Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/1

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (1)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (1)

Βασιλεὺς δὲ δισσεύει κατὰ Μυσῶν ὑστεροβουλίᾳ πληττόμενος, ὅτι μὴ κατὰ τὴν προτέραν αὐτοῦ ἐμβολὴν τὰ τῆς πολεμίας εὖ διέθετο γῆς, ἀλλ' ἀναστὰς ᾤχετο ἐκεῖθεν, ὡς εἰ πολέμιοι ἐπέκειντο βάλλοντες, μήτε τοῖς φρουρίοις Ῥωμαίους ἐπιστήσας φύλακας, μήτε ὅμηρα λαβὼν τὰ τῶν βαρβάρων φίλτατα. καὶ τότε μὲν αὐτὸς μετὰ τῶν συνόντων οἱ ὀλίγων ἐξῄει τῆς πόλεως· ἠκηκόει γὰρ μηκέτι τοὺς Μυσοὺς τὰ ὄρη περιπαπταίνειν καὶ τοὺς βουνούς, ἀλλ' ὁπλιτικὸν ξενολογήσαντας Σκυθικὸν ἐς τὰ τῆς Ἀγαθοπόλεως μέρη παραβαλεῖν καὶ ταῦτα κατὰ κράτος ληΐζεσθαι κακὰ ἐργαζομένους Τερμέρεια· τὸ δὲ λοιπὸν ἐκ προσκλήσεως συνήγετο στράτευμα. πρὸς γὰρ τὴν ἄελπτον καὶ ὀξεῖαν ἔφοδον τῶν βαρβάρων καὶ αὐτός τι τοιουτότροπον ἐμεθόδευσε, καὶ συστολὴν ἐντεῦθεν τοὺς ἐχθροὺς παθεῖν προμηθούμενος, καὶ τοὺς οἰκείους μὴ ἀπαυθαδήσειν ἐς τὴν παρὰ πόδας καὶ δευτέραν κατὰ τῶν Βλάχων ἐξόρμησιν, εἰ κατὰ τούτων πρῶτος αὖθις αὐτὸς τὰ ὅπλα ἤρατο καὶ τὸν ἵππον ἀνέβη τὸν πολεμιστήριον. καὶ ὁ μὲν κατὰ τὸν Ταυρόκωμον γενόμενος (κτησείδιον δέ ἐστιν οὗτος οἰκούμενον κωμηδὸν καὶ μὴ πάνυ πόρρω τῆς Ἀδριανοῦ κείμενον) ἐπέμενε τὰς δυνάμεις συνελθεῖν, ἐπέσκηψε δὲ καὶ τὸν καίσαρα Κορράδον μηδέν τι μελλήσαντα ἐξελθεῖν. ὁ δὲ δυσχεραίνων προδήλως πρὸς ἣν εὕρατο ἐκ βασιλέως φιλοφροσύνην ὡς τῷ βασιλείῳ κήδει ἀσύμφωνον καὶ τῷ ἑαυτοῦ γένει ἀπᾴδουσαν, ὁρῶν δὲ καὶ τὰς ὑπερηφάνους ἐλπίδας καταληξάσας ἐς μόνον τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον ὑπόδημα τοῦ ποδὸς (τὸ τῶν Καισάρων λέγω παράσημον), καὶ ἄλλως δὲ σταυροφορήσας οἴκοθεν καὶ τὴν ἐς Παλαιστίνην ὁδεῦσαι πάλαι προθέμενος ἤδη κατασχεθεῖσαν ὑπὸ τῶν κατὰ τὴν Αἴγυπτον Σαρακηνῶν, καὶ πάρεργον ὁδοῦ τὴν μετὰ τῆς ἀδελ- φῆς τοῦ βασιλέως ἐπιτελέσας συνάφειαν, ἐπένευσε μὲν συνεξιέναι τῷ βασιλεῖ καὶ συνδιαθέσθαι τὸν προκείμενον πόλεμον, ὡς δ' ἀντέκρουσε τὸ βεβουλεῦσθαι θεὸν κακοτυχεῖν Ῥωμαίους ὑπὸ Μυσῶν, ἐπ' ἄλλοις τρέπει τὸν νοῦν. νῆα γὰρ ἐξαρτύσας εὐπαγῆ τε καὶ νεογόμφωτον τὸν πλοῦν ἐς Παλαιστίνην ἔθετο καὶ τῇ Τύρῳ προσορμίσας καὶ παρὰ τῶν ἐκεῖσε ὁμογενῶν οἷά τις κρείττων ὁραθεὶς καὶ προσδεχθεὶς δύναμις τοῖς Σαρακηνοῖς ἀντεφέρετο, Ἰόππην ἐπανασωσάμενος, ἣ νῦν Ἄκε λέγεται, καὶ ἑτέρας πόλεις τοῖς ὁμοφύλοις. ἀλλὰ γὰρ ὅτι καὶ τὰ ἐκεῖ πάσχειν κακῶς ἀφώριστο, ἄλλοι τε καλοὶ καὶ γενναῖοι ἀπώλοντο στρατηγοὶ τὴν κατὰ Χριστὸν ἑκόντες καὶ οἰκείοις ὀψωνίοις πορείαν στειλάμενοι, καὶ αὐτὸς δὲ ἀναιρεῖται ὑπὸ Χασισίου, μικρόν τι ἐπιβιοὺς, καὶ ὅσον πεῖραν τῆς αὐτοῦ ἀνδρείας τε καὶ φρονήσεως δοῦναι τοῖς Ἀγαρηνοῖς καὶ θαυμασθῆναι. γένος δέ εἰσιν οἱ Χασίσιοι τοσαύτην λεγόμενον τηρεῖν τῷ ἄρχοντι σφῶν συστολὴν καὶ τῶν ἐντελλομένων πλήρωσιν, ὡς καὶ κατὰ κρημνῶν ὠθεῖν ἑαυτοὺς ἐκείνου ἐπ' ὀφρύσι νεύσαντος μόνον καὶ χορεύειν κατὰ ξιφῶν καὶ ὑδάτων καθάλλεσθαι καὶ κατὰ πυρὸς ἀκοντίζεσθαι. ἀμέλει τοι καὶ πρὸς οὓς ἂν ἐθέλωσιν οἱ τῶν Χασισίων ἐξουσιάζοντες ἀποστέλλουσι τούς σφας ἀναιρήσοντας· οἱ δὲ ὡς φίλιοι προσιόντες ἤ καὶ ὡς ἐπήλυδες ἐκείνοις ὀφθέντες ἤ τι τῶν καθηκόντων εἰπεῖν ἔχοντες, ἢ καὶ ὡς πρέσβεις ἐξ ἐθνῶν ἥκειν πλαττόμενοι, πλήττουσι πολλάκις παραξιφιδίῳ καὶ θανατοῦσι τους τοῖς κυρίοις αὐτῶν ἀντίφρονας, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ὅλως ἐν νῷ βαλλόμενοι, μηδ' ὅτι ἐκ του δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου καταπραξάμενοι θάνατον. Ἀλλ' ὁ μὲν βασιλεὺς περὶ δισχιλίους ἐπιλέκτους ἀποκρίνας, καὶ τούτοις ὅπλα καὶ ἵππους ὠκύποδας διαδοὺς, ὥρμησεν ἐκ τοῦ Ταυροκώμου πρὸς τὸ πολέμιον, τὴν δ' ἀποσκευὴν πᾶσαν καὶ τὸν ὑπηρετικὸν ὄχλον ἐς Ἀδριανούπολιν ἱκέσθαι διετετάχει· οἱ δὲ ἠγγέλλοντο παρὰ τῶν ὀπτήρων τὰ περὶ τὸν Λαρδέαν κατατρέχειν χωρία, καὶ πλείστους μὲν ἀπεκτονέναι, οὐκ ἐλάττους δὲ συνειληφέναι, καὶ ὡς ἐπαναζευγνύειν ἐγνώκασι πολλῶν ἐμπεπλησμένοι ὠφελειῶν. ἐννύχιος τοίνυν ὑπὸ σάλπιγγι τὸν ἵππον ἀναβὰς ἐπορεύετο καὶ κατὰ τόπον τινὰ Βαστέρνας λεγόμενον ἀφιγμένος διανέπαυσεν ἐκεῖσε τὴν στρατιάν, μὴ ἐπιφαινομένων τῶν πολεμίων. μετὰ δὲ τρεῖς ἡμέρας ἐκεῖθεν ἀπάρας τῆς εὐθὺ τῆς Βερρόης ἐπορθρευσάμενος ἥπτετο. ἀλλ' οὔπω παρασάγγας παρῆλθε τέσσαρας, καί τις εὔζωνος ἐφίσταται ἀνὴρ, τὸ τῆς ἀγγελίας ἔχων ἐπὶ τοῦ προσώπου κακὸν, καὶ ἔλεγε τὸ πνεῦμα συχνάκις ἀνακαλούμενος ἀγχοῦ που μετ' αἰχμαλωσίας τὸ ἀντίπαλον ὑποστρέφειν, ἀνειμένην τὰ πλεῖστα τὴν πορείαν κατ' ἄμφω ποιούμενον, ὅτι τε οὐδένα ἑώρακεν ἀντίμαχον καὶ ὡς ἔμφορτον πολλῶν ληϊσμῶν. αὐτίκα γοῦν εἰς ἡγεμόνας τὸ συνὸν ἐκείνῶ διελὼν στράτευμα καὶ σχῆμα παρατάξεως θέμενος, ὥδευεν ἐκείνην ἣν ὁδοιπορεῖν ἐλέγετο τὸ πολέμιον. ἐπεὶ δὲ εἴδομέν τε καὶ ἐθεάθημεν (συνειπόμην γὰρ καὶ αὐτὸς βασιλεῖ ὑπογραμματεύων), οἱ μὲν Σκύθαι καὶ Βλάχοι τὴν λείαν παραδόντες τισὶν ἐξ αὐτῶν μοίραις ἐκέλευσαν τὰς ἐπιτομωτέρας ἀναλέγεσθαι τῶν ὁδῶν καὶ τὴν πορείαν ἐπιτείνειν, ἕως ἂν ἐφάψωνται τῶν ὀρειαίων· οἱ δ' ἄλλοι συστραφέντες ἐδέχοντο εὐπετῶς τοὺς κατ' αὐτῶν ἱππαζομένους Ῥωμαίους, τὸν πάτριον αὐτοῖς καὶ ἠθάδα τρόπον μαχόμενοι· ἐπιόντες ἠφίεσαν βέλεμνα καὶ δόρασι προσεπλέκοντο, μετὰ βραχὺ δ' αὖ μεταβαλόντες τὴν ὁρμὴν εἰς φυγὴν καὶ καταδιώκειν ὀπίσω σφῶν ὡς φυγάδων τὸ ἀνθιστάμενον ἐρεθίζοντες, αὖθις ὡς οὐδὲ πτηνὰ τὸν ἀέρα τέμνοντα τὰ νῶτα εἰς τὴν τῶν ὄψεων μετατιθέμενοι χώραν ἐνώπιοι τοῖς ἐπιοῦσιν ἐμάχοντο καὶ πολλῷ γενναιότερον συνεπλέκοντο. καὶ τοῦτο πολλάκις πεποιηκότες, ὡς ἤδη τῶν Ῥωμαίων ἦσαν ἐπικρατέστεροι, οὐκέτ' ἐμέμνηντο τῶν ἑλίξεων, ἀλλὰ τὰ ξίφη γυμνώσαντες καί τινα βοὴν καταπληκτικωτάτην ἐκρήξαντες μικροῦ καὶ ἐννοήματος τάχιον Ῥωμαίοις ἐνέπεσον, καὶ τὸν μαχόμενον ὁμοίως καὶ τὸν δειλαινόμενον καταλαμβάνοντες ἐξεθέριζον. καὶ τάχ' ἂν τὴν τότε ἡμέραν οἱ Σκύθαι μέγα κλέος ἀράμενοι κατεκαυχήσαντο ἡμῶν καὶ λαῷ ἄφρονι ὄνειδος παρεδόθημεν, εἰ μὴ αὐτὸς ἐπεβοήθησε βασιλεὺς ἔτι τὴν περὶ αὐτὸν ἔχων ἀκραιφνῆ φάλαγγα, αἵ τε σάλπιγγες ἐπίτορον ἀλαλάξασαι καὶ αἱ χαλκόστομοι κώδωνες διηχήσασαι τά τε τῶν δρακόντων ὀφθέντα εἰκάσματα, ἃ ἐπὶ δοράτων ᾐώρηνται περισοβούμενα πνεύμασι, τοὺς πολεμίους κατέπληξαν φαντασίαν παρασχόντα μείζονος στρατιᾶς. τότε μὲν οὖν βασιλεὺς βραχύ τι τῆς αἰχμαλωσίας ὡς ἐκ στόματος θηρῶν ἀφαρπάσας κατέλαβε τὴν Ἀδριανούπολιν ἣν βαδίζειν προύθετο παρεικώς· τῶν δὲ βαρβάρων οὐκ ἠρεμούντων, ἣν παρῆκε τρέχειν αὖθις εἵλετο. καὶ δὴ γενόμενος κατὰ Βερρόην τὰς τῶν Σκυθῶν καὶ Μυσῶν ἀνέστελλεν ἐκδρομὰς καὶ δι' ἀνδρῶν μὲν ἠκριβωκότων τὸ στρατηγεῖν, καὶ δι' ἑαυτοῦ δὲ οὐχ ἥκιστα. οἱ δὲ καίπερ ὑφορώμενοι Ῥωμαίους καὶ βασιλέως παρόντος ἐπιστρεφόμενοι, ὅμως αὖ πάλιν ἐπετίθεντο λαθραίως, ὧδέ πῃ ἐμβάλλοντες ὡς πολεμησείοντες καὶ καραδοκεῖν ὡς ἐπιόντας αὐτοὺς παρεχόμενοι, ἄλλοθι δὲ μεταβαίνοντες καὶ ἀεί τι δρῶντες ἐπιτυχές. ἦν δ' ὅτε καὶ βασιλεὺς μὲν ὡς Ἀγαθόπολιν ἤλαυνεν, ἐπισχήσων τοὺς βαρβάρους τῶν ἐκδρομῶν, αὐτοὶ δὲ τὰς κώμας ἔκειρον, αἳ ἄγχιστα ἦσαν τῆς Φιλιππουπόλεως. κἀκείνου πρὸς τὸ πάσχον ἐπιόντος, ἐκεῖνοι αὖθις ἐπήλαυνον ἐξ ὧν ὁ βασιλεὺς ἀπανίστατο. ταῦτα δ' ἐποίει ἅτερος τῶν ἀδελφῶν ὁ Ἀσάν, ἀγχίνους ὢν διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ ξύμφορα ἱκανώτατος. Ἐγνώκει οὖν ὁ βασιλεὺς καὶ πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν, καὶ ὡς οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκεῖθεν γὰρ ἠκηκόει μὴ δυσπορεύτους εἶναι κατὰ πολὺ τὰς εἰς τὸν Αἷμον πορείας ἀλλ' ἔσθ' ὅπῃ καὶ εἰς εὐθείας ἀνοίγεσθαι καὶ ὕδωρ εἶναι εἰς ἄντλημα ἱκανώτατον καὶ χιλὸν τοῖς ὑποζυγίοις ἐνόδιον, εἰ κατὰ καιρὸν ἐκεῖ τις πορεύοιτο. ὡς δ' εἰς χειμέριον τροπὴν παρεγκλίνας ἤλαυνεν ἥλιος, καὶ ποταμοὶ μὲν ὑπὸ ψύχους ἐπήσσοντο καὶ ἄλλως βορείου καὶ ψυχροῦ τοῦ ἐκεῖσε κλίματος ὄντος, χιὼν δὲ πλείστη κατενεχθεῖσα τὸ τῆς γῆς ἠφάνισε πρόσωπον, οὐ μόνον πλήσασα φάραγγας, ἀλλὰ καὶ θύρας οἰκημάτων ἐπιζυγώσασα, ὑπερέθετο τὸ ἔργον εἰς ἀνάφανσιν ἔαρος, καὶ δὴ τὴν μὲν στρατιὰν αὐλίζεσθαι διαφῆκε κατὰ τὴν ἐκεῖθι ἐπαρχίαν, αὐτὸς δ' εὔζωνος τὴν βασιλίδα καταλαβὼν διεχεῖτο ἵππων ἁμίλλαις καὶ θεωρείοις ἐγάννυτο. ἅμα δ' ἦρι φανέντι ἔξεισι αὖθις καὶ μέτεισι τοὺς Μυσούς. ὅλους οὖν μῆνας τρεῖς ἐξηνυκὼς, καὶ περὶ τὴν τοῦ φρουρίου κατάσχεσιν ὃ Λοβιτζὸς ἐπικέκληται πλεῖστα πεπονηκὼς, ἀτελὲς τὸ ἐγχείρημα καὶ πάλιν ἀπολιπὼν ἐκεῖθεν μεθίσταται καὶ τὴν βασιλίδα τῶν πόλεων εἴσεισιν· αἱ γὰρ τῆς Προποντίδος χάριτες καὶ τὰ ἐπιτερπῆ κατ' αὐτὴν σκηνώματα τά τε κυνηγέσια καὶ ἱππάσια, ἁλυσιδοῦντα οἷον τοὺς ἐς ἡμᾶς αὐτοκράτορας, οὐκ εἴων ἐπὶ μακρὸν θυραυλεῖν, ἀλλ' ὡς ῥιψάσπιδας γινομένους ἔπειθον αὐτομολεῖν εἰς αὐτά. τότε δὲ καὶ τὴν τοῦ Ἀσὰν γυναῖκα κατέσχεν ὁ βασιλεὺς, καὶ τῶν ἀδελφῶν αὐτοῦ θάτερον τὸν Ἰωάννην εἰς ὅμηρον εἴληφεν. ἀλλὰ καὶ οὕτως ἐπὶ τὰ χείρω τὰ πράγματα προύβαινε.