Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/513

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10171018
SCALA PARADISI. — GRADUS XXVI.

ρανοῦ ῥιφεῖσαν ὑπερηφανίαν, τὴν ἀναφέρουσαν ἡμᾶς λοιπὸν καὶ καταφέρουσαν ἕως τῶν ἀβύσσων.

Γνώριμα καθεστήκασι τοῖς γράμματα παιδευομένοις (11), ποῖα μὲν εἰσαγομένων, ποῖα δὲ μέσων, ποῖα δὲ διδασκάλων τυγχάνουσι τὰ μαθήματα. Πρόσχωμεν νουνεχῶς, μήπως ἐν τῇ μαθήσει χρονίσαντες ἔτι ἐν τοῖς εἰσαγωγικοῖς διατρίβωμεν ἐπαγγέλμασι· ὅπερ αἰσχύνῃ πᾶσι γνωρίζεται γηραλέον ἰδέσθαι εἰς παιδευτήριον πορευόμενον.

Ἀρίστη πᾶσιν ἀλφάβητος αὕτη (12). Α ὑπακοὴ, Β νηστεία, Γ σάκκος, Δ σποδὸς, Ε δάκρυα, Ζ ἐξομολόγησις, Η σιωπὴ, Θ ταπείνωσις, Ι ἀγρυπνία, Κ ἀνδρεία, Λ ψύχος, Μ κόπος, Ν ταλαιπωρία, Ξ ἐξουδένωσις, Ο συντριβὴ, Π ἀμνησικακία, Ρ συναδελφία (13), Σ ἠπιότης, Τ πίστις ἁπλῆ καὶ ἀπερίεργος, Υ ἀμεριμνία κόσμου, Φ μῖσος ἄμισον γονέων, Χ ἀπροσπάθεια, Ψ ἁπλότης σὺν ἀκακίᾳ, Ω ἑκούσιος εὐτέλεια. [Καλὴ τάξις ὅροι μέσων.] Κατάληψις καὶ ψῆφος προκοπτόντων, ἀκενοδοξία, ἀοργησία, εὐελπιστία, ἡσυχία, διάκρισις, κρίσεως μνήμη παγία, εὐσπλαγχνία, φιλοξενία, νουθεσία σύμμετρος, προσευχὴ ἀπαθὴς, ἀφιλαργυρία. Οὗτος ὅρος, λόγος τε καὶ νόμος πνευμάτων καὶ σωμάτων ἐν σαρκὶ εὐσεβῶς τελειουμένων· ἀναιχμαλώτιστος Α καρδία, Β τετελειωμένη ἀγάπη, Γ ταπεινοφροσύνης πηγὴ, νοὸς Δ ἐκδημία Χριστοῦ, Ε ἐνδημία φωτὸς, καὶ Ζ προσευχῆς ἀσυλία, ἐλλάμψεως Η Θεοῦ περιουσία, πόθος Θ θανάτου, μῖσος Ι ζωῆς, φυγὴ Κ σώματος, κόσμου Λ πρέσβυς, Θεοῦ Μ βιαστὴς, ἀγγέλων Ν συλλειτουργὸς, γνώσεως Ξ ἄβυσσος, μυστηρίων Ο οἶκος, ἀῤῥήτων Π φύλαξ, ἀνθρώπων Ρ σωτὴρ, δαιμόνων Σ Θεὸς, παθῶν Τ Κύριος, Δεσπότης Υ σώματος, φύσεως Φ ἐπίτροφος, ἁμαρτίας Χ ξένος, ἀπαθείας Ψ οἶκος, μιμητὴς Ω Δεσπότου, ἐκ βοηθείας Δεσπότου, οὐ μικρᾶς ἡμῖν (14), ὅτε τὸ σῶμα νοσεῖ, χρείατῆς νήψεως. Χαμαὶ γὰρ οἱ δαίμονες θεασάμενοι ἡμᾶς καὶ [κειμένους] μὴ δυναμένους τέως ἐκ τῆς ἀτονίας ἀσκήσει καθ᾿ ἑαυτὸν χρήσασθαι, χαλεπῶς τότε πολεμοῦν δοκιμάζουσιν. Ἐν μὲν τοῖς κατὰ κόσμον ὁ τοῦ θυμοῦ, ἔστι δὲ ὅτε καὶ τῆς βλασφημίας ὁ δαίμων ἐν τοῖς νοσοῦσι παρέπεται. Ἐν δὲ τοῖς ἔξω κόσμου, εἰ μὲν τῶν χρειῶν εὐποροῦσιν (15), ὁ τῆς γαστριμαργίας καὶ πορνείας· εἰ δὲ ἐν ἀπαρακλήτοις τισὶ καὶ ἀθλητικοῖς διατρίβουσι τόποις, ὁ τῆς ἀκηδίας καὶ ἀχαριστίας παρεδρεύει τύραννος (16)· ἐπεσημηνάμην τὸν τῆς πορνείας λύκον ὀδύνας προστιθέντα τῷ κάμνοντι· καὶ ἐν αὐταῖς ταῖς ὀδύναις κινήσεις αὐτῷ καὶ ἐκκρίσεις ποιοῦντα· καὶ ἦν ἔκπληκτόν τι γινόμενον ἰδέσθαι ἐν ἀλγηδόσι σφοδραῖς τὴν σάρκα σφριγῶσαν καὶ μαινομένην. Καὶ ἐπέστρεψα καὶ εἶδον κατακειμένους, καὶ ἐπὶ τῆς κλίνης αὐτῆς ὑπὸ τῆς θείας ἐνεργείας, ἢ ὑπὸ κατανύξεως παρακαλουμένους· καὶ μέντοι διὰ τῆς παρακλήσεως τὰς ὀδύνας διεκρούοντο· ὡς οὕτως διακεῖσθαι, ὡς μὴ θέλειν αὐτοὺς τῆς νόσου ἀπαλλαγῆναί ποτε. Καὶ ἐπέστρεψα, καὶ εἶδον κεκακωμένους, καὶ διὰ τῆς νόσου ὡς δι᾿ ἐπιτιμίου τινὸς πά-