Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/585

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
11611162
SCALA PARADISI.—GRADUS XXX.

ἐν καρδίᾳ τιθέμενοι, ἀδελφοὶ, τοῦ φάσκοντος ἀκούοντες· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὅρος Κυρίου· καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν τοῦ καταρτίζοντος τοὺς πόδας ἡμῶν ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶντος, τοῦ νικῆσαι ἐν τῇ ὁδῷ αὐτοῦ. Δράμετε, δυσωπῶ, μετ᾿ ἐκείνου τοῦ λέγοντος· Σπουδάσωμεν ἕως οὗ καταντήσωμεν εἰς τὴν ἑνότητα πάντες τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ὃς τριακονταέτης τῇ ὁρωμένῃ ἡλικίᾳ βαπτισθεὶς, τὸν τριακοστὸν βαθμὸν ἐν τῇ νοερᾷ κλίμακι ἐκληρώσατο· εἴπερ ἡ ἀγάπη ἐστὶν ὁ Θεός· ᾧ ὕμνος, ᾧ κράτος, ᾧ σθένος· ᾧ τὸ πάντων ἀγαθῶν αἴτιον ἔνεστι, καὶ ἦν, καὶ ἔσται εἰς ἀορίστους αἰῶνας.


ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ Λʹ.
Περὶ πίστεως, ἐλπίδος καὶ ἀγάπης.

Πίστις συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέντων, ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο Ἀβραὰμ, μαρτυρηθεὶς ὅτι οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς, ὅτι ὁ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι.

Ἡ μὲν γὰρ. Πίστις.
Τὴν δέ. Ἐλπίδα.
Ἡ δέ. Ἀγάπη.

Καταχρηστικῶς τὴν οὐσίαν ἐνέργειαν ἐκάλεσεν.

Τῇ ἀσθενείᾳ ἡμῶν συγκατιὼν ὁ πατὴρ ἐκ τῶν ἐλαττόνων ποιεῖται τὰ παραδείγματα.

Ὁ βασιλεῖ παριστάμενος, καὶ ἀνθρώπους θεραπεύων, ἔστιν ὅτε καθ’ ὑπόκρισιν, καὶ κατ’ ὀφθαλμοδουλείαν καὶ μισθαρνίαν ποιεῖ, ὃς καὶ διήμαρτε τοῦ μακαρισμοῦ. Μακάριος δὲ ὅντως ἐκεῖνος, ὃς πρὸς τῷ ἐκτὸς εἵδει, τὸ ἐντὸς ἦθος συναρτήσας, ὅλῳ νοῒ τὴν παράστασιν ὁρᾶται τελῶν· μόνος πρὸς μόνον τὰς νοερὰς αἰτήσεις εὐθύμῳ διανοίᾳ περαιούμενος.

Ὁμοίως, φησὶ, καὶ ἐπὶ σωματικοῦ ἔρωτος, καὶ ἐπὶ πνευματικοῦ ὡσαύτως τοῦ ὄντος ἐστὶν, ἐν σώματι.

Ὦ πιστὲ, ὦ συνετέ· τῶν γὰρ παθῶν διὰ τῆς σωφροσύνης ἀπαλλαγεῖσα, τότε ἀκατασχέτως τῷ θείῳ ἔρωτι φλέγεται.

Ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, ᾧ ἂν ἐνοικήσῃ διὰ καθάρσεως, τελειοῖ μὲν ἐν αὐτῷ τὴν καθαρότητα· τὸν δὲ θάνατον ἤγουν τὰ πάθη εἰς τέλος ἀπονεκροῖ.