Μετάβαση στο περιεχόμενο

Χρησμοί Σιβυλλιακοί/Αβέβαια

Από Βικιθήκη
Χρησμοί Σιβυλλιακοί
Αβέβαια


F1 1 Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, 2 πῶς ταχέως ὑψοῦσθε βίου τέλος οὐκ ἐσορῶντες; 3 οὐ τρέμετ᾽ οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν, 4 ὕψιστον γνώστην πανεπόπτην μάρτυρα πάντων 5 παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ᾽ ἐν ἅπασιν 6 κάτθετο χἠγητῆρα βροτῶν πάντων ἐποίησεν; 7 εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης ἀγένητος 8 παντοκράτωρ ἀόρατος ὁρώμενος αὐτὸς ἅπαντα, 9 αὐτὸς δ᾽ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης· 10 τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ 11 ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; 12 ἀλλ᾽ οὐδ᾽ ἀκτίνων κατεναντίον ἠελίοιο 13 ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες 14 ἄνδρες, ἐν ὀστείοισι φλέβες καὶ σάρκες ἐόντες. 15 αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾽ ἡγήτορα κόσμου, 16 ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη 17 αὐτογενὴς ἀγένητος ἅπαντα κρατῶν διὰ παντός, 18 πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαῒ κοινῷ. 19 τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν, 20 ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀέναόν τε 21 δοξάζειν αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας 22 δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν Ἅιδῃ. 23 τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθήν 24 εὐθεῖαν προλιπόντες ἀπήλθετε καὶ δι᾽ ἀκανθῶν 25 καὶ σκολόπων ἐπλανᾶσθε· βροτοί, παύσασθε, μάταιοι, 26 ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέι νυκτὶ μελαίνῃ, 27 καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. 28 οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει. 29 ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί. 30 ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει. 31 γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· 32 εἷς θεός ἐστι βροχὰς ἀνέμους σεισμοὺς ἐπιπέμπων 33 ἀστεροπὰς λιμοὺς λοιμοὺς καὶ κήδεα λυγρά 34 καὶ νιφετοὺς κρύσταλλα. τί δὴ καθ᾽ ἓν ἐξαγορεύω; 35 οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει.

F2 1 εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσιν, 2 πλείονες ἀνθρώπων γεγενημένοι ἂν θεοὶ ἦσαν, 3 οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾽ ὑπῆρξεν.

F3 1 εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾽ ἀνδρός 2 ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι· 3 ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν 4 οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην 5 καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου 6 οὔρεά θ᾽ ὑψήεντα ἀένναα χεύματα πηγῶν. 7 τῶν τ᾽ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος, 8 ἑρπετὰ δ᾽ ἐν γαίῃ κινούμενα ψυχοτροφεῖται, 9 ποικίλα τε πτηνῶν λιγυροθρόα τραυλίζοντα 10 ξουθὰ λιγυπτερόφωνα ταράσσοντ᾽ ἀέρα ταρσοῖς, 11 ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν 12 ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν. 13 πάντων δ᾽ ἡγητῆρα κατέστησεν θεότευκτον, 14 ἀνδρὶ δ᾽ ὑπέταξεν παμποίκιλα κοὐ κατάληπτα. 15 τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾽ ἅπαντα; 16 ἀλλ᾽ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾽ ἀπ᾽ ἀρχῆς, 17 ἄφθαρτος κτίστης αἰώνιος αἰθέρα ναίων, 18 τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν, 19 τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων 20 καὶ πόλεμον καὶ λοιμὸν ἰδ᾽ ἄλγεα δακρυόεντα. 21 ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; 22 αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. 23 οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ, 24 εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας· 25 ἀντὶ δὲ χρυσήεντα πόλον κατ᾽ ἀπείρονα ναίειν 26 σητόβρωτα δέδορκε, πυκναῖς δ᾽ ἀράχναις δεδίασται· 27 προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι, 28 καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης 29 καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα 30 καὶ παρ᾽ ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε 31 ἄλλα τε πολλὰ μάταια, ἃ δὴ καἰσχρὸν ἀγορεύειν· 32 εἰσὶ θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων, 33 τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. 34 ὃς δ᾽ ἔστιν ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς 35 καὶ μέλιτος -.-. - γλυκερώτερον ἀνδράσι χάρμα 36 ἐκπροχέει -.-. -, τῷ δὴ μόνῳ αὐχένα κάμπτε, 37 καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾽ ἀνακλίνοις. 38 ταῦτα λιπόντες ἅπαντα δίκης μεστὸν τὸ κύπελλον 39 ζωρότερον στιβαρὸν βεβαρημένον εὖ μάλ᾽ ἄκρητον 40 εἱλκύσατ᾽ ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες. 41 κοὐ θέλετ᾽ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν 42 καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ᾽ ἐφορῶντα. 43 τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾽ ἐφ᾽ ὑμᾶς, 44 λαμπάσι καυθήσεσθε δι᾽ αἰῶνος τὸ πανῆμαρ 45 ψευδέσιν αἰσχυνθέντες ἐπ᾽ εἰδώλοισιν ἀχρήστοις. 46 οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε 47 ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοί 48 οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον 49 δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾽ οὐρανοῦ ἀστερόεντος.

F4 1 κλῦτε δέ μου, μέροπες, βασιλεὺς αἰώνιος ἄρχει.

F5 ὃς μόνος ἐστὶ θεὸς κτίστης ἀκράτητος ὑπάρχων· 2 αὐτὸς δ᾽ ἐστήριξε τύπον μορφῆς μερόπων τε 3 αὐτὸς ἔμιξε φύσιν πάντων, γενέτης βιότοιο.

F6 1 ὁππόταν ἔλθῃ, 2 πῦρ ἔσται σκοτόεντι μέσῃ ἐνὶ νυκτὶ μελαίνῃ.

F7 1 {θεός} ἀποίητος.

F8 Ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φησίν, ὦ δέσποτα, τὴν 2 τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς με— 3 τέωρον ἀρθεῖσαν διαφυλάττεις, ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως 4 ἡμέρας;