Μετάβαση στο περιεχόμενο

Χρησμοί Σιβυλλιακοί/Βιβλίο ΙΓ

Από Βικιθήκη
Χρησμοί Σιβυλλιακοί
Βιβλίο ΙΓ


0 Σιβύλλης λόγος ιγʹ 1 θεὸν ἀείδειν με λόγον κέλεται μέγαν 2 ἅγιος ἀθάνατος θεὸς ἄφθιτος, ὃς βασιλεῦσιν 3 δῶκε κράτος καὶ ἀφείλατ᾽ ἰδὲ χρόνον ὥρισεν αὐτοῖς 4 ἀμφοτέρων, ζωῆς τε καὶ οὐλομένου θανάτοιο. 5 καὶ τὰ μὲν οὐράνιός με θεὸς ἀέκουσαν ἐπείγει 6 ἀγγέλλειν βασιλεῦσιν ὑπὲρ βασιληίδος ἀρχῆς.⁂ 7 καὶ δόρυ θοῦρος Ἄρης· ὑπὸ δ᾽ αὐτοῦ πάντες ὀλοῦνται. 8 νηπίαρχος γεγαώς τε θεμιστεύει ἀγοραῖσιν· 9 πολλοὶ γὰρ πόλεμοί τε μάχαι τ᾽ ἀνδροκτασίαι τε 10 λιμοὶ καὶ λοιμοὶ σεισμοὶ μαλεροί τε κεραυνοί 11 *ἀσσυρίων τε πόροι πολλοὶ* κατὰ κόσμον ἅπαντα 12 ἠδὲ λεηλασίη τε καὶ ἱεροσυλία ναῶν. 13 καὶ τότε δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων 14 Ἰνδῶν τ᾽ Ἀρμενίων τ᾽ Ἀράβων θ᾽ ἅμα· καὶ περὶ τούτοις 15 Ῥωμαῖος πελάσει βασιλεὺς πολέμου ἀκόρητος 16 αἰχμητὰς ἐπάγων καὶ ἐπ᾽ Ἀσσυρίους, νέος Ἄρης· 17 ἄχρις ἐπ᾽ Εὐφράτην τε βαθύρροον ἀργυροδίνην 18 ἐκτανύσει πέμψας λόγχην πολεμήιος Ἄρης 19 *ιδετεωσ* ἕνεκα· καὶ γὰρ προδοθεὶς ὑφ᾽ ἑταίρου 20 καππέσετ᾽ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ. 21 αὐτίκα δ᾽ αὖτ᾽ ἄρξειε φιλοπόρφυρος αἰχμητής τε 22 ἐκ Συρίης προφανείς, Ἄρεος φόβος, ἔν τε καὶ υἱῷ 23 Καίσαρι καὶ πέρσει πᾶσαν χθόνα· τοὔνομα δ᾽ αὐτοῖς 24 ἓν πέλετ᾽ ἀμφοτέροισιν· ἐπὶ πρώτου κεἰκοστοῦ 25 πένθ᾽ ἑκατοντάδες εἰσὶ τεθειμέναι. ἡνίκα δ᾽ οὗτοι 26 ἐν πολέμοις ἄρξουσι, θεμιστονόμοι δὲ γένωνται, 27 ἄμπαυσις πολέμου βαιὸν ἔσσεται, οὐκ ἐπὶ δηρόν· 28 ἀλλ᾽ ὁπόταν ποίμνῃ λύκος ὅρκια πιστώσηται 29 πρὸς κύνας ἀργιόδοντας, ἔπειτα δὲ δηλήσηται 30 βλάψας εἰροπόκους ὄιας, περὶ δ᾽ ὅρκια ῥίψει· 31 καὶ τότε δῆρις ἄθεσμος ὑπερφιάλων βασιλήων 32 ἔσσεται ἐν πολέμοισι, Σύροι δ᾽ ἔκπαγλ᾽ ἀπολοῦνται, 33 Ἰνδοί τ᾽ Ἀρμένιοί τ᾽ Ἄραβες Πέρσαι Βαβυλῶνες. 34 ἀλλήλους ὀλέσουσι διὰ κρατερὰς ὑσμίνας. 35 ἀλλ᾽ ὁπόταν Ῥωμαῖος Ἄρης Γερμανὸν ὀλέσσῃ 36 Ἄρεα νικήσας θυμοφθόρον ὠκεανοῖο, 37 δὴ τότε καὶ Πέρσῃσιν, ὑπερφιάλοις ἀνθρώποις, 38 πουλυετὴς πόλεμος, νίκη δ᾽ οὐκ ἔσσεται αὐτοῖς· 39 ὡς γὰρ ἐφ᾽ ὑψηλῆς πολυδειράδος ἠνεμοέσσης 40 ἠλιβάτου πέτρης ἰχθὺς οὐ νήχετ᾽ ἐπ᾽ ἄκρης 41 οὐδὲ χέλυς πέταται, αἰετὸς δ᾽ οὐ νήχετ᾽ ἐς ὕδωρ, 42 οὕτω καὶ Πέρσαι μακρόθεν νίκης γεγάωσιν 43 ἤματι τῷ, ἐφ᾽ ὅσον τε φίλη τροφὸς Ἰταλιήων 44 κειμένη ἐν πεδίῳ Νείλου παρὰ θέσφατον ὕδωρ 45 ἑπταλόφῳ Ῥώμῃ ὥρης ἀπόμοιραν ἰάλλοι. 46 ταῦτα δὲ πέπρωται· ὅσσον δέ τοι οὔνομα, Ῥώμη, εἰν ἀριθμοῖς ἔσχεν ψηφιζομένοιο χρόνοιο, 48 τοσσούτους λυκάβαντας ἑκοῦσά σε σιτομετρήσει, 49 δῖα πόλις μεγάλη Μακηδονίοιο ἄνακτος. 50 ἄλλο δ᾽ ἄχος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω 51 ὀλλυμένοις διὰ δῆριν ἀεικελίων ἀνθρώπων. 52 ἄρσενες οἱ πρότερον δειλοὶ καὶ ἀνάλκιδες ὄντες 53 εἰρήνην στέρξουσι δι᾽ ἡγεμόνων κακότητα. 54 καὶ χόλος Ἀσσυρίοις ἥξει μεγάλοιο θεοῖο 55 αὐτούς τ᾽ ἐξολέσει ποταμοῦ χείμαρρος, ὃς ἐλθών 56 Καίσαρος ἐς πτολίεθρα Χαναναίους ἀδικήσει. 57 Πύραμος ἀρδεύσει Μόψου πόλιν, ἔνθα πεσοῦνται 58 Αἰγαῖοι διὰ δῆριν ὑπερμενέων ἀνθρώπων. 59 τλήμων Ἀντιόχεια, σὲ δ᾽ οὐ λείψει βαρὺς Ἄρης 60 Ἀσσυρίου πολέμοιο ἐπειγομένου περὶ σεῖο· 61 σοῖς γὰρ ἐνὶ μελάθροισι κατοικήσει πρόμος ἀνδρῶν, 62 ὃς Πέρσας μὲν ἅπαντας ὀιστοβόλους πολεμήσει, 63 αὐτὸς [ὁ] Ῥωμαίων γεγαὼς βασιληίδος ἀρχῆς. 64 νῦν κοσμεῖσθε, πόλεις Ἀράβων, ναοῖς σταδίοις τε 65 ἠδ᾽ ἀγοραῖς πλατείαις τε καὶ ἀγλαοφεγγέι πλούτῳ 66 καὶ ξοάνοις χρυσῷ τε καὶ ἀργύρῳ ἠδ᾽ ἐλέφαντι· 67 ἐκ πάντων δὲ μάλιστα μαθηματική περ ἐοῦσα 68 Βόστρα Φιλιππόπολίς { τε }, ἵν᾽ ἔλθῃς εἰς μέγα πένθος 69 οὐ γάρ σ᾽ ὀνήσει σφαιρώματα καγχαλόωντα 70 ζῳδιακοῦ κύκλου, Κριὸς Ταῦρος Δίδυμοί τε, 71 ἠδ᾽ ὁπόσοι σὺν τοῖσιν ἐν οὐρανῷ ἰνδάλλονται 72 ἀστέρες ὡρονόμοι, τλήμων, πόλλ᾽ οἷς σὺ πέποιθας, 73 ὁππόταν ἦμαρ ἐκεῖνο τὸ σὸν μετόπισθε πελάσσῃ. 74 νῦν δὲ φιλοπτολέμοισιν Ἀλεξανδρεῦσιν ἀείσω 75 δεινοτάτους πολέμους· πουλὺς δ᾽ ἄρα λαὸς ὀλεῖται 76 ἀστῶν ὀλλυμένων ὑπ᾽ ἀντιπάλων πολιητῶν 77 μαρναμένων στυγερῆς ἔριδος χάριν, ἀμφὶ δὲ τούτοις 78 ἀίξας φοβερωπὸς Ἄρης *στήσει* πολέμοιο. — 79 καὶ τότε δ᾽ αὖ μεγάθυμος ἑῷ σὺν παιδὶ κραταιῷ 80 καππέσεται δολίως διὰ πρεσβύτερον βασιλῆα. 81 τὸν μέτα δ᾽ αὖτ᾽ ἄρξει κρατερᾶς Ῥώμης ἐριθήλου 82 ἄλλος ἄναξ μεγάθυμος ἐπιστάμενος πολεμίζειν, 83 Δακῶν ἐξαναδύς, τριηκοσίων ἀριθμοῖο· 84 ἔσσεται ἐκ τετράδος κεραίης, πολλοὺς δ᾽ ἀπολέσσει, 85 καὶ τότε δὴ μάλα πάντας ἀδελφειούς τε φίλους τε 86 ἐξολέσει βασιλεύς, καὶ ἀποφθιμένων βασιλήων· 87 αὐτίκα δ᾽ αὖ πιστῶν τε λεηλασίαι τε φόνοι τε 88 ἔσσοντ᾽ ἐξαπίνης [γε] διὰ πρότερον βασιλῆα. 89 ἔνθ᾽ ὁπόταν δολόμητις ἀνὴρ *ἐπὶ κλίνης* ἔλθῃ, 90 λῃστὴς ἐκ Συρίης προφανείς, Ῥωμαῖος ἄδηλος, 91 καὶ πελάσει δολίως ἐς Καππαδόκων γένος ἀνδρῶν 92 καὶ πολιορκήσας *πέσεται* πολέμου ἀκόρητος, 93 δὴ τότε σοι, Τύανα καὶ Μάζακα, ἔσσεθ᾽ ἅλωσις· 94 λατρεύσεις, τούτῳ δὲ ὑπὸ ζυγὸν αὐχένα θήσεις· 95 καὶ Συρίη κλαύσειεν ἀπολλυμένων ἀνθρώπων 96 οὐδὲ Σεληναίη τότε ῥύσεται ἱερὸν ἄστυ. 97 ἡνίκ᾽ ἂν ἐκ Συρίης φθάμενος *περιφυξανασέλγην* 98 Ῥωμαίους προφυγὼν διὰ [δ᾽] Εὐφρήταο ῥοάων, 99 οὐκέτι Ῥωμαίοις ἐναλίγκιος, ἀλλ᾽ ἀγερώχοις 100 ἰοβόλοις Πέρσαις, τότε κοίρανος Ἰταλιητῶν 101 καππέσετ᾽ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ 102 ὃν κόσμον ἐάσας· ἐπὶ δ᾽ αὐτῷ παῖδες ὀλοῦνται. 103 ἀλλ᾽ ὁπόταν γ᾽ ἄλλος βασιλεὺς Ῥώμης βασιλεύσῃ, 104 καὶ τότε Ῥωμαίοις ἀκατάστατα ἔθνεα *ἔλθῃ* 105 οὖλος Ἄρης σὺν παιδὶ νόθῳ ἐπὶ τείχεα Ῥώμης. καὶ τότε δὴ λιμοὶ λοιμοὶ μαλεροί τε κεραυνοί 107 καὶ πόλεμοι δεινοὶ ἀκαταστασίαι τε πολήων 108 ἔσσοντ᾽ ἐξαπίνης· Σύροι δ᾽ ἔκπαγλ᾽ ἀπολοῦνται· 109 ἥξει γὰρ τούτοις μέγας χόλος Ὑψίστοιο 110 αὐτίκα δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων, 111 Ῥωμαίους δ᾽ ὀλέσουσι Σύροι Πέρσῃσι μιγέντες· 112 ἀλλ᾽ οὐ νικήσουσιν ὅμως θεοκράντορι βουλῇ. 113 αἶ, ὁπόσοι φεύξονται ἀπ᾽ ἀντολίης γεγαῶτες 114 σὺν κτεάτεσσιν ἑοῖσιν ἐς ἀλλοθρόους ἀνθρώπους· 115 αἶ, ὁπόσων ἀνδρῶν πίεται χθὼν αἷμα κελαινόν· 116 ἔσται γὰρ χρόνος οὗτος, ἐν ᾧ ποτε τοῖς τεθνεῶσιν 117 οἱ ζῶντες μακαρισμὸν ἀπὸ στομάτων ἐνέποντες 118 φθέγξονται καλὸν τὸ θανεῖν καὶ φεύξετ᾽ ἀπ᾽ αὐτῶν. 119 ἄρτι δὲ σέ, τλήμων Συρίη, κατοδύρομαι οἰκτρῶς· 120 ἥξει καὶ πληγή σοι ἀπ᾽ ἰοβόλων ἀνθρώπων 121 δεινή, ἥν τοι οὔποτ᾽ ἐπήλπισας ἥξουσάν σοι. 122 ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας, 123 Εὐφράτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν, 124 ὅς σε καταφλέξει καὶ πάντα κακῶς διαθήσει. 125 τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ᾽ ἐροῦσιν, 126 ὁππόταν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς· 127 πάντα δὲ συλήσας καὶ γυμνώσας σε προλείψει 128 ἄστεγον ἀοίκητον· ἄφνω δέ σε κλαύσεθ᾽ ὁρῶν τις. 129 καὶ σὺ θρίαμβος ἔσῃ, Ἱεράπολι, καὶ σύ, Βέροια· 130 Χαλκίδι συγκλαύσαιτε νεοτρώτοις ἐπὶ τέκνοις. 131 αἶ, ὁπόσοι ναίουσι ... Κάσιον ὄρος αἰπύ, 132 ἠδ᾽ ὁπόσοι κατ᾽ Ἀμανόν, ὅσους δὲ Λύκος παρακλύζει, 133 Μαρσύας δὲ ὅσους καὶ Πύραμος ἀργυροδίνης· 134 ἄχρι τε γὰρ Ἀσίης περάτων θήσουσι λάφυρα, 135 ἄστεα γυμνώσαντες, ὅλων δ᾽ εἴδωλ᾽ ἀφελοῦνται 136 καὶ ναοὺς ῥίψουσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ. 137 καί ποτε Γαλλίῃ καὶ Παννονίῃ μέγα πῆμα 138 Μυσοῖς Βιθυνοῖς θ᾽, ὁπόταν ἥξει πολεμιστής. 139 ὦ Λύκιοι, Λύκιοι, λύκος ἔρχεται αἷμα λιχμῆσαι, 140 Σάννοι ὅταν ἔλθωσι σὺν Ἄρηι πτολιπόρθῳ 141 καὶ Κάρποι πελάσωσιν ἐπ᾽ Αὐσονίοισι μάχεσθαι. 142 καὶ τότε δὴ νόθος υἱὸς ἑῇ ὑπ᾽ ἀναιδέι τόλμῃ 143 ἐξολέσει βασιλῆα, παραυτίκα δ᾽ αὐτὸς ὀλεῖται 144 δυσσεβίης ἕνεκεν· μετὰ δ᾽ αὖτ᾽ ἄρξει πάλιν ἄλλος 145 ἀρχὴν οὐνομάτεσσι φέρων· ταχὺ δ᾽ αὖτε πεσεῖται 146 Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ. 147 καὶ πάλι κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων 148 λοιμῷ καὶ πολέμῳ. Πέρσαι δ᾽ ἐπὶ μῶλον Ἄρηος 149 αὖτις ἐφορμήσουσι μεμηνότες Αὐσονίοισιν. 150 καὶ τότε Ῥωμαίων φυγὴ ἔσσεται· αὐτὰρ ἔπειτα 151 ἀρητὴρ ἥξει ὁ πανύστατος ἡλιόπεμπτος 152 ἐκ Συρίης προφανεὶς καὶ πάντα δόλῳ διαπράξει. 153 καὶ τότε δ᾽ ἠελίου πόλις ἔσσεται· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῇ 154 Πέρσαι Φοινίκων φοβερὰς τλήσονται ἀπειλάς. 155 ἡνίκα δ᾽ αὖτ᾽ ἄρξουσιν ὑπερμενέων Ῥωμαίων ἄνδρες ἀρηίθοοι δύο κοίρανοι· ὃς μὲν ἐφέξει 157 ἑβδομήκοντ᾽ ἀριθμόν, ὁ δὲ τριτάτου ἀριθμοῖο· 158 καὶ τότε δ᾽ ὑψαύχην ταῦρος σκάπτων ὀνύχεσσιν 159 γαῖαν καὶ κέρασιν κονίην δισσοῖσιν ἐγείρων, 160 ἑρπυστὴν κυανόχρωον δράσει κακὰ πολλά 161 ὁλκὸν σύροντα φολίσιν· ἐπὶ δ᾽ αὐτὸς ὀλεῖται. 162 ἠυκέρως δ᾽ ἔλαφος μετὰ τόνδ᾽ ἥξει πάλιν ἄλλος 163 πεινάων κατ᾽ ὄρη μεμαὼς ἐν γαστρὶ πάσασθαι 164 ἰοβόλους θῆρας· τότ᾽ ἐλεύσεται ἡλιόπεμπτος 165 δεινός τε φοβερός τε λέων πνείων φλόγα πολλήν. 166 δὴ τόθ᾽ ὅ γ᾽ αὖτ᾽ ὀλέσει πολλῇ καὶ ἀναιδέι τόλμῃ 167 εὐκεράωτ᾽ ἔλαφόν τε θοὸν καὶ θῆρα μέγιστον 168 ἰοβόλον φοβερὸν συρίγματα πόλλ᾽ ἀφιέντα 169 λοξοβάτην τε τράγον, ἐπὶ δ᾽ αὐτῷ κῦδος ὀπηδεῖ· 170 αὐτὸς δὴ ὁλόκληρος ἀλώβητος καὶ ἄπλητος 171 ἄρξει Ῥωμαίων, Πέρσαι δ᾽ ἔσσοντ᾽ ἀλαπαδνοί. 172 ἀλλὰ ἄναξ, βασιλεῦ κόσμου, θεέ, παῦσον ἀοιδήν 173 ἡμετέρων ἐπέων, δὸς δ᾽ ἱμερόεσσαν ἀοιδήν.