Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/2

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (2)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (2)

2. Κατὰ δὲ τὸν καιρὸν τοῦτον τυραννίδι ἐπικεχείρηκεν ὁ Φιλαδελφεὺς Θεόδωρος ὁ Μαγκαφᾶς. καὶ τὰ μὲν πρῶτα τὸ τῆς πόλεως ταύτης ἀγελαῖον, πολυανδρούμενον ὂν θρασύ τε καὶ ἀναιδέστατον, ἑαυτῷ προσῳκείωσε, καὶ ὅρκοις τὴν εἰς αὐτὸν πίστιν κατενεπέδωσεν· ὁδῷ δὲ προϊὼν καὶ βασιλείας ἑαυτῷ περιέθηκεν ὄνομα, τοὺς Λυδοὺς πάντας εἰς ἀποστασίαν ἐπισπασάμενος· ἔπειτα δὲ καὶ τῶν ἀγχούρων ἀποπειρᾶται χωρῶν, καὶ ἀργύρεον κέκοφε νόμισμα τὴν οἰκείαν ἐγχαράξας ἐν αὐτῷ στήλην. ὡς δὲ προύκοπτε τὰ τῆς ἀποστασίας καὶ ὁ ἐπὶ τοῖς δρωμένοις πρότερον γέλως εἰς πληγὴν γενναίαν μεθίστατο πρὸς ἧπαρ χωροῦσαν τοῦ βασιλέως, μὴ μέλλειν οὗτος ἐγνώκει, ἀλλὰ κατ' αὐτοῦ τὰ ὅπλα διφᾶν. καὶ δὴ κατὰ τὴν Φιλαδέλφειαν γεγονὼς ἔμφρουρον αὐτῇ τὸν Μαγκαφᾶν ἀπειργάσατο, ὃς καὶ τὴν τοῦ Μωροθεοδώρου προσωνυμίαν ἐκτήσατο, τῶν κατὰ σκοπὸν ἐκείνῳ διαπεσόντων ἐσέπειτα. καὶ ἱκανὸν χρόνον τῇ πολιορκίᾳ ἐγκαρτερήσας οὐκ ἴσχυσε τοὺς Φιλαδελφεῖς παραστήσασθαι· ὅθεν πρὸς ὁμολογίας καὶ συμβάσεις ἐτράπετο, ὥστε τὸν μὲν Θεόδωρον τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα καὶ καθ' ἑαυτὸν ὡς πρότερον πολιτεύεσθαι, τὸ δὲ τῆς πόλεως ἐκείνης πλήρωμα βασιλεύεσθαι πάλιν ὑφ' οὗ καὶ πρότερον ἐβασιλεύετο. καὶ ὅμηρα ἐκεῖθεν δεξάμενος ὧν ᾑρεῖτο τοὺς παῖδας ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν. οὐκ ὀλίγοι δὲ κἀν τῇ ἐπαναστάσει ταύτῃ ἀγαθοὶ καὶ γενναῖοι ἄνδρες ἀπώλοντο. μετ' οὐ πολὺ δὲ καὶ Βασίλειος ὁ Βατάτζης, γένους μὲν ἀσήμου βλαστῶν, διὰ δὲ τὸ εἰς γυναῖκά οἱ γαμετὴν συναφθῆναι τὴν τοῦ βασιλέως πρὸς πατρὸς ἐξανεψιὰν δομέστικος τῆς ἀνατολῆς τιμηθεὶς καὶ τὴν δουκικὴν ἀρχὴν τῶν Θρᾳκησίων ἀναζωσάμενος, χρήμασιν ὑπέφθειρε πλείστους τῶν τοῦ Μαγκαφᾶ ὀμοτῶν· καὶ αὐτὸν μὲν οὐκ ἔσχε συλλαβεῖν καὶ δεσμοῖς περιβαλεῖν, τῆς δὲ πόλεως Φιλαδελφείας ἐξώσας ἔδοξε καὶ οὕτω μέγα τι κατωρθωκέναι καὶ ἀσπάσιον ἔργον τῷ βασιλεῖ. ἀλλ' οὗτος τῷ τοῦ Ἰκονίου σουλτὰν προσρυείς, ᾧ ἡ κλῆσις Καϊχοσρόης, συμμαχικὸν μὲν αἰτήσας κατὰ Ῥωμαίων οὐκ ἔλαβεν, ἐνεδόθη δέ οἱ προσλαμβάνεσθαι ἀνεπεγκλήτως ὁπόσοι τῶν Τούρκων κερδαλεόφρονες κἀπὶ τῷ γωρυτῷ καὶ τῷ τόξῳ τὴν πεποίθησιν ἔχοντες Ῥωμαίους λῃστεύουσιν. oὐκ ὀλίγην οὖν τῷ τρόπῳ τούτῳ συνηγηόχει δύναμιν, καὶ ἐπιὼν τούς τε πατριώτας ἑαυτοῦ ἐς τὸν γεωργικὸν ὄχλον καὶ τῶν ζώων ἐλυμαίνετο τὰ ὑπὸ ζυγὸν, καὶ τοὺς Λαοδικεῖς δὲ Φρύγας μυριαχῶς ἐκάκωσεν, ὥσπερ καὶ τοὺς τῶν Χωνῶν τῶν ἐμῶν οἰκήτορας, τὰς ἅλωνας κατὰ τὸν θέρειον καιρὸν πυρπολῶν καὶ τὸ προστυχὸν ὡς πολέμιος χειρίστως διατιθέμενος· ἐῶ γὰρ λέγειν ὡς τοὺς Τούρκους φιλανθρωπευομένους ἐνιαχοῦ πρὸς τὸ ἐκ γειτόνων σφίσι Χριστώνυμον κακῶς ἔφασκε καὶ ἐπέπληττεν. ἐμβαλὼν δὲ καὶ τῇ Καρίᾳ καὶ πολλοὺς τῶν ἐκεῖ προνομεύσας τοῖς βαρβάροις ἐκδέδωκεν εἰς ἀπαγωγήν. ἀλλὰ καὶ τὸν νεὼν τοῦ ἀρχιστρατήγου Μιχαὴλ ὁ ἄνομος οὗτος διαφῆκεν ἐμπρῆσαι, ἔργον μέγιστον καὶ περίπυστον ὄντα, καὶ ὑπερβαίνοντα ἐς κάλλος καὶ τὴν εἰς μῆκος ἔκτασιν τὸ ἐν τῇ βασιλίδι πόλει τοῦ καλλιμάρτυρος Μωκίου τέμενος. ὡς δέ ποτε πρὸς τὸν σουλτὰν ἐπανέξευξε τοιούτων παρανομιῶν πλήρης, καὶ πύθοιτο βασιλεὺς οὐκ εἰς ἀγαθὰς ἐννοίας καὶ πράξεις τὸν Ἰκονιάρχην ἐνάγειν Καϊχοσρόην ἄρτι πρὸς πατρὸς ἐκλελοιπότος τὸ ζῆν τὴν ἀρχὴν τοῦ Ἰκονίου δεξάμενον, πρέσβεις ἔστειλε, καὶ χρήματα παρασχὼν τῷ σουλτὰν καταπροδοθέντα εἶχε καὶ ἀνάπεμπτον αὐτῷ γενόμενον τὸν Μαγκαφᾶν, πλήν γε μεθ' ὁμολογίας καὶ πίστεως, μὴ ὥστε τοὐπιτίμιον αὐτῷ τῆς ἀποστασίας κείσεσθαι θάνατον ἢ μέρος περικοπῆναι καὶ διαλωβηθῆναι τοῦ σώματος· οὗ χάριν ἀπαθὴς ἑτέρου παντὸς ὀφθεὶς κακοῦ δεσμὰ κατακέκριτο χρόνια. τοσοῦτον δὲ τὸ ἔργον τόδε τοῦ σουλτὰν τοῖς λοιποῖς αὐτοῦ κασιγνήτοις, ὁπόσοι τὴν πατρῴαν ἀρχὴν συνδιείλοντο ἐκείνῳ, ἀποθύμιον ἔδοξεν, ὥστε καὶ ὅπλα ἤραντο ἂν κατ' αὐτοῦ ὡς ἄνθρωπον ἐς αὐτὸν ἑκουσίως ἀφιγμένον συνειληφότος καὶ καταπροδόντος Ῥωμαίων βασιλεῖ ἐπὶ λήμμασιν, εἰ μὴ οὗτος εὐπρόσωπον τιθεὶς τὴν ἀπόκρισιν ἐπὶ συμβιβάσεσιν ἀποστεῖλαι, οὐ μὴν καταπροδοῦναι διισχυρίζετο καὶ πλάνητα ὄντα ἐς τὴν πατρίδα καταγαγεῖν, ὡς μηκέτι διώκοντα εἶναι καὶ διωκόμενον. καὶ ταῦτα μὲν εἶχεν οὕτως.