Χρησμοί Σιβυλλιακοί/Βιβλίο ΙΔ

Από Βικιθήκη
Χρησμοί Σιβυλλιακοί
Βιβλίο ΙΔ


0 Σιβύλλης λόγος ιδʹ 1 Ἄνθρωποι, τί μάτην ὡς ἀθάνατοί περ ἐόντες 2 καὶ βραχὺ κοιρανέοντες ἄγαν ὑψηλὰ φρονεῖτε 3 καὶ βασιλεύειν πάντες ὑπὲρ θνητοὺς ἐθέλοντες, 4 οὐχὶ νοοῦντες, ὅτι φιλοκοιρανίην θεὸς αὐτός 5 ἐχθαίρει, τὰ μάλιστα δ᾽ ἀπληστοκόρους βασιλῆας 6 δεινοὺς δυσσεβέας, σκοτίην δ᾽ ἐπὶ τοῖσιν ἐγείρει· 7 οὕνεκεν ἀντ᾽ ἀγαθῶν ἔργων δικαίων τε λογισμῶν 8 φάρεα πορφύρεα χλαίνας προύκριναν ἅπαντες 9 τοὺς πολέμους ποθέοντες ὀιζύας τε φόνους τε· 10 ὠκυμόρους θήσει θεὸς ἄφθιτος αἰθέρι ναίων 11 τούτους ἐκπέρσας καὶ ἐπ᾽ ἄλλυδις ἄλλον ὀλέσσει. 12 ἀλλ᾽ ὁπόταν ταύρων ὀλετὴρ ᾗ ἀλκὶ πεποιθώς 13 ἠύκομος βλοσυρὸς ἥξῃ καὶ πάντας ὀλέσσῃ 14 καὶ νομέας θραύσῃ, *βίη* δ᾽ οὐκ ἔσσεται αὐτοῖς, 15 εἰ μὴ ἄρ᾽ ὠκύτητι ποδῶν σκύλακες διὰ βήσσας 16 εἰς ἔριν ἀντήσουσι διωκέμεναι μεμαῶτες· 17 τὸν δὲ λέοντ᾽ ἐδίωξε κύων ὀλέκοντα νομῆας. 18 καὶ τότ᾽ ἄναξ ἔσται τετρασύλλαβος ἀλκὶ πεποιθώς 19 ἐκ μονάδος προφανείς· ταχὺ δ᾽ αὐτὸν χάλκεος Ἄρης 20 ἐξολέσει διὰ δῆριν ἀπληστοκόρων ἀνθρώπων. 21 ἄρξουσιν μετέπειτ᾽ ἄλλοι δύο φῶτες ἄνακτες 22 ἄμφω τεσσαράκοντ᾽ ἀριθμῶν· μεγάλη δ᾽ ἐπὶ τούτοις 23 ἔσσεται εἰρήνη *κόσμοιο* παντί τε δήμῳ 24 καὶ θέμις ἠδὲ δίκη· τοὺς δ᾽ αὖ κορυθαίολοι ἄνδρες 25 χρυσοῦ δευόμενοι καὶ ἀργύρου οὕνεκα τούτου 26 δυσσεβέως κτείνουσιν ἐνὶ παλάμῃσι λαβόντες. 27 καὶ τότε δ᾽ { αὖτ᾽ } ἄρξει δεινὸς νέος ἀγχιμαχητής 28 κοίρανος ἑβδομήκοντ᾽ ἀριθμῶν, θυμοφθόρος αἴθων, 29 ὃς λαὸν Ῥώμης ἀσεβῶς στρατιῇ παραδώσει 30 κτεινόμενον κακότητι διὰ μῆνιν βασιλήων 31 πρηνίξας πᾶσάν τε πόλιν κλεινήν τε Λατίνων. 32 Ῥώμην δ᾽ οὐκέτι ἔστιν ἰδεῖν οὐδ᾽ ἔστιν ἀκοῦσαι 33 *οἵαν περ πρώην εἶδεν τοίαν παροδίτης*· 34 πάντα γὰρ ἐν σποδιῇ τάδε κείσεται οὐδέ τις ἔργων 35 ἔσται φειδωλή· ὅλος γὰρ ἐλεύσεται αὐτός 36 οὐρανόθεν, πρηστῆρας ἀπ᾽ αἰθέρος ἠδὲ κεραυνούς 37 ἀνθρώποις πέμψει θεὸς ἄμβροτος· οὓς μὲν ὀλέσσει 38 σκηπτοῖς αἰθομένοις, οὓς δ᾽ αὖ κρυεροῖσι κεραυνοῖς. 39 καὶ τότε δὴ κτανέουσιν ἀναιδέα κοίρανον αἰνόν 40 νηπίαχοι Ῥώμης κρατερᾶς * Ῥώμης * τε Λατῖνοι. 41 οὔτοι τεθνηῶτι κόνις περικείσετ᾽ ἐλαφρή, 42 ἀλλὰ κυσὶν μέλπηθρα καὶ οἰωνοῖς τε λύκοις τε 43 ἔσσεται, οὕνεκα δῆμον Ἀρήιον ἐξενάριξεν. 44 τὸν μέτα τεσσαράκοντ᾽ ἀριθμῶν ἄρξει κλυτὸς ἄλλος 45 Παρθολέτης Γερμανολέτης θῆρας καταλύσας 46 δεινοὺς ἀνδροφόνους, οἳ ἐπ᾽ ὠκεανοῖο ῥοῇσιν 47 ἠδὲ καὶ Εὐφράταο διηνεκέως ἐφέπουσιν. 48 καὶ τότε δὴ Ῥώμη πάλιν ἔσσεται ὡς τὸ πρὶν ἦεν. 49 αὐτὰρ ἐπὴν ἔλθῃσι μέγας λύκος ἐν δαπεδοῖς οἷς, 50 κοίρανος ἐκ δυσμῶν ἐπιβὰς μετέπειτα θανεῖται 51 Ἄρηι κρατερῷ δεδαϊγμένος ὀξέι χαλκῷ. 52 καὶ τότε δ᾽ αὖτ᾽ ἄρξει [καὶ] ὑπερμενέων Ῥωμαίων ἄλλος Ἄρης μεγάθυμος ἀπ᾽ Ἀσσυρίης ἀναδειχθείς 54 γράμματος ἀρχομένου πολέμοισί τε πάνθ᾽ ὑποτάξει 55 αὐτὸς καὶ στρατιῇσιν ὁμοῦ ἀρχὴν ἐπιδείξει 56 καὶ θεσμοὺς θήσει· ταχὺ δ᾽ αὐτὸν χάλκεος Ἄρης 57 ἐξολέσει δολίοισιν ἐπὶ στρατιῇσι πεσόντα. 58 τὸν μέτα τρεῖς ἄρξουσιν ὑπέρβιον ἦτορ ἔχοντες, 59 ὃς μὲν ἔχων ἀριθμὸν μονάδος, δεκάδων δέ τε τρισσῶν 60 εἷς, ἕτερος δὲ ἄναξ τε τριηκοσίοισι μεθέξει· 61 σχέτλιοι, οἳ χρυσόν τε καὶ ἄργυρον ἐν πυρὶ πολλῷ 62 χωνεύσουσι, ναῶν ἱδρύματα χειροποιήτων, 63 καὶ στρατιαῖς δώσουσιν ὁπλιζόμενοι περὶ νίκης 64 χρήματα, δασσόμενοι κειμήλια πολλὰ καὶ ἐσθλά· 65 αἴσχεά τε μεμαῶτες ἴσως διαδηλήσονται, 66 ἰοβόλους Πάρθους τε βαθυρρόου Εὐφράταο 67 καὶ Μήδους ἐχθρούς τε καὶ ἁβροκόμους πολεμιστάς 68 Μασσαγέτας Πέρσας τε, φαρετροφόρους ἀνθρώπους. 69 ἀλλ᾽ ὁπόταν βασιλεὺς ἰδίῃ μοίρῃ καταλύσῃ 70 λείψας ὁπλοτέροις σκῆπτρον βασιλήιον υἱοῖς 71 καὶ θέμιν ἀντιβολῶν, οἳ δ᾽ αὐτίκα πατρὸς ἐφετμῶν 72 λησάμενοι καὶ χεῖρας ἐφοπλίσσαντες Ἄρηι 73 εἰς ἔριν ὁρμήσουσιν ὑπὲρ βασιληίδος ἀρχῆς. 74 καὶ τότε μοῦνος ἄναξ ἀπὸ τριτάτων πάλιν ἄλλος 75 ἄρξει καὶ ταχὺ μοῖραν ἐπόψεται δουρὶ βοληθείς. 76 τὸν μέτα πολλοὶ ἔπειτα ἐπ᾽ ἀλλήλοισιν ὀλοῦνται 77 ἴφθιμοι μέροπές τε ὑπὲρ βασιληίδος ἀρχῆς. 78 εἷς δ᾽ ἄρξει μεγάθυμος ὑπερμενέων Ῥωμαίων 79 πρέσβυς ἄναξ τετράδος καὶ πάντα καλῶς διαθήσει. 80 καὶ τότε Φοινίκῃ πόλεμος καὶ δῆρις ἐσεῖται, 81 ἡνίκ᾽ ἂν ἰοβόλων ἔλθῃ πέλας ἔθνεα Περσῶν. 82 *αἶ, πόσα προπέσεται ὑπὸ* ἀνδρῶν βαρβαροφώνων. 83 Σιδὼν καὶ Τρίπολις Βηρυτός θ᾽ ἡ μεγάλαυχος 84 ἀλλήλας ὄψονται ἐν αἵματι καὶ νεκύεσσιν. 85 τλήμων Λαοδίκεια, σὺ δ᾽ ἀμφ᾽ αὐτῇ μέγαν αἴρῃ 86 ἄπρηκτον πόλεμον διὰ δυσσεβίας ἀνθρώπων. 87 αἶ, μέλεοι Τύριοι, τὸ κακὸν θέρος ἀμήσεσθε, 88 ὁππόταν ἠέλιος φαεσίμβροτος ἤματι λείψῃ, 89 δίσκος δ᾽ οὐ φαίνῃ, ψεκάδες δ᾽ ἥξουσ᾽ ἐπὶ γαῖαν 90 πυκναὶ καὶ θαμέαι ἐξ οὐρανοῦ αἱματόεσσαι. 91 καὶ τότε δὴ θάνεται βασιλεὺς προδοθεὶς ὑφ᾽ ἑταίρων. 92 πολλοὶ δ᾽ αὖ μετὰ τοῦτον ἀναιδέες ἡγεμονῆες 93 ἀλλήλους κτενέουσι κακὴν ἔριδα προφέροντες. 94 καὶ τότε δ᾽ αὖτ᾽ ἔσται γεραρὸς πολύμητις ἀνάκτωρ 95 οὔνομα πέντ᾽ ἀριθμῶν μεγάλαις στρατιαῖσι πεποιθώς, 96 ὃν μέροπες στέρξουσι χάριν βασιληίδος ἀρχῆς· 97 τοὔνομα δ᾽ ἐσθλὸν ἔχων ἐσθλοῖς ἔργοισι προσάψει. 98 σῆμα δέ τοι ἔσται φοβερόν· τούτου κρατέοντος 99 μεσσηγὺς Ταυροῦ τε νιφοβλήτοιό τ᾽ Ἀμανοῦ 100 ἐκ Κιλίκων γαίης μία τις πόλις ἐξαπολεῖται 101 καλή τε βριαρή τε βαρυσθενέος ποταμοῖο. 102 πολλοὶ δ᾽ αὖ σεισμοί [τε] Προποντίδι καὶ Φρυγίαισιν 103 ἔσσονται· βασιλεὺς { δὲ } κλυτὸς ἰδίης ὑπὸ μοίρης 104 τηκεδανῷ θανάτοιο νόσῳ ψυχὴν ἀπολέσσει. 105 ἄρξουσιν μετὰ τόνδε δύο βασιλῆες ἄνακτες, 106 ὃς μὲν τριηκοσίων ἀριθμὸν προφέρων, ὁ δὲ τρισσῶν· 107 τοὔνεκα καὶ πολλοὺς ὑπὲρ ἄστεος ἐξολοθρεύσει 108 Ῥώμης ἑπταλόφου [δὲ] διὰ κρατερὴν βασιλείαν. 109 καὶ τότε συγκλήτῳ κακὸν ἔσσεται οὐδὲ φυγεῖται 110 χωομένου βασιλῆος ἐπ᾽ αὐτῇ θυμὸν ἔχοντος. 111 σῆμ᾽ ἔσται παρὰ πᾶσιν ἐπιχθονίοις ἀνθρώποις· 112 πλειότεροί θ᾽ ὑετοὶ νιφάδες *ἔσονται*, χάλαζα 113 ἐξολέσει ληίων καρποὺς ἐπ᾽ ἀπείρονα γαῖαν. 114 αὐτοὶ δ᾽ αὖτε πεσοῦνται ἐνὶ πολέμοισι δαμέντες 115 Ἄρηι κρατερῷ πολέμου χάριν Ἰταλιήων. 116 καὶ τότε δ᾽ αὖτ᾽ ἄρξει βασιλεὺς πολυμήχανος ἄλλος 117 συλλέξας πᾶσαν στρατιὴν καὶ χρήματα νείμας 118 χαλκεοθώρηξιν πολέμου χάριν· αὐτὰρ ἔπειτα 119 Νεῖλος ὑπὲρ Λιβύην πουλύσταχυν *ἠπείροιο* 120 ἀρδεύσει δύ᾽ ἔτη τὸ μέλαν πέδον Αἰγύπτοιο 121 χώρην τ᾽ ἀροσίμην· λιμὸς δὲ τὰ πάντα καθέξει 122 καὶ πόλεμος λῃσταί τε φόνοι τ᾽ ἀνδροκτασίαι τε. 123 πολλαὶ δ᾽ αὖτε πόλεις ὑπ᾽ ἀνθρώπων πολεμιστῶν 124 πρηνισμοῖς ἀπολοῦνται ὑπὸ στρατιῆς παλαμάων· 125 αὐτὸς δ᾽ αὖ πέσεται προδοθεὶς αἴθωνι σιδήρῳ. 126 τὸν μέτα τριηκοσίων ἀριθμῶν ὅς τ᾽ ἔλλαχεν ἀρχήν 127 Ῥωμαίων ἄρξει [καὶ] ὑπερμενέων ἀνθρώπων· 128 ἐκτανύσει λόγχην θυμοφθόρον Ἀρμενίοισιν 129 Πάρθοις Ἀσσυρίοισι μενεπτολέμοισί τε Πέρσαις. 130 καὶ τότε δ᾽ αὖ Ῥώμης κτίσις ἔσσεται ἀγλαοτεύκτου 131 χρυσῷ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι 132 κόσμῳ ἐπαιρομένης· πουλὺς δέ τε λαὸς ἐν αὐτῇ 133 ἀντολίης πάσης ἠδ᾽ ἑσπερίης πολυόλβου 134 οἰκήσει· βασιλεύς τε νόμους ἑτέρους ἐπὶ ταύτῃ 135 θήσει· τὸν μετὰ δ᾽ αὖτις ἀπειρεσίῃ ἐνὶ νήσῳ 136 δέξεται οὐλόμενος θάνατος καὶ μοῖρα κραταιή. 137 ἄρξει δ᾽ ἄλλος ἀνὴρ τριάδων δέκα θηρὶ ἐοικώς 138 εὐχαίτῃ βλοσυρῷ, ὃς ἀφ᾽ Ἑλλήνων γένος ἔσται. 139 καὶ τότε δὴ Φθίης πολυτρόφον ἄστυ Μολοσσῶν 140 καὶ Λάρισσα κλυτὴ καὶ ἐπ᾽ ὀφρύσι Πηνειοῖο ― 141 καὶ τότε δ᾽ ἱπποβότου Σκυθίης ἐπανάστασις ἔσται. 142 καὶ πόλεμος δεινὸς Μαιώτιδος ὕδασι λίμνης 143 ἔσται, ἐπὶ προχοαῖσι παρ᾽ ὑστάτιον στόμα πηγῆς 144 Φάσιδος ὑγροκόμοιο κατ᾽ ἀσφοδελὸν λειμῶνα· 145 πολλοὶ δὴ πεσέονται ὑπὸ κρατερῶν πολεμιστῶν. 146 αἶ μέλεοι, χαλκῷ ὁπόσους παραλήψεται Ἄρης. 147 καὶ τότε δὴ βασιλεὺς Σκυθικὸν γένος ἐξαλαπάξας 148 θνήξεται εἰν ἰδίῃ μοίρῃ βίοτον ἀναλύσας. 149 ἄλλος δ᾽ αὖτ᾽ ἄρξει τετράδος μετέπειτ᾽ ἀναδειχθείς 150 δεινὸς ἀνήρ, ὃν πάντες, ὅσοι πίνουσι πάχιστον 151 Ἀρμένιοι κρύσταλλον ἄγαν ῥείοντος Ἀράξεω, 152 δείσουσιν πολέμοισιν, ἀτὰρ Πέρσαι μεγάθυμοι. 153 μεσσηγὺς Κόλχων τε πολυσθενέων τε Πελασγῶν 154 ἔσσονται πόλεμοι δεινοί τ᾽ ἀνδροκτασίαι τε. 155 καὶ Φρυγίη γαίη τε Προποντίδος ἄστεα γαίης 156 φάσγανά [τ᾽] ἐκ κολεῶν ἀμφήκεα γυμνώσαντες 157 ἀλλήλους κόψουσι διὰ δυσσεβίας ἀλεγεινάς. 158 καὶ τότε δὴ μέγα σῆμα θεὸς μερόπεσσι βροτοῖσιν 159 οὐρανόθεν δείξει περιτελλομένοις ἐνιαυτοῖς, 160 φάλκην, ἐσσομένοιο τέρας πολέμοιο κακοῖο. 161 καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας, 162 ἀλλὰ θανεῖθ᾽ ὑπὸ χειρὶ δαμεὶς αἴθωνι σιδήρῳ. 163 τὸν μέτα πεντήκοντ᾽ ἀριθμῶν ἄρξει πάλιν ἄλλος 164 ἐξ Ἀσίης προφανείς, δεινὸς φόβος, ἀγχιμαχητής· 165 καὶ θήσει πόλεμον καὶ ἐπ᾽ ἀγλαὰ τείχεα Ῥώμης, 166 Κόλχοις θ᾽ Ἡνιόχοις τε γαλακτοπόταις { τ᾽ } Ἀγαθύρσοις 167 Εὐξείνῳ πόντῳ, Θρῄκης ψαμαθώδεϊ κόλπῳ. 168 καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας, 169 ὃν καὶ τεθνηῶτα νέκυν διαδηλήσονται· 170 καὶ τότε δὴ βασιλῆος ὀλωλότος ἔσσετ᾽ ἐρήμη 171 Ῥώμη κυδιάνειρα, πολὺς δέ τε λαὸς ὀλεῖται. 172 καὶ τότε δ᾽ αὖτ᾽ ἄρξει ἀπ᾽ Αἰγύπτοιο μεγίστης 173 δεινὸς καὶ φοβερός, Πάρθους δ᾽ ὀλέσει μεγαθύμους 174 Μήδους Γερμανούς τε Βοοσπορίδας τ᾽ Ἀγαθύρσους 175 Βρεττανοὺς * Περμανίους * φαρετροφόρους τ᾽ Ἴβηρας 176 Μασσαγέτας σκολιοὺς Πέρσας θ᾽ ὑπερηνορέοντας. 177 καὶ τότε Ἑλλάδα πᾶσαν ἐσόψεται ἀγλαὸς ἀνήρ 178 *ἐχθαίρων* Σκυθίῃ καὶ Καυκάσῳ ἠνεμόεντι. 179 σῆμα δέ τοι ἔσται κρατερόν· τούτου κρατέοντος 180 οὐρανόθεν στέφανοι μεσημβρίης τε καὶ ἄρκτου 181 ἀστράσι φαινομένοις πανομοίιοι ἀντείλωσιν. 182 καὶ τότε παιδὶ ἑῷ λείψει βασιλήιον ἀρχήν 183 στοιχείου ἀρχομένου [γὰρ], ἐπὴν ἰδίῃ ἐνὶ μοίρῃ 184 βήσεται εἰν Ἀίδαο δόμοις βασιλεὺς ἀγαπήνωρ. 185 ἀλλ᾽ ὁπόταν ἄρχῃ τούτου παῖς ἐν χθονὶ Ῥώμης 186 ἐκ μονάδος προφανείς, ἔσται κατὰ γαῖαν ἅπασαν 187 εἰρήνη μεγάλη πολυήρατος· ὅν τε Λατῖνοι 188 στέρξουσιν βασιλῆα ἑοῦ πατρὸς εἵνεκα τιμῆς· 189 ὃν σπεύδοντα μολεῖν καὶ ἐπ᾽ ἀντολίην { τε } δύσιν τε 190 Ῥωμαῖοι σχήσουσι καὶ οὐκ ἐθέλοντα πρὸς οἴκοις 191 Ῥώμης κοιρανέονθ᾽, ὅτι δὴ φίλος ἔπλετο πᾶσιν 192 θυμὸς ὑπὲρ βασιλῆος ἀγακλυτοῖο ἄνακτος. 193 ἀλλὰ μινυνθάδιόν μιν ἀφαρπάξει βιότοιο 194 οὐλόμενος θάνατος προδοθέντ᾽ ἰδίῃ ἐνὶ μοίρῃ. 195 ἄλλοι δ᾽ αὖ μετέπειτα πάλιν κρατεροὶ πολεμισταί 196 ἀλλήλους κόψουσι κακὴν ἔριδα προφέροντες, 197 οὐ βασίλειον ἔχοντες ἀνάκτορον, ἀλλὰ τυράννων. 198 πολλὰ δὲ δὴ τελέσουσι κακὰ κόσμῳ ἔνι παντί, 199 Ῥωμαίοις δὲ μάλιστα μέχρις τριτάτου Διονύσου, 200 ἄχρις ἀπ᾽ Αἰγύπτου κεκορυθμένος ἵξεται Ἄρης, 201 ὃν Διόνυσον ἄνακτα μετωνυμίην καλέουσιν. 202 ἀλλ᾽ ὁπόταν φόνιός τε λέων φονίη τε λέαινα 203 πορφύρεον ῥήξουσι κλυτὸν βασιλήιον εἷμα, 204 *πνεύμονι συμμάρψουσιν ἐπειγομένης βασιλείης*· 205 καὶ τότε δ᾽ ἁγνὸς ἄναξ, ὅς τ᾽ ἔλλαχε γράμματος ἀρχήν, 206 ἐχθροὺς ἡγεμονῆας * ἀμειψάμενος * περὶ νίκης 207 φέρβεσθαι σκυλάκεσσι καὶ οἰωνοῖσι μεθήσει. 208 αἰαῖ σοι, πυρίκαυστε πόλις, μεγαλόσθενε Ῥώμη, 209 ὁππόσα δεῖ σε παθεῖν, ὁπόταν τάδε πάντα γένηται. 210 ἀλλὰ μέγας βασιλεὺς ὁ περίκλυτος ἀμφὶς ἔπειτα 211 χρυσῷ τ᾽ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι 212 ἐξεγερεῖ πᾶσάν σε καὶ ἐν κόσμῳ προτερήσεις 213 κτήμασι καὶ ναοῖς ἀγοραῖς πλούτοις σταδίοις τε· 214 καὶ τότε δ᾽ αὖτις ἔσῃ πᾶσιν φῶς, ὡς τὸ πρὶν ἦσθα. 215 αἶ, μέλεοι Κέκροπες Καδμεῖοι ἠδὲ Λάκωνες, 216 οἳ περὶ Πηνειόν τε βαθύσχοινόν τε Μολοσσόν 217 Τρίκην Δωδώνην τε καὶ ὑψίδμητον Ἰθώμην 218 αὐχένα Πιερικόν τε, μέγαν περὶ ῥίον Ὀλύμπου, 219 Ὄσσαν Λάρισσάν τε καὶ ὑψίπυλον Καλυδῶνα. 220 ἀλλ᾽ ὁπόταν μέγα σῆμα θεὸς μερόπεσσι ποιήσῃ, 221 ἡμερίην σκοτόεσσαν ἀμολγαίην περὶ κόσμον, 222 καὶ τότε σοι, βασιλεῦ, τέλος ἔσσεται, οὐδὲ φύγοις ἄν 223 ὀξὺ κασιγνήτοιο βιὸν βεβολημένον ἐς σέ. 224 καὶ τότε δ᾽ αὖτ᾽ ἄρξει θυμοφθόρος ἄσπετος αἴθων 225 ἐκ γενετῆς βασιλῆος, ὃς Αἰγύπτου γένος ἕξει, 226 ὁπλότερος μέν, πολλὸν ἀρειότερος δὲ συναίμου, 227 ὀγδοήκοντ᾽ ἀριθμῶν ὃς ἔλλαχεν ἔντυπον ἀρχήν· 228 καὶ τότε δ᾽ ἀθανάτοιο θεοῦ θυμαλγέα μῆνιν 229 κόσμος ἅπας κόλποις ὑποδέξεται εἵνεκα τιμῆς· 230 ἔσται γὰρ μερόπεσσιν ἐφημερίοις ἀνθρώποις 231 λιμοὶ καὶ λοιμοὶ πόλεμοί τ᾽ ἀνδροκτασίαι τε 232 καὶ σκότος ἀκάματον [καὶ] ἐπὶ χθόνα μητέρα λαῶν 233 ἠδ᾽ ἀκαταστασίη καιρῶν καὶ ἀμείλιχος ὀργή 234 οὐρανόθεν σεισμοί τε κεραυνοί { τε } φλεγέθοντες 235 καὶ λάινοι ὑετοὶ καὶ αὐχμηραὶ ψεκάδες { τε }. 236 σείετο δ᾽ αὖ Φρυγίης γαίης αἰπεινὰ κάρηνα, 237 σείοντο Σκυθικῶν ὀρέων πόδες, ἔτρεμεν ἄστη, 238 ἔτρεμε δὲ χθὼν πᾶσα μετὰ σφίσιν Ἑλλάδος αἴης. 239 πολλαὶ δ᾽ αὖτε πόλεις τε θεοῦ μέγα θυμήναντος 240 πρηνισμοῖσι πέσονται ὑπ᾽ αἰθαλόεσσι κεραυνοῖς 241 καὶ κοπετοῖς, κοὐκ ἔστι φυγεῖν χόλον οὐδ᾽ ὑπαλύξαι. 242 καὶ τότε δ᾽ αὖ πέσεται βασιλεὺς στρατιῆς ὑπὸ χειρός 243 βληθεὶς οἷά περ οὔτις ὑπὸ σφετέρων ἀνθρώπων. 244 τὸν μέτα Λατίνων πολλοὶ πάλιν ἐξεγεροῦνται 245 ἄνδρες πορφυρέην λώπην ἀμφειμένοι ὤμοις, 246 οἳ κλήρῳ στέρξουσι λαβεῖν βασιλήιον ἀρχήν. 247 καὶ τότε τρεῖς βασιλεῖς ἐπ᾽ ἀγλαὰ τείχεα Ῥώμης 248 ἔσσονται, δύο μὲν πρῶτον κατέχοντες ἀριθμόν, 249 εἷς δὲ φέρων νεῖκος τὸ μετώνυμον οἷά περ οὐδείς· 250 στέρξουσιν Ῥώμην αὐτοὶ καὶ κόσμον ἅπαντα 251 κηδόμενοι μερόπων· ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτοῖς· 252 οὐ γὰρ ἔφυ κόσμῳ θεὸς ἵλαος οὐδὲ μὲν ἔσται 253 ἥμερος ἀνθρώποις, ὅτι δὴ κακὰ πολλὰ ἔοργαν. 254 τοὔνεκεν αὖ βασιλεῦσιν ἀεικέα θυμὸν ἐποίσει 255 παρδαλίων τε λύκων πολὺ χείρονα· τοὺς γὰρ ἀφειδῶς 256 χαλκεοθώρηκες παλάμαις ἰδίαισι λαβόντες 257 ἀπρήκτως δμηθέντας ἀνάλκιδας οἷα γυναῖκας 258 ἐξολέσουσιν ἄνακτας ἐπὶ σκήπτροισιν ἑοῖσιν. 259 αἶ, μέλεοι Ῥώμης ἐρικυδέος ἔξοχοι ἄνδρες, 260 ψευδαπάταις ὅρκοισι πεπεισμένοι ἐξαπολεῖσθε. 261 καὶ τότε δὴ πολλοὶ δορυκοίρανοι οὐ κατὰ κόσμον 262 φῶτες ἐφορμηθέντες ἀφαιρήσουσι γενέθλας 263 αἵματι πρωτογόνων ἀνδρῶν . . . . . . . . . 264 δὶς *τοίην δ᾽ οὐ πρῶτον ἄγειν οἰκτρὴν τότε δαίμων*, 265 πάντας δ᾽ ἀνθρώπους ἰδίοις ἔργοισιν ὀλέσσει. 266 ἀλλὰ πάλιν θεὸς ἄξει ἀναιδέα θυμὸν ἔχοντας 267 εἰς κρίσιν ἐλθέμεναι, ὅσσοι κακὰ τεκμήραντο· 268 *αὐτοὶ* ἐπιφράσσονται, ἐν ἀλλήλοισι βαλόντες, 269 αὐτὴν *εἰσοικρίσιν* ἐφιέμενοι κακότητος. 269a {ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα } 270 πολλὰ μὲν ἑξῆς ἄστρα, καὶ ἀκτινόεντα κομήτην 270a { ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο } 271 πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος. ― 272 ἡνίκα δ᾽ αὖ χρησμοὺς συνάγει πολλοὺς *περὶ* νήσων 273 *φραζόμενοι* ξείνοισι μάχην καὶ δηιοτῆτα 274 ἀργαλέην τ᾽ ἄτην *ἱερόν*, λέξει δὲ τάχιστα 275 πυροὺς καὶ κριθὰς συνάγειν ἐν δώμασι Ῥώμης εἰς ἄφενον σπεύδοντι ἐπὶ δυοκαίδεκα μῆνας. 277 καί τε ταλαίπωρος πόλις ἔσσεται ἤμασι κείνοις, 278 εὐθὺς δ᾽ εὐδαίμων πάλιν ἔσσεται οὐ κατὰ μικρόν· 279 ἡσυχίη δ᾽ ἔσται, ὁπόταν τὸ κρατοῦν ἀπόληται. 280 καὶ τότε Λατίνων γενεὴ πύματος βασιλεύων 281 ἔσται *καὶ* βασιλεία μετ᾽ αὐτὴν ἐξαναφύσει, 282 παῖδες καὶ παίδων γενεὴ ἀσάλευτος ὑπάρξει· 283 *ἔσται γὰρ γνωστή οἱ*, ἐπεὶ θεὸς αὐτὸς ἀνάσσει. 284 ἔστι δέ τις γαίη φίλη τροφὸς ἀνθρώποισιν 285 κειμένη ἐν πεδίῳ, περὶ δ᾽ αὐτὴν Νεῖλος ὁρίζει 286 πᾶσαν ἐπουρίζων Λιβύην ἠδ᾽ Αἰθιοπίαν, 287 καὶ Σύροι ἁρπάζουσιν ἐφήμεροι ἄλλοθεν ἄλλος 288 πᾶσαν ἀπαρτίην τῆσδ᾽ ἐκ γῆς· ᾗ μέγας ἔσται 289 κεδνὸς ἄναξ βασιλεὺς *παίδων καὶ φώτεσι πέμπων*. 290 καὶ δεινὸν φρονέων *περὶ δεινοτάτοις ἐπὶ πᾶσιν, 291 Ἰταλίης πάσης μεγαλόφρονος οἷσιν* ἀρωγόν 292 καρτερόν· ἡνίκα δ᾽ Ἀσσυρίης ἐπὶ οἴνοπα πόντον 293 ἔλθῃ καὶ Φοίνικας ἑοῖς οἴκοις δ᾽ ἀλαπάξει 294 δησόμενος πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνήν, 295 τῶν δύο κοιρανιῶν γαίης εἷς κοίρανος ἔσται. 296 νῦν δὲ τέλος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω· 297 *οἱ δ᾽* ἱερὴν Αἴγυπτον ἀπήμονα τὴν ἀσάλευτον 298 βάρβαροι οἰκήσουσιν, ὅταν φθόνος ἔκποθεν ἔλθῃ· 298a {ἀλλ᾽ ὅταν ἀλλάξῃ καιροὺς θεὸς . . . . . . . . . .} 299 χεῖμα θέρος ποιεῖ, τότε θέσφατα πάντα τελεῖται. 300 ἀλλ᾽ ὁπόταν τρεῖς παῖδες Ὀλύμπια νικήσωσιν, 301 κἂν μὲν δὴ *φράζωσι θεόκλυτα θέσφατα λέξῃ, 302 αἵματι τετράποδος γαλαθηνοῦ πρῶτα καθήρη*, 303 τρὶς τοίνυν Ὕψιστος ἄγοι μοίρην τότε δεινήν, 304 *οὔ γ᾽ ἂν πενθαλέον* δόρυ μακρὸν πᾶσι τανύσῃ, 305 αἷμα πολὺ ῥεύσει τότε βάρβαρον ἐν κονίῃσιν, 306 ξείνοις ἀξείνοισιν ὅταν πόλις ἐξαλαπαχθῇ. 307 ὄλβιος ὃς τέθνηκε καὶ ὄλβιος ὅστις ἄτεκνος· 308 *τὸν γὰρ δὴ* δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει 309 ὁ πρὶν ἐλευθερίῃσιν ἐπώνυμον ἡγεμονήσας, 310 βουλὰς ἔμπροσθεν μὲν ἀοίδιμον οὗτος ἑλίσσων· 311 τοίην δουλοσύνην θήσει *πολύεδρον* ἀνάκτωρ. 312 καὶ τότε δὴ Σικελῶν στρατὸς αὐτίκα δύσμορος ἥξει 313 δεῖμα φέρων, ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ· 314 καρπὸν ἐπὰν φύσωσι, διατμήξουσιν ἀρούρας. 315 τοῖς κακὸν ἀντ᾽ ἀγαθοῦ δώσει θεὸς ὑψικέραυνος· 316 ξεῖνος ξεῖνον ἀεὶ προνομεύσει χρυσὸν ἀπεχθῆ. 317 αὐτὰρ ἐπὴν δὴ πάντες ἐπόψονθ᾽ αἷμα λέοντος 318 ὠμοβόρου, φονία τ᾽ ἐπὶ σώματι ἥξει *λέαινα* 319 αὐτοῦ κὰκ κεφαλῆς, σκῆπτρον δ᾽ ἀπορίψει ἀπ᾽ αὐτοῦ. 320 ὡς δ᾽ ὁπόταν ἐν δαιτὶ φίλῃ γεύσωνται ἅπαντες 321 λαοὶ ἐν Αἰγύπτῳ, τελέουσι δὲ καρτερὰ ἔργα, 322 ἄλλος δ᾽ ἄλλον ἔρυκε, πολὺς δ᾽ ἀλαλητὸς ἐν αὐτοῖς· 323 ὣς αὔτως καὶ τάρβος ἐπέσσεται ἀνθρώποισιν 324 μαινομένης ἔριδος, πολλοὶ δ᾽ ἀπόλοιντο καὶ ἄλλοι 325 ἀλλήλους κτείνοντες ὑπὸ κρατερῆς ὑσμίνης· 326 καὶ τότε κυανέαις φολίσιν πεπυκασμένος ἥξει· 327 ἥξουσιν δύο ἄλλοι ὁμόρροθοι ἀλλήλοισιν 328 καὶ τρίτατος αὐτοῖσι κριὸς μέγας ἐκ Κυρήνης, 329 ὃν πρὶν ἔλεξα φυγόντα μάχης παρὰ χεύμασι Νείλου· 330 ἀλλ᾽ οὐδ᾽ ὣς ἄπρηκτον ὁδὸν τελέουσιν ἅπαντες. 331 καὶ τότε μὲν μεγάλων περιτελλομένων ἐνιαυτῶν 332 ἔσσονται μήκη πολυήσυχα· αὐτὰρ ἔπειτα 333 θήσετ᾽ ἐν Αἰγύπτῳ πόλεμος πάλι δεύτερος αὐτοῖς, 334 ναυμαχίη δ᾽ ἔσται, νῖκος δ᾽ οὐκ ἔσσεται αὐτοῖς. 335 ὦ μέλεοι, χείρωμ᾽ ἔσται πόλεως ἐπισήμου, 336 καὶ πολέμοις σκύλευμα γενήσεται οὐκ ἐπὶ δηρόν. 337 καὶ τότε δὴ χώρης πολλῆς ὁμοτέρμονες ἄνδρες 338 φεύξονται δειλοί, πολιοὺς δ᾽ ἄξουσι τοκῆας. 339 καὶ πάλιν ἐγκύρσουσι *παῖδα* μέγα νῖκος ἔχοντες, 340 *Ἰουδαίους* ὀλέσουσι μενεπτολέμους ἀνθρώπους, 341 ἄχρις ἁλὸς πολιῆς κεραΐζοντες πολέμοισιν, 342 ποιμένες *ἀμφότεροι*, περὶ πατρίδος ἠδὲ τοκήων. 343 *θήσει δὲ* φθιμένοισι τροπαιοφόρων γένος ἀνδρῶν. 344 αἶ, ὁπόσοι φῶτες περὶ κύματα νηχήσονται· 345 πολλοὶ γὰρ κείσονται ἐπὶ ψαμαθώδεας ἀκτάς· 346 ξανθὰ κάρηνα πέσονται ὑπ᾽ Αἰγυπτίων πετεηνῶν· 347 δὴ τότε *τῶν Ἀράβων* μετελεύσεται αἷμα βρότειον. 348 ἀλλ᾽ ὅταν αὖτε λύκοι κυσὶν ὅρκια πιστώσωνται 349 νήσῳ { ἐν } ἀμφιρύτῃ, πύργων τότ᾽ ἀνάστασις ἔσται, 350 ἄνδρες { δ᾽ } οἰκήσουσι πόλιν τὴν πολλὰ παθοῦσαν. 351 οὐκέτι γὰρ δόλιος χρυσὸς οὐδ᾽ ἄργυρος ἔσται, 352 οὐ κτῆσις γαίης, οὐ δουλείη πολύμοχθος· 353 ἀλλὰ μίη φιλότης τε καὶ εἷς τρόπος εὔφρονι δήμῳ· 354 κοινὰ δὲ πάντ᾽ ἔσται καὶ φῶς ἴσον ἓν βιότοιο. 355 ἐν γαίῃ κακίη καταδύσεται εἰς ἅλα δῖαν. 356 καὶ τότε δ᾽ ἐγγὺς ἔην τὸ θέρος μερόπων ἀνθρώπων. 357 ταῦτα τελεσθῆναι κρατερὴ ἐπικείσετ᾽ ἀνάγκη. 358 οὐ λέξει τότε τις συμβλήμενος ἄλλος ὁδίτης, 359 ὥς ῥά ποτ᾽ ἀμπαύσει μερόπων γένος ὀλλυμένων περ. 360 καὶ τότε δ᾽ ἁγνὸν ἔθνος πάσης γῆς σκῆπτρα κρατήσει 361 εἰς αἰῶνας ἅπαντας ἅμ᾽ ἰφθίμοισι τοκεῦσιν.