Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/583

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11571158
SCALA PARADISI.—GRADUS XXX.

πείνης ἐνέργεια ἄδηλός τις καὶ ἀσήμαντος· ἡ δὲ τῆς δίψης ἐπιτατική τις καὶ προφανὴς, καὶ τοῦ φλογμοῦ πᾶσι σημαντική· διὰ τοῦτό φησιν ὁ Θεὸν ποθῶν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, τὸν ἰσχυρὸν, τὸν ζῶντα. Εἰ πρόσωπον φιλουμένου ἐναργῶς ὅλους ἡμᾶς μεταβάλλει, καὶ φαιδροὺς, καὶ ἱλαροὺς, καὶ ἀλύπους ἀπεργάζεται· τί ἂν καὶ οὐ ποιήσει πρόσωπον Δεσπότου ἐν καθαρᾷ ψυχῇ ἐπιδημίαν ἀοράτως ποιουμένου; Ὁ μὲν φόβος ὅταν αἰσθήσει ψυχῆς γένηται, ἐκτήκειν καὶ κατεσθίειν τὴν ῥυπαρίαν πέφυκε. Καθήλωσον γὰρ, φησὶν, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἡ δὲ ὁσία ἀγάπη ἐνίους μὲν κατεσθίειν εἴωθε, κατὰ τὸν εἰπόντα· Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας. Ποτὲ δέ τινας λαμπρύνειν, καὶ ἀγαλλιᾶσθαι ποιεῖ. Ἐπ᾿ αὐτῷ γάρ φησιν· Ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθύνθην [ἐβοηθήθην], καὶ ἀνέταλεν [ἀνέθαλεν] ἡ σάρξ μου· καὶ καρδίας εὐφραινομένης, πρόσωπον θάλλει.

Ὅταν λοιπὸν ὅλος ὁ ἄνθρωπος οἷόν πως συνανακραθῇ τῇ τοῦ Θεοῦ ἀγάπῃ, τότε καὶ ἐκτὸς τοῦ ἐν τῷ σώματι ὡς δι᾿ ἐσόπτρου τινὸς τὴν τῆς ψυχῆς δείκνυσι λαμπρότητα· οὕτως δοξάζεται Μωϋσῆς ὁ θεόπτης ἐκεῖνος. Οἱ τοιοῦτον ἰσάγγελον κατειληφότες, πολλάκις τροφῆς σωματικῆς ἐπιλανθάνονται. Οἶμαι δὲ οὐδὲ συχνότερον ταύτης ὀρέγονται. Καὶ οὐ θαῦμα· εἴπερ καὶ πόθος ἐναντίος πολλάκις τροφὴν διεκρούσατο, οἶμαι τῶν ἀφθάρτων τούτων λοιπὸν, μηδὲ, ὡς ἔτυχε, τὸ σῶμα νοσηλεύεσθαι· ἡγνίσθη γὰρ καὶ τρόπον τινὰ ἐφθαρτοποιήθη διὰ φλογὸς ἁγνείας διακοψάσης φλόγα (7). Οἶμαι μηδὲ αὐτὴν βρῶσιν, ἣν προσίενται λοιπὸν μεθ᾿ ἡδύτητος προσίεσθαι. Ὕδωρ μὲν γὰρ ὑπόγειον ῥίζαν φυτοῦ, τούτων δὲ ψυχὴν πῦρ οὐρανίον τρέφειν πέφυκεν· αὔξησις φόβου ἀρχὴ ἀγάπης· τέλος δὲ ἁγνείας ὑπόθεσις θεολογίας. Ὁ Θεῷ τελείως τὰς αἰσθήσεις ἑνώσας τοὺς λόγους αὐτοῦ μυσταγωγεῖται ὑπ᾿ αὐτοῦ· τούτων γὰρ μὴ συναφθέντων χαλεπὸν περὶ Θεοῦ διαλέγεσθαι. Ἐνούσιος μὲν λόγος τελειοῖ ἁγνείαν, παρουσίᾳ ἑαυτοῦ νεκρώσας τὸν θάνατον· τούτου δὲ νεκρωθέντος, ὁ τῆς θεολογίας μαθητὴς πεφώτισται. Ὁ λόγος Κυρίου ὁ ἐκ Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· ὁ γὰρ Θεὸν μὴ γνοὺς στοχαστικῶς ἀποφθέγγεται (8)· ἁγνεία μαθητὴν θεολόγον εἰργάσατο δι᾿ ἑαυτοῦ κρατύναντα τῆς τριάδος τῶν τριῶν [al. abest τῶν τριῶν] τὰ δόγματα. Ὁ ἀγαπῶν τὸν Κύριον, τὸν ἀδελφὸν αὐτοῦ προηγάπησεν. Ἀπόδειξις γὰρ τοῦ προτέρου τὸ δεύτερον. Ὁ ἀγαπῶν τὸν πλησίον οὐδέποτε καταλαλούντων ἀνέξεται· ὡς ἀπὸ πυρὸς μᾶλλον δὲ ἀποφεύξεται. Ὁ λέγων Κύριον ἀγαπᾷν καὶ τῷ ἀδελφῷ αὐτοῦ ὀργιζόμενος, ὅμοιός ἐστι τῷ καθ᾿ ὕπνους τρέχοντι. Κράτος ἀγάπης ἐλπὶς, δι᾿ αὐτῆς γὰρ τὸν τῆς ἀγάπης μισθὸν ἀπεκδεχόμεθα. Ἐλπίς ἐστιν ἀδήλου πλούτου πλοῦτος· ἐλπίς ἐστιν ἀνενδοίαστος πρὸ θησαυροῦ θησαυρός· αὕτη κόπων ἀνάπαυλαι, αὕτη ἀγάπης θύρα, αὕτη ἀναιρεῖ ἀπόγνωσιν, αὕτη τῶν ἀπ-