Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/584

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
11591160
S. JOANNIS CLIMACI

ντων εἰκών· ἐλπίδος ἔλλειψις, ἀγάπης ἀφανισμὸς, ταύτῃ δέδενται πόνοι, ταύτῃ κρέμανται κόποι· ταύτην κυκλοῖ ἔλεος. Εὔελπις μοναχὸς, ἀκηδίας σφάκτης, ἐν μαχαίρᾳ ταύτης, ἐκείνην τροπούμενος, Ἐλπίδα τίκτει δώρων Κυρίου πεῖρα· ὁ γὰρ ἄπειρος οὐκ ἀδίστακτος μένει. Ἐλπίδα [ἐλπίς] λύει θυμός· ἡ μὲν γὰρ οὐ καταισχύνει· ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.

Ἀγάπη προφητείας χορηγός· ἀγάπη τεράτων παρεκτική· ἀγάπη ἐλλάμψεως ἄβυσσος. Ἀγάπη πηγὴ πυρός· ὅσον ἀναβλύσει, τοσοῦτον τὸν διψῶντα καταφλέξει· ἀγάπη ἀγγέλων στάσις· ἀγάπη προκοπὴ τῶν αἰώνων. Ἀπάγγειλον ἡμῖν, ὦ καλὴ ἐν ἀρεταῖς, ποῦ ποιμαίνεις τὰ πρόβατά σου, ποῦ κατασκηνοῖς ἐν μεσημβρίᾳ; φώτισον ἡμᾶς, πότισον ἡμᾶς, ὁδήγησον ἡμᾶς, χειραγώγησον ἡμᾶς, ἐπειδὴ λοιπὸν ἀναβαίνειν πρὸς σὲ βουλόμεθα. Σὺ γὰρ δεσπόζεις πάντων. Νῦν δέ μου ψυχὴν κεκαρδίωκας, καὶ οὐ δύναμαι κατέχειν σου τὴν φλόγα, ὅθεν ὑμνήσας σε πορεύομαι· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις, καὶ νεκροῖς· σὺ ταπεινοῖς ὡς τραυματίαν ὑπερήφανον λογισμόν· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου, καὶ ἀπολεμήτους τοὺς σοὺς ἐραστὰς ἀπεργάζῃ. Πῶς δὲ ὁ Ἰακὼβ ἐπὶ τὴν κλίμακά σε ἐστηριγμένην τεθέαται μαθεῖν ἐπείγομαι. Τί δὲ ἄρα τὸ εἶδος τῆς τοιαύτης ἀνόδου ἐρωμένῳ φράσον· τίς δὲ ὁ τρόπος καὶ ὁ ἔρανός σου τῆς τῶν βαθμῶν ἐκείνης συνθέσεως (10), ἃς ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ὁ σὸς ἐραστής· τίς δὲ ὁ ἀριθμὸς τούτων ἐδίψων γνῶναι· ὅσος δὲ ἄρα τοῦ δρόμου χρόνος. Τοὺς γὰρ χειραγωγοὺς ἀπήγγειλεν ὁ μαθών σου τὴν πάλην καὶ τὴν ὅρασιν (11)· οὐδὲν δὶ ἕτερον φωτίζειν βεβούληται, μᾶλλον δὲ δεδύνηται, εἰ δέοι με λέγειν οἰκειότερον (12). Ἡ δὲ ὥσπερ ἐξ οὐρανοῦ μοι φανεῖσα, ἡ βασίλισσα αὔτη, καὶ ὡς ἐν ὠτί μου ψυχῆς τοῦτο προσομιλοῦσα ἔλεγεν· Ἐὰν μὴ λυθῇς, ὦ ἐραστὰ, τῆς παχύτητος, ἐμὴν ὥραν, ὡς ἔστι, μανθάνειν οὐ δύνασαι. Ἡ δὲ κλίμαξ τὴν τῶν ἀρετῶν σε διδασκέτω πνευματικὴν σύνθεσιν (13)· ἐπ᾿ αὐτῆς διεστήριγμαι ἐγὼ τῆς κορυφῆς, καθὰ ὁ μέγας μου μύστης ἔφησε. Νῦν δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ πάντων ἡ ἀγάπη.

Προτροπὴ ἐπίτομος καὶ ἰσοδύναμος τῶν διὰ πλάτους εἰρημένων.

Ἀναβαίνετε, ἀναβαίνετε, ἀναβάσεις προθύμως