Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Α/6

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Α΄ (6)

Παρόμοια δὲ καὶ τοῖς Τούρκοις ἐπῆλθε ποιεῖν κατὰ τῶν Ἀλαμανῶν, τοῦ Μανουὴλ αὐτοὺς ἐπαλείφοντος γράμμασι καὶ διανιστῶντος εἰς πόλεμον. καὶ τοίνυν περὶ τὸν Βαθὺν ὑπερτερήσαντες, Παμπλάνου τινὸς ἡγουμένου τοῦ σφῶν στρατεύματος, πολλοὺς διέφθειραν. ἐπεὶ δὲ καὶ τῇ μοίρᾳ ἐπέθεντο, ἣτις τὴν Φρυγίαν παρώδευεν, εἰς κενὸν αὐτοῖς τὸ βούλευμα ἔσχασε, καὶ τὸν ὄλεθρον ἑκουσίως κατὰ τῶν κεφαλῶν αὐτῶν καὶ πόρρωθεν ὄντα μετάπεμπτον ἀτεχνῶς ἐποιήσαντο, [45C] καὶ εἰς βόθυνον κατώλισθον ὃν ταῖς οἰκείαις χερσὶν ἐβάθυναν. τῷ τοι καὶ δέον μηδὲν παρενοχλοῦντας οὐχὶ λυπεῖν, μηδ᾿ ἀναγκάζειν τὸ τοῦ θυμοῦ θηρίον ἀφυπνίζειν τῷ τέως κοιμώμενον, ἢ πρὸς ἀνδροκτασίας διαρρενοῦν, οἱ δὲ εἰς φάλαγγας πυκνωθέντες καὶ ταῖς ὄχθαις ἐφεστῶτες τοῦ ποταμοῦ (Μαίανδρος οὗτος ἦν) οὐκ εἴων ὅλως τὰ Λατινικὰ στρατεύματα διελθεῖν. ἔστι δ᾿ οὗτος καὶ τὸν μὲν ἅπαντα χρόνον οὐ ῥᾴδιος ἁπανταχοῦ τὴν περαίωσιν, τότε δὲ καὶ τέλεον ἦν ἄπορος, εἰς δίνας ἑλιττόμενος καὶ μεταχωρῶν εἰς στροφάλιγγας, ὅτε κἀκ τῶν πραγμάτων αὐτῶν αἱ δυσμικαὶ δυνάμεις ὑπέδειξαν ὡς αὐτῶν ἀνεχομένων αἱ φάλαγγες Ῥωμαίων [45D] εἰς προνομὴν οὐκ ἐξέκειντο καὶ αἱ τούτων πόλεις ἀδήωτοι παριππεύοντο, οὐδὲ βοσκημάτων δίκην οἱ τούτων οἰκήτορες ἀναιρούμενοι ἐσφακέλιζον. ὡς γὰρ τῇ ὄχθῃ τοῦ ποταμοῦ προσάγοντος τοῦ ῥηγὸς οὔτε νῆες παρῆσαν ποτάμιαι οὔτε γέφυρα πρὸς διάβασιν ἔζευκτο, καὶ οἱ Τοῦρκοι ἀναμὶξ πεζοὶ καὶ ἱππεῖς ἐς τὸ ἀντιπέραν φαινόμενοι δῆλοι ἦσαν ἀκροβολίζοντες, καὶ τὰ τοξεύματα διικνεῖτο τῶν παριόντων τὸν ποταμὸν καὶ ἐνέπιπτον εἰς τὸ τῆς φάλαγγος μέτωπον, τότε μὲν ὀλίγον ἐπαναγαγὼν ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ στρατοπεδεύεται, ὅσον μὴ εἶναι βέλους ἐντός, καὶ ἐπιτάττει πάντας δειπνοποιήσαντας ἱπποκορυστὰς γενέσθαι καὶ τῶν ἁρμάτων αὐτῶν ἐπιμεληθῆναι ὡς ἐς νέωτα τοῖς Τούρκοις πολεμήσοντας πρωϊαίτερον. σκοταῖος τοίνυν διαναστὰς, καὶ τοῦ ἡλίου μήπω τὸ ἅρμα ζεύξαντος, αὐτός τε ὡς πρὸς πόλεμον ἔσταλτο καὶ ἡ λοιπὴ τὰ ὅπλα ἐνεδέδυτο στρατιά. καὶ οἱ βάρβαροι ὁμοίως [46A] διαπραττόμενοι καὶ αὐτοὶ παρετάττοντο, τούς τε τοξότας τῇ ὄχθῃ παρέτεινον, καὶ τὸ ἱππικὸν ὡς αὐτοῖς ἐδόκει παρεσκευάζετο, καὶ τοῦ ἀκροβολισμοῦ εἴχοντο, εἴ ποτε προυχώρουν οἱ Ἰταλοὶ κατὰ τὸν ποταμόν· ὅτε καὶ τὰς τάξεις ἐπιπαρίων ὁ ῥὴξ καὶ παρακλήσεις τοῖς σφετέροις ποιούμενος τοιάδε ἔφασκεν· «Ὅτι μέν, ὦ συστρατιῶται, ἡ ἡμετέρα αὕτη κίνησις διὰ Χριστὸν, καὶ ὡς εἱλόμεθα τὴν προκειμένην μὴ τὴν ἐξ ἀνθρώπων ἀλλ᾿ ἐκ θεοῦ δόξαν θηρώμενοι, ἴσησι δήπουθεν καὶ ὑμῶν ἅπας σαφῶς, πῶς γὰρ οὔ; οἳ τούτου ἕνεκα τοῖς μὲν ἐπ᾿ οἴκου ἐνευπαθεῖν ἀπειπάμεθα, καὶ τῶν οἰκείων ἑκόντως ἀπεξενώμεθα, καὶ διὰ τῆς οὐχ ἡμεδαπῆς [46B] παροδεύοντες θλίψεσι προσομιλοῦμεν, κινδύνοις παραβαλλόμεθα, λιμῷ τηκόμεθα, κρύει πηγνύμεθα, θαλπωρῇ ἐκλυόμεθα, κλιντῆρα ἔχοντες τὴν γῆν, στέγην τὸν οὐρανόν, οἱ εὐγενεῖς, οἱ εὐπάρυφοι, οἱ ἐπὶ δόξης καὶ πλούτου, καὶ πολλῶν ἐθνῶν κυριεύοντες. τὰς δὲ πολεμικὰς σκευὰς ἐς ἀεὶ περικείμεθα ὥσπερ ἀκούσια δεσμὰ, καὶ κάμνομεν αὐτὰς ἀνέχοντες ὡς ὁ τῶν ὀπαδῶν Χριστοῦ μέγιστος Πέτρος πάλαι ἁλύσεσι διτταῖς κακουχούμενος καὶ τέσσαρσι στρατιωτῶν τετραδίοις φρουρούμενος. ὅτι δὲ καὶ οἱ ὡς ἐν μεταιχμίῳ τῷ πορθμῷ τούτῳ ἀποδιιστάμενοι ἡμῶν βάρβαροι ἐχθροί εἰσι τοῦ σταυροῦ τοῦ Χριστοῦ, οἷς πάλαι νόμῳ πολέμου συμβαλεῖν ἐγλιχόμεθα καὶ ὧν τοῖς αἵμασι δαυιδικῶς ἐπηγγελλόμεθα νίψασθαι, οὐδὲ τοῦτο [46C] φιλοκρινεῖν θελήσει τις, εἰ μὴ προδήλως παρακοπεὶς τὸ φρονεῖν ὁρῶν ἄντικρυς οὐχ ὁρᾷ καὶ ἀκούων οὐδαμῶς ἐνωτίζεται. εἴπερ οὖν τῆς εὐθὺ τῶν ἀθανάτων μονῶν πορείας μέλον ὑμῖν (οὐδὲ γὰρ ἄδικος ὁ θεός, ὡς μὴ τὸ τῆς ὁδοῦ ταύτης ὁρᾶν αἰτιώμενον, μηδ᾿ ἀκηράτων μεταδιδόναι λειμώνων καὶ σκιερῶν ἐν τῇ Ἐδὲμ καταπαύσεων, οἳ τὰ οἴκοι καταλιπόντες ἀνθειλόμεθα τοῦ ζῆν τὸ ὑπὲρ αὐτοῦ θανεῖν), καὶ εἰ μνήμη δέ τις ὑμᾶς ὑπεισέρχεται ἃ καθ᾿ ὥραν οἱ ἀπερίτμητοι οὗτοι τὴν καρδίαν εἰς τοὺς ἐκ τοῦ γένους παροινοῦσιν ἡμῶν, καὶ οὓς αὐτοῖς ἐπιτρίβουσι κονδύλους ταῖς φρεσὶν ἀναφέρετε, καὶ τοῦ ἐκκεχυμένου ἀνευθύνως αἵματος μαλάσσει τις ἔλεος, στῆτε [46D] γενναίως ἄρτι καὶ ἐρρωμένως διαγωνίσασθε. μηδέ τι δέος ἐκπλῆσσον ἐκκρουέτω τοῦ καθηκόντως ἀμύνεσθαι, ἀλλὰ γνώτωσαν ἀληθῶς οἱ ἀλλόφυλοι ὡς ὅσον Χριστὸς ὁ καθηγητὴς ἡμῶν καὶ διδάσκαλος ὑπέρκειται προφήτου λαοπλάνου καὶ μυοῦντος σφᾶς τὰ ἀπόβλητα, τοσοῦτον καὶ ἡμεῖς αὐτῶν κατὰ πάνθ᾿ ὑπερφέρομεν. ἐπεὶ οὖν παρεμβολὴ ἁγία ἡμεῖς καὶ στρατὸς θεόλεκτος, μὴ φιλοψυχήσωμεν ἀγεννῶς πρὸς φιλόχριστον καὶ ἀείμνηστον τελευτήν. εἰ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πόσῳ ἡμεῖς τεθνάναι δι᾿ αὐτόν ἐσμεν δικαιότεροι; ἀγαθῆς ταυτησὶ πορείας ἀγαθὸν ἔστω καὶ τέλος ἐφομαρτοῦν. μαχεσώμεθα μετὰ τῆς ἐν Χριστῷ πεποιθήσεως καὶ τοῦ εὖ εἰδέναι ὡς τοὺς ἐχθροὺς τροπωσόμεθα, ὅτι μηδὲ [47A] δυσχερὴς ἡ νίκη γένοιτο οἷα μηδένων ὑποστησομένων τὴν προσβολήν, ὡς πεποίθαμεν, ἀλλὰ πάντων ἐνδωσόντων καὶ πρὸς τὴν πρώτην ὁρμήν. εἰ δ', ὅπερ ἀπείη, πεσούμεθα, καλὸν ἐντάφιον τὸ ὑπὲρ Χριστοῦ τελευτᾶν. βαλέτω με τοξότης Πέρσης ὑπὲρ Χριστοῦ· ἀφυπνωτέον μετ᾿ ἐλπίδων χρηστοτέρων εἰς θάνατον, καὶ ὅσα ὀχήματι τῷ βέλει χρηστέον πρὸς τὴν ἐκεῖ κατάπαυσιν, ἀλλὰ μὴ θάνατος προαρπασάτω ἴσως ἀκλεὴς καὶ ἐφάμαρτος. ἤδη ποτὲ τισώμεθα τούτους, ὧν οἱ καθ᾿ αἷμά τε καὶ ὁμόπιστοι ποσὶ κεχραμένοις ὡς εἰς κοινὸν εἰσεληλύθασι τόπον τὸν ἱερόν, ἐν ᾧ νεκροῖς ὁμόσκηνος γέγονεν ὁ σύγχρονος πατρὶ καὶ ὁμόθρονος. ἡμεῖς ἐσμεν οἱ δυνατοὶ καὶ διεσπασμένοι πάντες ῥομφαίαν, καὶ ὡς κλίνην [47Β] περιέποντες Σολομώντειον τὸν ζωοδόχον τάφον καὶ θεοδέγμονα. τοὺς ἐκ τῆς Ἄγαρ τοίνυν τῆς δουλίδος ἐκποδὼν οἱ ἐλεύθεροι ποιησώμεθα, καὶ ὡς λίθους προσκόμματος τῆς ὁδοῦ ἐξάρωμεν τοῦ Χριστοῦ, οὓς οὐκ οἶδ᾿ ὅπως Ῥωμαῖοι ὡς ἐπὶ σφάγια ἑαυτοὺς ἐκτρέφουσι λυκιδεῖς καὶ τοῖς οἰκείοις δυσκλεῶς πιαίνουσιν αἵμασι, δέον ἀλκὴν ἀναλαβόντας καὶ λογισμὸν ἔμφρονος ἀνδρός, ὡς θῆρας ἐκ ποιμνίων, τῶν οἰκείων ἀπελάσαι χωρῶν καὶ πόλεων. ἐπειδὴ δὲ καὶ ὁ ποταμὸς οὗτος, ὡς ἔστιν ὁρᾶν, οὐκ ἄλλως περάσιμος εἰ μὴ καινοτέραν ἀνοίξει τις πάροδον, αὐτὸς ἐγὼ καὶ τὸ κατὰ τοῦτον εἰσηγήσομαι γενησόμενον καὶ τοῦ εἰσηγηθέντος πρῶτος κατάρξομαι. [47C] ἐς ὁμαιχμίαν φραξάμενοι μίαν, καὶ ταῖς χερσὶ δόντες τὰ δόρατα, διεξιππασώμεθα σὺν ῥύμῃ τοῦ ποταμίου τοῦδε ῥεύματο,ς καὶ ἐς αὐτὸ ἐμβάλωμεν μεθ᾿ ὁρμῆς· καὶ στήσεται, οἶδα σαφῶς, τὸ ὕδωρ ἀναχασθὲν καὶ τοῦ κατ᾿ εὐθυωρίαν ἀνακοπήσεται προρρέειν ὥσπερ ἐπαναστραφέν, καθὰ καὶ πάλαι ῥοῦς ὁ Ἰορδάνειος τῷ Ἰσραὴλ πεζευόμενος. καὶ εἴη ἂν τὸ ἔργον τοῦτο καὶ διανόημα τοῖς ὀψιγόνοις ἀοίδιμον, χρόνῳ μὴ διακοπτόμενον, οὐ λήθης ἐξίτηλον ῥεύματι, καὶ κατάγελως πλατὺς τῶν Περσῶν, ὧν τὰ κῶλα περὶ τουτονὶ πεσοῦνται τὸν ποταμὸν ἐς κολωνὸν αἰρόμενα καὶ ὡς τρόπαιον προφαινόμενα εἰς κλέος ἡμῶν αὐτῶν ἀθάνατον.» τοιαῦτα [47D] παρακελευσάμενος καὶ τὰ σημεῖα τῆς μάχης ἀναδείξας, αὐτός τε τὸν ἵππον ἐφῆκε συχνὰ μυωπίζων τε καὶ ἐγκελευόμενος ὡς τὸν ποταμὸν μετὰ ῥύμης διαβησόμενος, καὶ οἱ λοιποὶ δὲ παιανίσαντες καὶ τὸ σύνηθες ἀλαλάξαντες ἐχώρουν ὁμόσε, πυργηδὸν ταξάμενοι καὶ πυκνώσαντες ἑαυτοὺς καὶ ἀθρόοι ἐξιππαζόμενοι, ὡς τοῦ ποταμίου χεύματος τὸ μὲν ἐς τὴν χέρσον ἐκτιναχθῆναι ταῖς τῶν ἵππων χηλαῖς, τὸ δὲ διακοπῆναι καὶ τῆς πρόσω στῆναι φορᾶς, ὡς εἴπερ εἰς ἀνάρρουν παρὰ φύσιν ἀνέλυεν ἢ καὶ εἰς τοὐπίσω ἀνεστοιβάζετο, αὐτοὺς δὲ ὡς διὰ ξηρᾶς ὑγροποροῦντας παρὰ δόξαν τοῖς Πέρσαις ἐπεισπεσεῖν, ὅτε καὶ μὴ ἔχον τὸ βάρβαρον φυγῇ τὴν σωτηρίαν [48A] ὑποκλέψαι γοῦν (διωκόμενοι γὰρ κατελαμβάνοντο, μηδὲ τῶν ἵππων αὐτοῖς ἐπαμυνόντων, κἂν ἦσαν ὠκύποδες καὶ ἐπ᾿ ἄκρων ἀνθερίκων μικροῦ θέοντες) ἢ ὁμόσε χωρεῖν τοῖς Ἀλαμανοῖς κατὰ μάχην ἀγχέμαχον, ἐκρεανομοῦντο ποικίλως, καὶ ἐπ᾿ ἄλλῳ ἄλλος ἔπιπτον ὡς ἀστάχυες, εἴτ᾿ οὖν ὡς ῥᾶγες αἷμα τὸ ζωτικὸν ἀπεθλίβοντο τοῖς λογχηφόροις ληνοβατούμενοι. οἱ μὲν γὰρ δόρασι διηλαύνοντο, οἱ δὲ τοῖς τῶν ξιφῶν ἐπιμήκεσιν ἀπεχώρουν διχῇ διαιρούμενοι, καὶ μάλιστα τὸ ψιλὸν αὐτῶν καὶ γυμνὸν τοῦ στρατοῦ, οἱ δὲ τοῖς ξιφιδίοις παρασταδὸν [48B] οὐταζόμενοι ἀνετρέποντο, τὰς χολάδας τοῦ χαλκοῦ διεκχέοντος, ὡς τοὺς πεσόντας Πέρσας τὰ ἐκεῖσε καλύψαι πεδία τοῖς πτώμασιν ἀκριβῶς καὶ ὑπεράντλους τὰς φάραγγας θεῖναι τοῖς αἵμασι, τῶν δὲ Ἰταλῶν βληθῆναι μὲν ἀπὸ τόξων πολλούς, καταβληθῆναι δὲ καὶ ἀφυπνῶσαι βραχεῖς εἰς θάνατον. καὶ μαρτυροῦσι τὸ τῶν πεσόντων ἐς δεῦρο πολύποσον οἱ τῶν ὀστέων σωροὶ οὕτω συχνοὶ καὶ μετέωροι ὄντες καὶ κατὰ τὰ ἀνεστηκότα γεώλοφα ἐπαιρόμενοι, ὡς θαῦμα κεῖσθαι καὶ [48C] ἄλλοις μὲν ὁπόσοι τῆς ἐκεῖσε φερούσης ἥψαντο, κἀμοὶ δὲ τῷ ταῦτα συγγράφοντι. ὁποῖαι μὲν οὖν ἦσαν τῶν θριγγῶν αἱ περίμετροι, οἳ τῶν Κίμβρων τοῖς ὀστέοις τὰς τῶν Μασαλιητῶν ἀμπέλους περιεφράγμωσαν Μαρίου τοῦ Ῥωμαίου τοὺς βαρβάρους καταστρεψαμένου, εἰδεῖεν ἂν σαφέστατα ὅσοι τὸ καινὸν ἐκεῖνο ἔργον ὀφθαλμοῖς διειλήφεσαν καὶ τοῖς λοιποῖς εἰς ἀκοὴν ὠτίου παρέπεμψαν· τὸ δὲ νῦν τοῦτο καὶ ὑπὲρ ἐκεῖνο δήπουθεν, εἴγε μὴ μεγαλοφωνία ἦν τὰ κατὰ Κίμβρους ἱστορικὴ τὴν φύσιν ὑπερφωνοῦσα καὶ εἰς μῦθον ἐκπίπτουσα. τὸ δ᾿ ἐκ τούτου ἀπόλεμος αὐτοῖς ἦν ἡ πορεία, οὐδένα τῶν βαρβάρων εἰς προὖπτον ἀντίπαλον φαίνουσα.