Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Α/4

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Α΄ (4)

[41A] Ἀλλ᾿ οὕτω διακυβερνωμένῳ τὴν βασιλείαν τῷ αὐτοκράτορι νέφος πολεμίων ἐκ τῶν ἑσπερίων ἐπισυστάν κλιμάτων, τετριγὸς δεινὸν καὶ ὀλέθριον, ἐς τὰ Ῥωμαίων ἐνέσκηψεν ὅρια, ἡ τῶν Ἀλαμανῶν φημι κίνησις καὶ ἡ τούτοις συνεξάρασα μοῖρα ὁμογενῶν ἐκείνοις ἑτέρων ἐθνῶν· οἷς καὶ θήλειαι κατελέγοντο ὡς ἄρρενες ἐφιππάζουσαι καὶ ταῖς ἐφεστρίσιν οὐ συμβάδην τὼ πόδε διαχαλῶσαι ἀλλὰ περιβάδην ἀνέδην ἐποχούμεναι, καὶ κοντοφόροι καὶ ὁπλοφόροι κατ᾿ ἄνδρας ὁρώμεναι, καὶ ἀνδρείαν στολὴν περικείμεναι, αἳ καὶ ὅλως ἀρεϊκὸν ἔβλεπον καὶ ὑπὲρ τὰς Ἀμαζόνας ἠρρένωντο. [41B] μία δὲ καὶ ὑπεξῄρετο παρ᾿ ἐκείναις καθάπερ ἄλλη τις Πενθεσίλεια, ἥτις ἐκ τοῦ στίζοντος χρυσοῦ καὶ περιτρέχοντος τὰς ὤας καὶ τὰ λώματα τοῦ ἐσθήματος Χρυσόπους παρωνομάζετο. αὐτὸ δὲ τὸ τῆς κινήσεως αἴτιον πρόφασιν τὸ κυριακὸν παρεῖχε κενήριον καὶ ἡ πρὸς τὰ εὐθέα τῶν σκολιῶν καὶ ἐπιβούλων παρόδων ἑτοιμασία τοῖς ἐκ τοῦ γένους ἐκείνοις εὐθὺ τῶν Ἱεροσολύμων ἐθέλουσιν ἵεσθαι. ἔφασκον δὲ καὶ κατὰ τὴν ἔξοδον ἐκείνην μηδέν τι περιττὸν ἐπισύρεσθαι, ἀλλ᾿ ἢ τὰ πρὸς ἐξομάλισιν τῶν τρίβων ἀναγκαιότατα καὶ μόνα ἐπάγεσθαι. διὰ τούτων δὲ παρυπέφαινον οὐ πτύα καὶ τύκια καὶ σκαπάνας, θυρεοὺς δὲ καὶ θώρακας καὶ φάσγανα, καὶ εἴ τι ἄλλο πρὸς πόλεμον ἐπιτήδειον. καὶ τοῦτο μὲν τὸ παρορμῆσαν [41C] ἐκεῖνοι προυβάλλοντο καὶ διώμνυντο. καὶ ἦν, ὡς ἐκ τῶν ὕστερον ἔδειξαν, οὐκ ἐψευσμένα τὰ ὑπ᾿ ἐκείνων λεγόμενα. πέμψαντες δὲ πρεσβευτὰς, ὡς διὰ φιλίας, ᾐτοῦντο τὸν βασιλέα τὸν τῶν Ῥωμαίων παρελθεῖν, καὶ ἀγορὰς αὐτοῖς παροδίους προτίθεσθαι, ἐξ ὧν ὠνήσονται καὶ ὅσοις ἄνθρωποι τρέφονται καὶ ὅσα ἵπποις ξυμβέβληνται. ὁ δὲ βασιλεύς, ὡς εἰκός, ἐκ τοῦ παραχρῆμα διαταραχθεὶς τὴν ψυχὴν τῷ ἀέλπτῳ τοῦ πράγματος καὶ μηδέπω εὶς τὸ κατ’ ἐκεῖνο καιροῦ γενομένῳ, οὐκ ἀνῆκεν ὅμως τῶν συνοισόντων ἐπιμελόμενος. τοῖς τε γὰρ πρέσβεσι διειλέχθη μετὰ προσηνείας τὰ πρόσφορα, καὶ ἐπαινεῖν ὑπερβαλλόντως τὰ δρώμενα ὑπεκρίνετο, καὶ ἄγασθαι [41D] αὐτοὺς τῆς εὐσεβοῦς προσεποιεῖτο προθέσεως, κἀκ τοῦ αὐτίκα δὴ μάλα ἑτοιμάσασθαι τὰ πρὸς διέλευσιν ἐπηγγέλλετο, ἄφθονά τε εὐτρεπίσειν καὶ ἕτοιμα οὕτως λαβεῖν τὰ ὤνια ἰσχυρίζετο ὡς εἴπερ οὐ δι᾿ ἀλλοτρίας ἀλλὰ διὰ τῆς σφῶν παρώδευον χώρας, ἂν δώσουσι μόνον ὅρκια πιστά ὡς θεοφιλὴς αὐτοῖς ἡ δίοδος ἀληθῶς καὶ ὡς ἀμαχητὶ τὰ Ῥωμαίων ὅρια ὑπερβήσονται. ταῦτ᾿ οὖν, ὡς εἰκὸς καταστησάμενος, ἁπανταχῇ διεκπέμπει βασίλεια διατάγματα προεκκεῖσθαι τὰ ζωαρκῆ τῶν ὁδῶν καθ᾿ ἃς οἱ ἐξ ἑσπέρας στρατοὶ διελεύσονται· καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκολούθει. ὑποβλεπόμενος δὲ καὶ ὑπονοῶν, μή πως ἐν δέρματι προβάτων λυκιδεῖς ἔρχονται ἢ ὄνῳ ὑποκρύπτονται λέοντες ἀπ’ ἐναντίας τῷ μυθικῷ διηγήματι, ἢ τὴν λεοντῆν ξυνέχωσι τῇ ἀλωπεκῇ, τὰς Ῥωμαϊκὰς ἀθροίζει δυνάμεις, συνδιασκέπτεται κοινῇ περὶ τῶν κοινῶν, τὸ πλῆθος τῶν παρελευσομένων στρατῶν διέξεισι, τῆς ἵππου τὸ πολὺ καταλέγει, τὸ ὁπλιτικὸν ὅσον διασαφεῖ, τῆς πεζεταίρας μοίρας παρίστησι τὸ μυρίανδρον, τὸ πάγχαλκον περιλαλεῖ [42A] καὶ τὸ φόνιον, τὸ πῦρ τῶν ὀμμάτων ἅπαντας βλέπειν, καὶ τοῖς αἵμασιν ἐπαγάλλεσθαι ὡς οὐδὲ ῥαντισμοῖς ὑδάτων ἕτεροι. οὐ ταῦτα δὲ μόνον τῇ γερουσίᾳ καταγγέλλει καὶ τοῖς τέλεσι καὶ στρατεύμασιν, ἀλλ’ ὅσα καὶ ὁ ἐκ Σικελίας τύραννος, ὥσπερ θὴρ ἐνάλιος, κατὰ τῶν παραθαλαττίων χωρῶν διαπράττεται, τὴν ἅλμην τύπτων τοῖς ἐρετμοῖς, καὶ ταῖς Ῥωμαϊκαῖς ἐνορμιζόμενος κωμοπόλεσι, καὶ κείρων τὰ ἐν ποσὶ κατὰ πολλὴν τοῦ ἐπαμύνοντος ἐρημίαν. καὶ δὴ τὰς μὲν πυργοβάρεις ἐπισκευάζει τῆς πόλεως καὶ τίθησιν εὐερκέα τὴν ὅλην τοῦ περιβόλου περίμετρον, τῇ δὲ στρατιᾷ χιτῶνας φολιδωτοὺς χορηγεῖ, κοντοῖς τε καθοπλίζει χαλκήρεσι, καὶ ἵπποις δρομικοῖς διεγείρει τὸ φρόνημα, καὶ χρημάτων ἐπιρρώννυσι [42B] διαδόσεσιν, ἃ νεῦρα τῶν πραγμάτων ἀρίστως τῶν πάλαι τις κατωνόμασε. καὶ οὕτω σὺν θεῷ συλλήπτορι καὶ τῇ πολιούχῳ μητροπαρθένῳ ὡς ἐνῆν δυσμαχώτατα θέμενος τὰ στρατεύματα, τὰ μὲν εἰς ἔρυμα συνέχει τῆς καλλιπόλεως καὶ τοῖς τείχεσιν ἐφιστᾷ, τοῖς δ᾿ ἐπισκήπτει τῇ στρατιᾷ παρέπεσθαι τῶν Ἀλαμανῶν, μὴ ἀφισταμένοις ἐπὶ πολύ, κἀκ τοῦδε εἴργειν τοὺς ἐκ τῶν Ἀλαμανῶν ἐς ἁρπαγὰς παρεξιόντας καὶ προνομάς, εἰρηνικῶς μέντοι καὶ μὴ πολεμικῶς. κατὰ μὲν οὖν τὴν ἀπωτέρω πορείαν οὐδέν τι ξυνηνέχθη ἀξιαφήγητον ἀμφοῖν τοῖς στρατεύμασιν· ὡς δ᾿ εἰς Φιλιππούπολιν οἱ Ἀλαμανοὶ παρενέβαλον, οὐδὲ κατὰ τὸν ἐκεῖσε σταθμὸν ἐς διαφορὰν [42C] ἀπεῖδον τὰ τάγματα. ὁ γὰρ τῆς χώρας ἀρχιερεὺς (ἦν δ᾿ οὗτος ὁ Ἰταλικὸς Μιχαήλ, ὁ καὶ λόγῳ πολὺς καὶ σοφίας ὁποίας εἴποι τις μέλημα κἀν ταῖς ὁμιλίαις τὸ ἦθος ἐπαγωγότατος καὶ λίθος ἄντικρυς Μάγνησσα) οὕτως ὑπηγάγετο τὸν ῥῆγα ταῖς τῶν λόγων ἐκθηλύνας ἴυγξι, καὶ τῷ μέλιτι τῆς γλώττης κατεγοήτευσεν, ἀντιστρόφως μὲν οἷς ἐφθέγγετο, τοῖς δὲ Ῥωμαίοις ἐπωφελῶς τὴν γνώμην μεταμείβων καὶ κατὰ τὸν Φάριον Πρωτέα δραστηρίως μεταβαλλόμενος, ὡς ἐκ τῶν ὤτων ἀναρτῆσαι κατὰ τοὺς ἀμφορέων διακένους τὸν ὑψηλόφρονα ῥῆγα, καὶ σύσσιτον παραλαμβάνειν καὶ μεταδιδόναι προπόσεων· ὃς καὶ μετῄει ὠμοτάτως, αὐτῷ χαριζόμενος, τοὺς ἄνευ καταθέσεως ἀργυρίου τὰ σῖτα ὁθενοῦν παρεισάγοντας.