Μετάβαση στο περιεχόμενο

Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/3

Από Βικιθήκη
Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (3)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (3)

3. Οὐκ ἦν δὲ λυκάβαντα παρελθεῖν μή τι ἐπενεγκόντα κοινὸν ἀποτρόπαιον, ὡς εἴπερ τὸ θεῖον ἐπέκλωσεν ἀνειρηνεύτους τὰς ἡμέρας τῶν καθ' ἡμᾶς μερόπων παραδραμεῖν· ὡς γάρ τι ἐνδεόντων πρὸς τὸ καθῆκον τῆς μαστιγώσεως τῶν ἐκ τοῦ κύκλῳ βαρβαρικοῦ μαχισμῶν, καὶ ὑπερόριον κακὸν εἰσεκώμασε Φρεδέριχος ὁ τῶν Ἀλαμανῶν ῥήξ. πρὸς γὰρ τὸν βασιλέα διαπρεσβευσάμενος Ἰσαάκιον, ὡς διὰ φιλίας ᾐτεῖτο τῆς Ῥωμαίων γῆς παριέναι αὐτός τε καὶ ὅσον οἱ συνεφέποιτο στράτευμα ἐν τῷ ἀπαίρειν εἰς Παλαιστίνην, καὶ τὰ πρὸς τὸ ζῆν ὠνουμένοις αὐτοῖς χορηγεῖσθαι καὶ τὸ δοκοῦν ἐπὶ τούτοις αὐτῷ σημανεῖν δι' οἰκείων ἀνταποστολῆς πρέσβεων. στέλλεται τοίνυν πρὸς αὐτὸν ὁ τοῦ δρόμου λογοθέτης Ἰωάννης ὁ Δούκας, καὶ πίστεις δοὺς καὶ λαβὼν ὡς αὐτὸς μὲν ὁ ῥὴξ τὴν ὑπὸ Ῥωμαίους ἀμαχεὶ διελεύσεται καὶ μηδέν τι δράσας ἐσεῖται κακόν, οὐ πόλιν, οὐ κώμην, οὐ φρούριον, οὐ πολίχνιον, Ῥωμαῖοι δὲ προβαλοῦσιν αὐτῷ τὰ ἐπιτήδεια ἄφθονα, ὡς μή τινος σπανίζειν τὴν ὑπ' αὐτὸν στρατιάν, ἀλλ' ἀπραγμόνως καὶ κατὰ λαιμὸν ἔχειν ὥσπερ ἐπεμβυόμενα ὅσοις ἄνθρωποι τρέφονται καὶ οἷα τοῖς ἵπποις ξυμβάλλεται, μετὰ καιρὸν ἐκεῖθεν ἐπάνεισι καὶ ἀγγέλλει τὰ ξυμφωνηθέντα τῷ βασιλεῖ. καὶ ὁ βασιλεὺς τῆς ξυλλογῆς τῶν ὠνίων φροντίδα τίθησι, καὶ ἦν ἐξ ἐπιτάγματος ὑπὸ τῶν ἐπαρχιωτῶν αὐτίκα μεταφερόμενα καθ' οὓς ἔμελλε τόπους ὁ ῥὴξ διέρχεσθαι. ὡς δὲ καὶ αὐτὸς ἐντὸς εἶναι τῶν ὁρίων ἠγγέλλετο τῶν Ῥωμαϊκῶν καὶ γράμματα πεφοιτηκότα τῷ βασιλεῖ μετ' ἀνδρῶν κατὰ γένος λαμπρῶν καὶ ἀξίωσιν τὴν αὐτοῦ παρουσίαν ἐσήμαινον, ὁ αὐτὸς καὶ πάλιν στέλλεται λογοθέτης εὖ διαθήσων τὴν δίοδον τοῦ ῥηγός, σὺν αὐτῷ δὲ καὶ ὁ Καντακουζηνὸς Ἀνδρόνικος. ἀλλ' οὗτοι ἀνεπιστημοσύνῃ τῶν ὀφειλόντων γενέσθαι καὶ μαλακότητι οἰκείᾳ (χρεὼν γὰρ καὶ φίλων ἡμῖν τῶν ἀνδρῶν ὄντων ὡς πρεσβυτέραν καὶ φιλτέραν τιμᾶν τὴν ἀλήθειαν) αὐτόν τε τὸν ῥῆγα κατὰ Ῥωμαίων ἐξέμηναν καὶ τὸν βασιλέα ὡς πολέμιον ἐκεῖνον ὑφορᾶσθαι παρέπεισαν. ὅθεν οἵ τε ὅρκοι συνεχέθησαν καὶ ἡ τῶν ζωαρκῶν ἐπιλελοίπει συγκομιδή. καὶ ἡμεῖς οἱ ταῦτα γράφοντες πλείστοις ἀνιαροῖς προσεπλάκημεν, τὴν τοῦ θέματος Φιλιππουπόλεως ὑπεζωσμένοι τηνικαῦτα καὶ ἀρχὴν καὶ ἀπογραφήν, νῦν μὲν πρὸς βασιλέως ἐπιταττόμενοι ἀνακτίζειν τὸν τῆς Φιλίππου περίβολον καὶ διαταφρεύειν καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρεσιν ἐπιτιμώμενοι, ἵνα μὴ εἴη κρησφύγετον τῷ ῥηγί. ἀμέλει καὶ ὁ μὲν ἐκδρομὰς ποιούμενος τὰ πρὸς τὸ ζῆν ἐπορίζετο, βασιλεὺς δὲ τοὺς τοῦ ῥηγὸς πρέσβεις οὐκ εἴα ἐπανελεύσεσθαι πρὸς τὸν ἀποστείλαντα καὶ τὰς στενὰς τῶν παρόδων, ὡς ἐκείνῳ ἐδόκει, ἀπέκλειε, καταβάλλων διὰ πελέκεων τὰ τῶν δένδρων ὑψιτενῆ καὶ βαθύρριζα, καὶ ταῦτα ἐκκορυφῶν ὡς εἰς ἀδιεξίτητον ἀντίφραγμα τοῖς ὁδεύουσιν. ἀλλὰ καὶ τὸν ἐξάδελφον ἐκείνου Μανουὴλ τὸν Καμύτζην, πρωτοστράτορα ὄντα, καὶ τὸν τῆς δύσεως δομέστικον τὸν Γίδον Ἀλέξιον παρέπεσθαί οἱ μετὰ στρατευμάτων ἐκέλευσε, καὶ λεληθότως ἐπιτίθεσθαι τοῖς χορτολογοῦσι καὶ τὰς τροφὰς μαστεύουσιν Ἀλαμανοῖς. τῷ δὲ ῥηγὶ οὕτω προσέστησαν τὰ ταῖς δυσχωρίαις γεγενημένα διὰ καταβολῆς τῶν δένδρων ἐπιτειχίσματα, ὥστε σὺν πόνῳ οὐδενὶ παρῆλθεν αὐτά. τὸ δὲ δὴ χαριέστερον, αὐτὸς μὲν δι' ἄλλης ὁδοῦ ἐπορεύθη καὶ εἰσεληλύθει τὴν Φιλιππούπολιν καὶ κατ' αὐτὴν ἐβάλετο χάρακα, Ῥωμαίους δὲ ἀντιπαρελθὼν ἔλαθε γενόμενος ἐν τοῖς ἔμπροσθεν καὶ κατέχων ὧν εἴργετο καὶ ὧν χάριν αἱ πάροδοι ἀπεφράσσοντο. τὴν δὲ Φιλιππούπολιν εἰσιὼν κεκενωμένην εὗρε τῶν πλειόνων καὶ ἐπιφανεστέρων αὐτῆς οἰκητόρων· εἰ γάρ τις καὶ ὑπολέλειπτο, πτωχεύων ἦν οὗτος καὶ τὴν οὐσίαν πᾶσαν ἐν οἷς ἐνεδέδυτο ἀριθμῶν ἢ τοῖς Ἀρμε- νίοις κατειλεγμένος· οὗτοι γὰρ μόνοι τῶν ἁπάντων οὐκ ἐπιδρομὴν ἐθνῶν ἀλλὰ φίλων παρουσίαν τὴν τῶν Ἀλαμανῶν διέλευσιν ἥγηντο, ἐπειδὴ καὶ συγχρῶνται Ἀρμενίοις Ἀλαμανοὶ καὶ κατὰ τῶν αἱρέσεων τὰς πλείστας ἀλλήλοις συμφέρονται· Ἀρμενίοις γὰρ καὶ Ἀλαμανοῖς ἐπ' ἴσης ἡ τῶν ἁγίων εἰκόνων προσκύνησις ἀπηγόρευται καὶ τοῖς ἀζύμοις κατὰ τὰς ἱεροτελεστίας ἀμφότεροι κέχρηνται καὶ ἄλλα ἄττα ὀρθοδόξοις Χριστωνύμοις ἀπόβλητα οὗτοι σφαλλόμενοι τοῦ ὀρθοῦ τηροῦσιν ὡς ἔννομα. πλὴν καὶ τῆς Φιλίππου γενόμενος ὁ ῥὴξ ἐγκρατὴς οὐκ ἀνῆκεν ἐπιστέλλων τῷ πρωτοστράτορι, καὶ διαμηνυόμενος ὡς μάτην αὐτὸν τῆς πρόσω πορείας Ῥωμαῖοι κωλύουσι καὶ μὴ δέον ἐπέχουσιν ἐπειγόμενον· μηδὲ γὰρ κατὰ Ῥωμαίων ἀξύμφορόν τι καὶ ἄχαρι καὶ νῦν καὶ πρότερον βεβουλεῦσθαι καὶ τὰ συντεθειμένα δὲ φυλάσσειν ἀπαρεγχείρητα. ὁ δὲ δῆλα τιθεὶς τῷ αὐτοκράτορι τὰ γραφόμενα, καὶ τὸ ποιητέον ἐκεῖθεν ἐπιταττόμενος, οὐδέποτε εἶχε τὸν βασιλέα τὰ πρὸς εἰρήνην ἀντεπιστέλλοντα, ἀλλ' ἀρρενοῦντα μᾶλλον αὐτὸν εἰς τὴν μετὰ τοῦ ῥηγὸς συμπλοκὴν, καὶ εἰς ἀγενὲς κατονειδίζοντα φρόνημα ὅτι μὴ ἐς δεῦρο ἔχει πυθόμενος ἀναίρεσιν καὶ ἧτταν Ἀλαμανῶν κατὰ ἴλας ἐξιόντων εἰς σιτίων ἀνεύρεσιν καὶ κατὰ πώεα πλατέα κἀκεῖ καὶ τῇδε ἐκχεομένων μετὰ πλείστης ὅσης τῆς πεποιθήσεως.