιφανεῖς κατ᾿ ἀξίωσιν διαφόροις κακώσεσι καθυπέβαλλε, μηδενὸς λαμβάνων αἰδὼ καὶ φειδώ, μὴ δυσωπούμενος τὴν δυσώπησιν, μὴ τὴν Ἀδράστειαν εὐλαβούμενος αὐτοῦ που λαβοῦσαν ἀρχὴν, ἢ τὴν Καδμείαν λεγομένην νίκην ὑποβλεπόμενος. τέλος δὲ τὰ ἱερὰ προθεὶς γράμματα ἠνάγκαζεν ἕκαστον, τὴν ὀσφὺν ὑπεζωσμένον εἰσιόντα, τὴν οἰκείαν οὐσίαν οἷς ἐνθεωρεῖται μεθ᾿ ὅρκου διασαφεῖν καὶ ταύτην ἐξομνύμενον ἀπιέναι. καὶ οὕτω πάντα χρυσόν, ἄργυρον πάντα διεκφορήσας, καὶ τὰς [50D] χρυσοϋφεῖς ὀθόνας ταῖς ναυσὶν ἐνθέμενος, οὐδὲ τῶν σωμάτων αὐτῶν τῶν ὑπ᾿ αὐτοῦ καλαμωθέντων ἀπέσχετο, ἀλλὰ καὶ τούτων ἀριστίνδην τὸ προῦχον συλλαβὼν, τῶν τε γυναικῶν ἀποκρίνας ὅσαι τὸ εἶδος καλαὶ καὶ βαθύζωνοι καὶ τοῖς νάμασι πολλάκις τῆς καλλικρούνου Δίρκης λουσάμεναι καὶ τὰς κόμας διευθετισάμεναι καὶ τὴν ἱστουργικὴν κομψότητα καλῶς ἐπιστάμεναι, οὕτως ἐκεῖθεν ἀνάγεται. κατὰ ῥοῦν δὲ τῶν πραγμάτων αὐτῷ προχωρούντων, καὶ μηδένα τοῦ καιροῦ ἀντίμαχον ἔχοντος, οὐ κατὰ χέρσον, οὐ κατὰ θάλασσαν, τοῦ πρὸς Κόρινθον ἔχεται πλοῦ, πόλιν ἀφνειὸν καὶ κειμένην πρὸς τῷ Ἰσθμῷ καὶ ὀλβιζομένην ὑπὸ λιμένων δυοῖν, ὧν ὁ μὲν τοὺς ἐξ Ἀσίας ναυλοχεῖ καταίροντας ὁ δὲ τοὺς ἐξ Ἰταλῶν εἰσπλέοντας, καὶ ῥᾳδίους ἑκατέρωθεν τὰς εἰσαγωγάς τε καὶ ἐξαγωγὰς τῶν φορτίων ἔχουσαν καὶ τὰς πρὸς ἀλλήλους ποιουμένην ἀμοιβάς. καὶ δὴ τὸ ἐμπόριον εὑρὼν ἔρημον, ὅπερ ἡ κάτω πόλις ἐπονομάζεται, ὡς ἁπάντων ἀνασκευασαμένων εἰς τὸν Ἀκροκόρινθον [51A] καὶ συνηθροικότων εἰς αὐτὸν ὄψον πᾶν, ὄλβον ἅπαντα, ὅσος τε ἰδιώταις ᾠκείωτο καὶ ὅσος θεῷ ἀφιέρωτο, ἔγνω δεῖν καὶ αὐτοῦ τοῦ Ἀκροκορίνθου πειραθῆναι, καὶ τοῦτον, εἰ οἷόν τε, ἐξελεῖν. ἔστι δὲ ὁ Ἀκροκόρινθος τῆς μὲν πάλαι πόλεως Κορίνθου ἀκρόπολις, νυνὶ δὲ φρούριον ὀχυρόν, αὐτὸ δὲ ὄρος ὑψηλόν, εἰς ὀξεῖαν τελευτῶν κορυφήν, αὕτη δὲ εἰς τραπεζῶδες χωρίον ἀποτελευτῶσα ἐπίπεδον, τετειχισμένον ἀσφαλῶς. ἔνδοθεν δέ εἰσι ποτίμου ὕδατος καὶ διαυγοῦς οὐκ ὀλίγα φρεάτια καὶ ἡ Πειρήνη κρήνη, ἧς ἐν ῥαψῳδίᾳ Ὅμηρος μέμνηται. ἀσφαλῆ δ᾿ οὕτω καὶ ἀνεπιχείρητον ὄντα τὸν Ἀκροκόρινθον (καὶ φύσις γὰρ καὶ θέσις τοῦ τόπου καὶ περίβολος ἀρραγὴς συνδραμόντα δυσάλωτον ἢ ἀνάλωτον ἀπειργάσαντο) [51B] οἱ Σικελοὶ ἀπονητὶ τὸ πλέον εἰσῄεσαν, βραχὺν ἀναλωκότες καιρὸν εἰς τὴν παράστασιν τοῦ ἐρύματος. καὶ καινὸν οὐδὲν τὸ συμβάν, οὐδὲ θαυμάζεσθαι ἄξιον· οὐ γὰρ ἐπήρκεσεν ἂν αὐτὸ ἑαυτῷ τὸ φρούριον, κἂν ἦν ἀπροσμάχητον καθ᾿ αὑτό, οὐδὲ τοὺς ἐπιόντας ἐχθροὺς ἀπετρέψατο μὴ ἔνδον ἔχον φρουροὺς καὶ τὸ φυλακικὸν ἀξιόμαχον. ἀλλ᾿ εἶχε μὲν ἀριθμῷ καὶ τούτους πολλούς, εἰς ἄνδρα δ᾿ οὐδένα συνελειφομένους ἀγαθὸν πρὸς φύλακα πόλεως· οἵ τε γὰρ ἐκ βασιλέως ἔνδον προσέμενον μετὰ τοῦ σφῶν ἀρχηγοῦ (ἦν δ᾿ οὗτος ὁ Χαλούφης Νικηφόρος) καὶ τῶν Κορινθίων οἱ προύχοντες, κἀκ τῶν πέριξ κωμοπόλεων οὐ βραχεῖαι μοῖραι ὡς εἰς καιριωτάτην τοῦ πολέμου ἀλεωρὴν εἰσεληλύθασι τὸν [51C] Ἀκροκόρινθον. ὁ τοίνυν τριηράρχης ἔνδον τοῦ φρουρίου γενόμενος, καὶ τὴν φύσιν τούτου κατασκεψάμενος ἁπανταχόθεν οὖσαν ἀνεπιχείρητον, σὺν θεῷ πολεμῆσαι ἔφη καὶ θεὸν εἶναι τὸν τοιοῦτον αὐτῷ χῶρον κατασχεῖν παρασχόμενον, κακῶς φάσκων τοὺς ἔνδον καὶ πλύνων ὀνείδεσιν ὡς ἀγεννεῖς τὰ πολέμια, μάλιστα δὲ τὸν Χαλούφην, ὃν καὶ γυναικὸς ὠνόμαζε μαλακώτερον μηδὲν ἐπισταμένης πλέον τῆς ταλασιουργοῦ γυναικωνίτιδος. ὡς δὲ καὶ τὸν ἐκεῖσε πλοῦτον ἐνέθετο ταῖς τριήρεσι καὶ τοὺς γένει λαμπροτάτους τῶν Κορινθίων ἐδουλαγώγησεν, ἐξῃχμαλώτισε δὲ καὶ τῶν γυναικῶν ὅσαι κάλλισταί τε καὶ βαθύκολποι, μηδ᾿ αὐτῆς τῆς εἰκόνος τοῦ ἐν μάρτυσι [51D] μεγίστου καὶ διαβοήτου ἐν θαύμασι Θεοδώρου τοῦ στρατηλάτου ἀποσχόμενος, ἀλλὰ καὶ ταύτην τῷ αὐτοῦ τεμένει ἀνακειμένην ἀνελόμενος, οὐρίῳ καὶ φορῷ χρησάμενος ἀνήγετο πνεύματι, ὡς εἶχε, καὶ τὴν τῶν Κερκυραίων ἄκραν ἐν τῷ διάπλῳ πρὸς τὸ ἀσφαλέστερον καταστησάμενος, ὅτε καὶ τὰς Σικελιώτιδας τριήρεις ἰδών τις εἶπεν ἂν σκοπιμώτατα μὴ νῆας εἶναι πειρατικάς ἀλλὰ μυριοφόρους φορταγωγούς, πολλῶν καὶ καλῶν χρημάτων οὔσας ὑπερβριθεῖς καὶ τῆς ἄνω εἰρεσίας ἐγγύς που βαπτομένας τῷ ῥεύματι.