Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Α/2

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Α΄ (2)

Θύσας οὖν τὰ ἀναγορευτήρια θεῷ καὶ ἐπιβατήρια, σκέπτεται περὶ τοῦ τὸν πατριαρχικὸν κληρωσομένου θρόνον καὶ τοὺς τῆς ἐκκλησίας χειρισομένου οἴακας καὶ ταινιώσοντος αὐτὸν ἐπὶ νεὼ κυρίου τῷ αὐτοκρατορικῷ στεφανώματι· ὁ γὰρ Στυππῆς Λέων θανάτῳ ἐξ ἀνθρώπων ἐγένετο. κοινοῦται οὖν τὰ τῆς γνώμης τοῖς ἐκ τοῦ καθ᾿ αἷμά οἱ σεμνώματος [36B] προύχοσι καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ ὅσοι τοῦ βήματος ἔντροφοι, καὶ πολλῶν εἰς τὴν μεγίστην ἀρχιερατείαν ἐγκρινομένων ἡ νικῶσα ψῆφος καὶ τῶν ἁπάντων σχεδὸν πρὸς τὸν ἀπὸ τῆς μονῆς τῆς Ὀξείας ῥέπει μοναχὸν Μιχαήλ· οὗτος γὰρ καὶ ἀρετῇ περιώνυμος ἦν καὶ τῆς ἡμετέρας ἐν μεθέξει παιδεύσεως. προβληθεὶς οὖν ὁ Μιχαὴλ πατριάρχης ἐξ αὐτῆς τὸν χρίσαντα χρίει τὰ ἱερὰ ἐσαφικόμενον μέλαθρα. συμβαίνει δὲ τῷ βασιλεῖ καὶ ὁ ἀδελφὸς Ἰσαάκιος, καὶ ὑπὲρ δόξαν τὴν τῶν πολλῶν ἀντεδίδοσαν ἀλλήλοις τὼ ἀδελφὼ τὴν εὔνοιαν. ἦν δὲ ὁ Ἰσαάκιος διὰ τὸ εἰς χόλον εὐέμπτωτον καὶ τὸ ἐκ μικρᾶς πολλάκις αἰτίας ἐς κολάσεις ὑπερόγκους διαρριπίζεσθαι δυσξύμβλητος τοῖς πολλοῖς. ἔτρεφε δὲ καὶ τὸ ψοφοδεὲς ἀγεννές, καὶ ταῦτα τηλίκος ὤν, καὶ ἀνδράσιν ἀνόμοιον. ἦν οὖν ὁ βασιλεύτατος Ἰωάννης ὁ τούτου [36C] πατὴρ καὶ κατὰ τοῦτο παρὰ πᾶσι μακαριστὸς καὶ τῆς ἀοιδίμου λήξεως καὶ δι᾿ εὐφήμου κείμενος μνήμης, ὅτι τὸν Μανουὴλ εἰς τὸ κρατεῖν καὶ βασιλεύειν ὑπὲρ αὐτὸν ἐδικαίωσεν.

Τοῦ δὲ Μασοὺτ τὰ πρὸς ἕω ληϊζομένου καὶ κατατρέχοντος ἔξεισιν ὁ Μανουὴλ κατ᾿ αὐτοῦ, καὶ δὴ γεγονὼς κατὰ τὰ Μελάγγεια τοὺς ἐκεῖσε Πέρσας μετῆλθε. πρὸς δὲ τῆς τῶν Μελαγγείων φυλακῆς τε καὶ ἀνακτίσεως ἐπιμεληθεὶς εἰς τὴν βασιλεύουσαν ἐπάνεισι πόλιν, νόσῳ προσπαλαίσας πλευρίτιδι. ἀλλὰ καὶ τὸν τῆς Ἀντιοχείας πρίγκιπα Ῥαϊμοῦνδον μετιέναι δεῖν οἰηθείς, ταῖς Κιλικίαις ἐπιφυόμενον πόλεσιν, αἳ Ῥωμαίοις ἦσαν κατήκοοι, στρατιὰν ἐξέπεμψεν, ἡγεμόνας [36D] αὐτῇ ἐπιστήσας τοὺς ἀδελφόπαιδας Κοντοστεφάνους, τόν τε Ἰωάννην καὶ τὸν Ἀνδρόνικον, καί τινα Προσοὺχ οὐκ ἄϊδριν τὰ πολέμια· καὶ νῆας δὲ προσεπεπόμφει μακράς, ὧν ἡγεῖτο Δημήτριος ὁ Βρανᾶς. ἀμέλει καὶ τῶν κακῶς ἐκεῖσε πασχόντων φρουρίων καὶ πόλεων δεούσης ἐπικουρίας τετυχηκότων, κατὰ Περσῶν ἐκστρατεύειν προέθετο· ἤδη γὰρ οὗτοι τὰ περὶ τὸν Πιθηκᾶν ἐρύματα ὑπαγαγέσθαι σπεύδοντες καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐμβάλλοντες τὰ ἐν ποσὶν ἐληΐζοντο. ὑπερβὰς τοίνυν Λυδίαν καὶ ταῖς κατὰ Φρυγίαν καὶ Μαίανδρον ποταμὸν ἐπιστὰς πόλεσιν, αὐτάς τε τῶν ἐπηρτημένων κινδύνων ἀπήλλαξε καὶ τοὺς Πέρσας φοβήσας ἐδίωξε. γενόμενος δὲ κατὰ τὸ Φιλομίλιον κἀκεῖσε τοῖς Τούρκοις προσέμιξεν· ἔνθα καὶ τὸν τοῦ ποδὸς ἐτοξεύθη ταρσὸν παρὰ Πέρσου [37A] τινὸς καταβληθέντος μὲν ὑπὸ βασιλέως τῷ δόρατι, ἐν δὲ τῷ ἀνατραπῆναι τὸ βέλος ἐπαφέντος κατὰ τοῦ πέλματος. δόξας δὲ παρ᾿ αὐτοῖς φοβερὸς εἶναι τὰς πράξεις καὶ εὔτολμος καὶ τοῦ πατρὸς Ἰωάννου φιλοκινδυνότερος, οὐχ ᾑρεῖτο γενέσθαι παλίνστροφος, οὐδ᾿ ἐπείθετό οἱ τοῖς συμβουλεύουσι μνησθῆναι καὶ νόστου ποτέ, μήπως ἐπισυστάντες οἱ Πέρσαι ὡς ἤδη περὶ τῶν ὅλων ἀπογινώσκοντες κακῶς τὸ κατ᾿ αὐτὸν διάθωνται στράτευμα. ἀμέλει καὶ τὸ πρόθυμον ἐπιτείνας ἐς αὐτὸ τὸ Ἰκόνιον ἤλασεν. αὐτὸς μὲν οὖν ὁ Μασοὺτ μεταναστεύσας ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Τάξαρα, ἅ ἐστιν ἡ πάλαι λεγομένη Κολώνεια· τῶν δὲ θυγατέρων αὐτοῦ μία τῶν [37B] τειχῶν ἄνωθεν διεκκύπτουσα, ἥτις καὶ συνῳκηκέναι ἐλέγετο τῷ ἐξαδέλφῳ τοῦ βασιλέως Ἰωάννῃ τῷ Κομνηνῷ, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος, κατὰ δὲ μικρολυπίαν τοῦ θείου καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ ἀποδρὰς τῷ Μασοὺτ προσερρύη, ὑπὲρ τοῦ πατρὸς καὶ σουλτάνου πιθανὸν ἐτίθετο τὸν ἀπόλογον. βασιλεὺς δὲ ἀγχοῦ τῶν περιβόλων τοῦ Ἰκονίου γενόμενος καὶ τὰ τείχη τῷ στρατῷ διαζώσας, τόξα τε τείνειν ἐπὶ τὰς ἐπάλξεις τῇ νεολαίᾳ ἐνδοὺς καὶ τοῖς νεκροδόχοις σήμασιν ἐνυβρίζειν μὴ συγχωρῶν, οὕτως ἐκεῖθεν μόλις ἐξώρμησε καὶ παλίμπους ἐφέρετο. ἐν δὲ τῇ ἀπάρσει λόχους ὑποκαθισάντων τῶν πολεμίων καὶ τὰ ἀμφιλαφῆ χωρία [37C] προειληφότων μείζους τῶν προτέρων ἀνερράγησαν πόλεμοι. ἐναγωνίως δὲ καὶ τούτων διῳκημένων ἐς τὴν βασιλεύουσαν πόλιν ἀνέζευξεν.

Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς οὗτος ἐξ Ἀλαμανῶν, γένους τῶν ἐπὶ δόξης καὶ θρόνων τῶν ἀρχικῶν. αὕτη μέντοι οὐ τοσοῦτον τοῦ σωματικοῦ κάλλους ἐφρόντιζεν ὅσον τοῦ ἔνδον καὶ περὶ ψυχὴν ἐπεμέλετο. οὐκοῦν ἐξομνυμένη τὰ ἐκ τῶν κόνεων ἐπιτρίμματα καὶ τοὺς τῶν ὀφθαλμῶν ὑπογραμμοὺς καὶ τὸν πλάστην τὸν κάτωθεν καὶ τὸ τεχνικὸν ἀλλ᾿ οὐ φυσικὸν ἔρευθος, καὶ ταῖς ἄφροσι τῶν γυναικῶν αὐτὰ ἐπιρρίπτουσα, ταῖς ἀρεταῖς προσανεῖχε καὶ ὡραΐζετο. εἶχε δὲ τὸ μὴ ἐπικλινὲς ἐθνικὸν, καὶ τὸ τῆς γνώμης ἐκέκτητο δυσμετάθετον. [37D] ὅθεν οὐδ᾿ ὁ βασιλεὺς προσεῖχεν αὐτῇ τὰ πολλά, ἀλλὰ τιμῆς μὲν καὶ θρόνων πάνυ λαμπρῶν καὶ δορυφορίας καὶ τῆς λοιπῆς λαμπροφορίας βασιλικωτάτης μετεῖχε, τὰ δ᾿ ἐς κοίτην ἠδίκητο. νέος γὰρ ὢν ὁ Μανουὴλ καὶ ἐρωτικὸς τῷ τε ἀνειμένῳ βίῳ καὶ ταῖς τρυφαῖς προσανέκειτο, καὶ συσσιτίων καὶ κώμων ἐξείχετο, καὶ ὅσα τὸ νεοτήσιον ἄνθος ὑπέβαλλε καὶ ἐμύουν οἱ πάνδημοι ἔρωτες διεπράττετο.