Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Α/3

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Α΄ (3)

Ἐμέλησε δὲ καὶ τῶν κοινῶν τῷ βασιλεῖ τῷδε πράξεων, καὶ τῶν μὲν δημοσίων εἰσφορῶν φροντιστὴν καὶ λογιστὴν μέγιστον τὸν ἐκ Πούτζης Ἰωάννην προβάλλεται καὶ αὐτός, ὥσπερ ὁ πατὴρ ἐκείνῳ καὶ βασιλεὺς, πρότερον ὄντα καὶ τοῦ δρόμου πρωτονοτάριον, μελεδωνὸν δὲ μεσεύοντα καὶ τῶν οἰκείων ὑποδρηστῆρα διαταγμάτων τὸν Ἁγιοθεοδωρίτην [38A] τίθησιν Ἰωάννην. καὶ ἦν ὁ μὲν τῷ προσώπῳ τοῦ βασιλέως ἀεὶ ὀπτανόμενος καὶ τὰ τούτου ἐντάλματα ὅσα καὶ ἐμφάσεις ἐκ κρείττονος μοίρας δεχόμενος, ὑπουργοῖς δὲ οὐκ ὀλίγοις τῶν γραφομένων καὶ λεγομένων ἐκέχρητο λογίοις ἀνδράσιν, ὅσοις ἡ αὐλὴ ἐνέβριθεν ἡ βασίλειος, πρὸ πάντων δὲ τῷ Στυππειώτῃ Θεοδώρῳ, περὶ οὗ δηλώσομεν ἐν τοῖς ἐφεξῆς. ἦν δὲ ὁ ἐκ Πούτζης Ἰωάννης δεινότατος τὰ δημόσια, φορολογίας παιπάλημα καὶ ἐπίτριμμα, καὶ τῶν μὲν ὄντων δασμοφορημάτων συζητητὴς ἀκριβέστατος, τῶν δὲ οὐκ ὄντων εὑρετὴς ἀπαράμιλλος. ἐξήσκητο δὲ καὶ τὸ ἦθος ὑπὲρ πάντας ἀδυσώπητον καὶ ἀμείλικτον• εὐκοπώτερον γὰρ ἄν τις ἀμειδῆ καὶ ἀγέλαστον [38B] πέτραν ἐμάλθαξεν ἢ ἐκεῖνον ἐν τοῖς ἀβουλήτοις ὑπέκλινεν. ὃ δὲ τούτου θαυμασιώτερον, οὐ μόνον οὐκ ἦν δακρύοις ἄτεγκτος, σχήμασι δεητηρίοις ἀπροσκλινής, ἀργυρίου ἀτίνακτος ἑλεπόλεσι καὶ χρυσίου ἀγοήτευτος φαρμακεύμασιν, ἀλλ᾿ εἶχε καὶ τὸ δυσέντευκτον ὡς ἀπάνθρωπον. τὸ δὲ τοῖς τότε θυμαλγὲς καὶ δυσύποιστον, οὐδ᾿ ἀπόλογος ἦν παρ᾿ αὐτῷ καθαρῶς ἐφ᾿ οἷς ὁ προσιὼν προετίθετο, ἀλλὰ χαίρων τὰ πλεῖστα τῇ ἀφασίᾳ ἐνιαχοῦ καὶ ἀπροσήγορον παρῄει τὸν παραβάλλοντα. τοσαύτην δ᾿ ἐκ βασιλέως ἰσχύν τε καὶ ἐξουσίαν περιεζώννυτο ὡς ἃ μὲν ἠβούλετο τῶν βασιλικῶν θεσπισμάτων ἀποπέμπεσθαι καὶ διαρρηγνύειν, ἔνια δὲ καὶ τοῖς δημοσίοις ἐγγράφειν [38C] κώδιξιν. ὑποθήκῃ δὲ τοῦ ἀνδρὸς τούτου χρῆμά τι κοινωφελὲς καὶ ταῖς νήσοις πάσαις σωτήριον καὶ τοῖς πρώην βασιλεῦσι συντηρηθὲν ἀπαράβατον ὁ βασιλεὺς Ἰωάννης ἀξυμφόρως κατήργησε. τὰ γὰρ ἐκ τῶν πλευστικῶν ἐρανιζόμενα στρατειῶν, διαδιδόμενα πάλαι τῷ ναυτικῷ, εἰς τὸ ταμιεῖον οὗτος παρειπάμενος μετωχέτευσε, καὶ τὰς ἀπὸ τῶν νήσων ἐκ τύπου παρεχομένας τριήρεις αὐτάνδρους μικροῦ κατεπόντισε παραφάμενος. ὑποθέμενος γὰρ ὡς τὸ μὲν τῶν τριηρέων χρῆμα οὐκ ἀεὶ τῇ πολιτείᾳ καὶ τῷ κοινῷ ἐπιτήδειον, τὰ δ᾿ ὑπὲρ τούτων ἀναλώματα οὐκ εὐάγκαλα καὶ ἐπέτεια, καὶ δεῖν αὐτὰ μὲν τὸ ταμιεῖον ἐγκολπίζεσθαι, χρείας δ᾿ ἐνισταμένης ἐκ τῶν βασιλικῶν θησαυρισμάτων τὸν ὀψωνιασμὸν τῷ ναυτικῷ παρέχεσθαι, [38D] ἔδοξεν εἶναι ἀνδρῶν ὁ βέλτιστος καὶ τὴν φύσιν τῶν πραγμάτων ἠκριβωκὼς ὁ καταποντιστοῦ σκέμμα εἰσενεγκάμενος. τοῖς γὰρ ἁδροῖς τὸν βασιλέα ἐν τῷ ταῦτα εἰσηγήσασθαι παρακέκρουκε δαπανήμασι, καὶ αὖθις τῷ μετρίῳ τῆς καταβολῆς διακέχυκε. καὶ νῦν ἐκ τῆς κακοβουλίας ταύτης εἴτ᾿ οὖν σμικροπρεπείας θαλασσοκρατοῦσιν οἱ πειραταὶ, καὶ κακῶς πεπράγασι ταῖς λῃστρίσιν αἱ παραθαλαττίδιοι Ῥωμαίων χῶραι, καὶ ὡς ἂν κατεύξαιντο οἱ διάφοροι. εἰ δὲ καὶ τὸν στάχυν ἴσμεν τοῦ σπείραντος, ἀλλὰ καὶ τὸν ἀμήσαντα προσεπαιτιώμεθα• καὶ εἰ ὁ ἐμπρησμὸς τοῦ ἀνάψαντος, ἀλλὰ καὶ τοῦ κατασβέσαι δυναμένου, δρᾶσαι δέ τι τοιοῦτον ὅλως μὴ βουληθέντος. ἀλλ᾿ [39A] ἕως τότε φιλοδημόσιος λογιστὴς καὶ δεινὸς καὶ φειδωλὸς οἰκονόμος καὶ ὀβολοστατῶν ἀτεχνῶς δασμολόγος ὁ Ἰωάννης ἐδείκνυτο, ἕως ἀκαθαίρετον εἶχε τὴν δυναστείαν, καὶ τὸ ποιεῖν ὅσα καὶ πρὸς βουλῆς ἀνεξέλεγκτον, καὶ ὅσα βουλητὰ τούτῳ καὶ δυνατά. ἐπειδὴ δὲ μεθαρμοζόμενόν οἱ ἑώρα τὸ δύνασθαι καὶ τὸ εὐπαρρησίαστον παραιρούμενον καὶ ὑπορρέουσαν κατὰ βραχὺ τὴν ἰσχύν, οἷα καὶ ἑτέρων κρατυνομένων παρὰ τῷ βασιλεῖ κἀκ τοῦ ἄγαν ἐκκρουόντων καὶ περιτρεπόντων αὐτόν, μετῆρεν ἅπερ ἦν θέμενος ὅρια, καὶ δραπέτης τῷ καιρῷ καὶ τοῖς πράγμασι προσφυεὶς ἀμφοτέραις τούτων ἔχεταί τε καὶ [39B] περιέχεται. οὐκοῦν καὶ πρός τινα τῶν συνήθων εἰπὼν «ἄγε πλουτήσωμεν» ἑτεροίας γνώμης παντάπασιν ἐγεγένητο, καὶ γυναῖκα τῶν ἀπερριμμένων καὶ ἀπηνθηκυιῶν εὐγενῶν ἁρμοσάμενος, καὶ παίδων άκούσας πατήρ, διένειμε τούτοις πλοῦτον βαθὺν καὶ ἀρκετὸν εἰς ἡδονάς. κίμβιξ δὲ ὢν εἰς ἄκρον καὶ γνίφων καὶ δυσγρίπιστος, οὐδ᾿ ἄνω ἆραι τὰ βλέφαρα πειρώμενος, ἀναβλέψαι καὶ εἰς πτωχοὺς ἀτενίσαι, οὐ παρῆκε τὸν πλοῦτον, ἀλλὰ πεδήτην εἶχε διὰ παντὸς δεσμοῖς ἀρρήκτοις ἀλύτοις τε καὶ ἀπρόϊτον δήπου, ὅσα καὶ Δανάην ὁ πάλαι Ἀκρίσιος. καὶ σμικρολογίαν νοσῶν καὶ γλισχρότητα, καὶ τὰ πεμπόμενα πολλάκις τῶν ἐδωδίμων ἀνέπεμπεν εἰς τὸ πωλητήριον καὶ δεῖγμα, ὡς ἰχθύας σύακα καὶ λάβρακα, ὡς [39C] μὲν μεγίστους ὡς δὲ πίονας παρά τινων αὐτῷ πεμφθέντας, τρισσάκις ἀπέδοτο καὶ τοσαυτάκις ἐναλλὰξ ἐωνημένους κατὰ χρείαν παρ᾿ ἑτέρων εἰσηνέγκατο. καὶ ἦσαν ἄντικρυς ἁλιεῖς οἱ ἰχθύες, ὃ πεπόνθασι δρῶντες, ὡς μὲν ἄγκιστρον χαλῶντες τὸ μέγεθος, περιτιθέντες δὲ τὴν πιμελὴν ὡς δέλεαρ, καὶ οὕτω κατασπῶντες τοὺς παριόντας εἰς τὴν ἐκείνων εἰσοίκησιν.


Εὐρόει δὲ καὶ τῷ Ἁγιοθεοδωρίτῃ Ἰωάννῃ τὰ διαβούλια, πλὴν τούτῳ ἡ ταχύπους τῶν πραγμάτων φορὰ καὶ ἀγχίστροφος συμφοιτητὴν ἐνδέξιον τὸν Στυππειώτην ἐφιστᾷ Θεόδωρον, ὃς συντρέχων ἢ ἀντιτρέχων τῷ Ἰωάννῃ, καὶ τῷ μὲν λόγῳ τὰ πρῶτα τῇ δὲ τάξει φέρων τὰ δεύτερα, οὐκ ἠνείχετο [39D] οὐδ᾿ ἠγάπα ταῖς παροῦσαις ἀναβάσεσιν, ἀλλὰ τῆς κορυφαίας ἅπας γενόμενος καὶ περὶ τὴν ἀκρώρειαν λιχνευόμενος ὅλον πρὸς τὸ ἀνώτατον τὸν δρόμον ἐπέτεινε. καὶ δὴ καιροῦ λαβόμενος καθ᾿ ὃν οὐκ ὀλίγα ξυνέπεσε τὰ διάφορα μεταξὺ ἀνδρὸς εὐγενοῦς, τοῦ Παλαιολόγου φημὶ Μιχαήλ, καὶ τοῦ Βαλσαμὼν Ἰωσήφ, ὃς γαμβρὸς ἦν τοῦ Ἁγιοθεοδωρίτου ἐπ᾿ ἀδελφῇ, ἐπέθετο κραταιότερον, καὶ συντείνας ἐξοστρακίζει τοῦτον τῶν ἀνακτόρων ὡς ἀπὸ σκοπιᾶς οὐρανίου, καὶ ὡς εἰς χῶρον ἐκσφενδονᾷ μυχαίτατον τὴν πραιτωρίαν ἀρχὴν τῆς Ἑλλάδος καὶ τῆς τοῦ Πέλοπος, εὖ τὰ ἐκεῖ διαθήσοντα καὶ τὰς τῶν εἰρημένων ἀνδρῶν διαλυσόμενον ἔριδας. οὐκοῦν ὁ μὲν Ἰωάννης ἐσκευαγώγει τὰ πρὸς τὴν ἔξοδον• ἡ δὲ τύχη μηδὲ καθαρῶς τὴν τούτου μετάβασιν ἀναμείνασα πρὸς τὸν Στυππειώτην μετεσκευάσατο, καὶ προσπλακεῖσα, πῶς ἂν εἴποι [40A] τις, ἀσμένως καὶ χαριέστατα ταῖς καθ᾿ ὥραν πάσαις ἐκλέϊζεν ἀναβάσεσι, καὶ τὴν ἐκ δόξης εἰς δόξαν παρεῖχεν ὕψωσιν. καὶ τέλος τὸν μὲν εἰς τὴν τοῦ ἐπὶ τοῦ κανικλείου μεγαλοπρεπῆ προβιβάζει τιμὴν καὶ τὴν παρὰ τῷ βασιλεῖ μεγίστην οἰκείωσιν, καὶ μείζοσιν ἑτέραις κατακυδροῖ προκοπαῖς, τὸν δ᾿ ἀγνωμονοῦσα καὶ βλωμοῦ ἄρτου τίθησιν ἐνδεᾶ. καὶ οὐκέτι τὰ δεδογμένα μετήμειψεν ἢ ὅλως ἐσέπειτα μετηλλοίωσεν, ἀλλ᾿ ἔμεινεν ἡ ἀκροσφαλὴς ἐπὶ ταὐτοῦ τὸ καινότατον. τὸ δ᾿ ἀπὸ τοῦδε ἦγε τὰ πράγματα ὁ ἀνὴρ ὅδε ὡς ἠβούλετο, βαθυγνώμων ὢν καὶ πεπνυμένος καὶ τὸ ἦθος ἐπίχαρις καὶ πτηνὸς τὴν φρόνησιν. [40B] ᾑρεῖτο δὲ ὅσα ἐπέταττε βασιλεύς• ἐπέταττε δ᾿ οὗτος ὅσα ἐκεῖνος ἐβούλετο. ἦν δὲ ἐν τῷ τότε καὶ βασιλεὺς λημμάτων αἰσχρῶν ἐλεύθερος, θάλασσα φιλοδωρίας, ἐλέους ἄβυσσος, τῷ προσηνεῖ τοῦ ἤθους εὐέντευκτος καὶ τὴν βασίλειον ἀρετὴν ἀπαράμιλλος, ψυχὴν εἰσέτι ἄτεχνον ἔχων καὶ γνώμην ἀπερίεργον. ὡς γὰρ ἀπήγγελλον ἡμῖν οἱ τὴν ἡλικίαν προήκοντες, ἐπὶ τὰς πλαγίῳ λόγῳ ᾀδομένας χρυσᾶς ἔννας οἱ τότε ἦσαν παλινδρομήσαντες ἄνθρωποι, καὶ σμήνει ἐῴκεσαν μελισσῶν ἐκ πέτρας γλαφυρῆς βομβηδὸν ἰπταμένων, ἢ οὐδὲν τῶν ἐπ᾿ ἀγορᾶς εἱλουμένων διενηνόχασιν, ὅσοι τοὺς βασιλικοὺς χρυσῶνας εἰσῄεσαν, ὁποιουδή τινος φιλοτιμήματος [40C] ἀπολαύσοντες, ὡς τοὺς περὶ ταῖς πύλαις συνθλίβεσθαι καὶ πράγματα παρέχειν καὶ λαμβάνειν ἀμοιβαδόν, τοὺς μὲν ἐπειγομένους εἰσιέναι, τοὺς δὲ τὴν ἔξοδον ἐπισπέρχοντας. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν. ἦν δὲ καὶ ἄλλως τὰ κοινὰ ταμιεῖα τὸ κατ᾿ ἐκεῖνο καιροῦ ἐκ τούτου εἰς τοῦτο ἐξερευγόμενα, καὶ κατὰ τὰς συναγωγὰς τῶν ὑδάτων πλημμύροντα καὶ παραπτύειν τι τῶν ἔνδον πρὸς τοὺς ἐκτὸς καὶ πενομένους ἐθέλοντα, ὅσα καὶ γαστὴρ ἐγγίζουσα τῷ τεκεῖν καὶ βαρουμένη τῷ ὑπερτελείῳ τοῦ ἀχθοφορήματος· ἡ γὰρ μερίδα τῷ θεῷ καὶ τῷ δικαίῳ διδοῦσα φορολογία τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Μανουὴλ, καὶ τὸ μὴ τῶν δαπανημάτων ἄσωτον καὶ [40D] ἀκόλαστον, εἰς σωρείας τὰ χρήματα ἐπεστοίβασε καὶ ὡς κάχληκας αὐτὰ συναγήοχεν. ἦν δ', ὡς ἔοικε, καὶ τὸ θεῖον ἐπευλογοῦν καὶ πληθῦνον αὐτὰ κατὰ τὸ τοῦ ἐπαγγέλματος ἀδιάπτωτον, ὃ καὶ λῆψιν οὐρανίου εἰσηγεῖται μισθοῦ καὶ τὴν εἰς τὸ πολλαπλάσιον ἀνταπόδοσιν. ἀλλ᾿ οὐ μόνιμα τῷ βασιλεῖ Μανουὴλ τὰ τῆς ἀρίστης ταύτης προθέσεως, ἀλλὰ βραχύχρονα καὶ ἐπίκηρα· ἐς γὰρ ἄνδρας ἐλάσας ἀρχικώτερόν τε ἥψατο τῶν πραγμάτων, τοῖς ὑπὸ χεῖρα οὐχ ὡς ἐλευθέροις ἀλλ᾿ ὡς κληρωτοῖς θεράπουσι προσφερόμενος, καὶ τὴν τῆς φιλοδωρίας συνέστειλεν ἔκροιαν, ἵνα μὴ λέγοιμι ὡς εἰς τὸ παλίρρουν αὐτὴν ἐβιάσατο καὶ τὸν ἀναδασμὸν ἔστιν ὅτε καὶ ἐφ᾿ οἷς ἐδικαίωσεν, οὐκ ἐκ τοῦ γνωμικοῦ δ᾿ οἶμαι τοσοῦτον αἰτίου (χρὴ γὰρ ἐν τοῖς ἀδήλοις ῥέπειν πρὸς τὸ φιλάνθρωπον) ὅσον ἐκ τοῦ μὴ κοτύλης δεῖσθαι ψηγμάτων ἀλλ᾿ ἄντικρυς πελάγους Τυρσηνικοῦ ἃς εἶχε διευρύνας ἐξόδους τῶν δαπανῶν, ὡς προϊὸν δηλώσει τὸ λέγειν μοι.