Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/512

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10151016
S. JOANNIS CLIMACI

λέντες, καὶ οἱ ἐξ ἀναιδείας εἰς συναίσθησιν ἐληλυθότες· πῶς τε μετὰ τὴν νῆψιν τοῦ νοὸς, καὶ τῆς πωρώσεως, μᾶλλον δὲ πηρώσεως αὐτοῦ διάλυσιν, καὶ ἑαυτοὺς κατὰ νοῦν αἰδοῦνται, ἐφ᾿ οἷς πρώην ἐλάλουν καὶ ἔπραττον ἐν τυφλώσει διάγοντες. Εἰ μὴ ὀψίσει (6) καὶ σκοτάσει πρῶτον ἐν τῇ ἡμέρᾳ τῆς ψυχῆς, οὐ μὴ οἱ κλέπται κλέψωσι, καὶ θύσωσι, καὶ ἀπολέσωσι. Κλοπή ἐστιν ἄγνωστος αἰχμαλωσία ψυχῆς· θυσία ψυχῆς ἐστι λογικοῦ νοὸς θνῆσις ἐν πράξεσιν ἀτόποις περιπεσόντος· ἀπώλεια δὲ ἡ μετὰ τὴν ἀνομίαν ἑαυτοῦ ἀπόγνωσις. Μηδεὶς ἐπὶ ταῖς εὐαγγελικαῖς ἐντολαῖς ἀδυναμίαν προβάληται· εἰσὶ γὰρ ψυχαὶ αἳ καὶ ὑπὲρ τὴν ἐντολὴν διεπράξαντο. Πείσει σε πάντως τὸ εἰρημένον ὁ ὑπὲρ ἑαυτὸν τὸν πλησίον ἀγαπήσας, καὶ ὑπὲρ τούτου τὴν ψυχὴν προθέμενος (7), καίπερ ἐπιταγὴν Κυρίου εἰς τοῦτο μὴ κομισάμενος. Θαρσείτωσαν οἱ τεταπεινωμένοι ἐμπαθεῖς· εἰ γὰρ καὶ ἐν πᾶσι τοῖς βοθύνοις περιπέσωσι, καὶ ἐν πάσαις ταῖς παγίσι βροχισθῶσι, καὶ πᾶσαν νόσον νοσήσωσιν· ἀλλά γε μετὰ τὴν ὑγείαν πᾶσι φωστῆρες, καὶ ἰατροὶ, καὶ λύχνοι, καὶ κυβερνῆται γίνονται, ἑκάστης νόσου τοὺς τρόπους διδάσκοντες, καὶ τοὺς μέλλοντας πίπτειν, ἐκ τῆς οἰκείας πείρας διασώζοντες· εἰ μὲν ἐκ προγεγενημένων προλήψεων τυραννοῦνταί τινες (8) καὶ διδάσκειν κἀν ψιλῷ λόγῳ δύνανται, διδάξωσιν. Ἴσως γάρ ποτε κἂν τοὺς οἰκείους λόγους αἰσχυνθέντες τῆς πρακτικῆς ἄρξωνται (9) (μὴ μέντοι καὶ ἄρξωσι), καὶ γενήσεται καὶ ἐν αὐτοῖς ὅπερ ἐπίτινων ἐν βορβόρῳ κυλιομένων εἶδον γινόμενον· ἐμπεπηλωμένοι γὰρ ὑπάρχοντες τὸν τρόπον τῆς ἐκεῖσε αὐτῶν καταποντίσεως τοὺς παρερχομένους ἐδίδασκον ὑπὲρ τῆς σωτηρίας αὐτῶν τοῦτο πραγματευόμενοι, ὅπως μὴ κἀκεῖνοι τῇ αὐτῇ ὁδῷ πέσωσι· καὶ μέντοι διὰ τὴν ἑτέρων σωτηρίαν, καὶ αὐτοὺς ὁ παντοδύναμος τοῦ πηλοῦ ἐλυτρώσατο. Εἰ δέ γε οἱ ἐμπαθεῖς ἑκουσίως ἑαυτοὺς ταῖς ἡδοναῖς ἐπιῤῥίπτουσι, σιωπῇ τὴν διδασκαλίαν ἐνδείξονται. Ὧν χάριν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.

Χαλεπὸν, ὄντως χαλεπὸν περαιούμεθα, ὦ μοναχοὶ ταπεινοὶ, πέλαγος καὶ πολλῶν πνευμάτων, καὶ σπιλάδων, καὶ ἰλίγγων, καὶ πειρατῶν, καὶ σιφώνων, καὶ βραχῶν, καὶ θηρίων, καὶ κυμάτων πεπληρωμένον. Σπιλάδα μὲν ἐπὶ ψυχῆς, τὸν ἄγριον θυμὸν καὶ αἰφνίδιον νοήσωμεν· ἴλιγγα δὲ τὴν ἀνελπιστείαν τὴν περικυκλοῦσαν τὸν νοῦν, καὶ τοῦτον αὐτὸν ἐν βυθῷ ἀπογνώσεως κατενέγκαι σπουδάζουσαν· βράχος δὲ τὴν ἄγνοιαν, τὴν τὸ κακὸν ὡς καλὸν κατέχουσαν· θηρία δὲ, τὸ βαρὺ τοῦτο καὶ ἄγριον σῶμα· πειρατὰς δὲ τοὺς τῆς κενοδοξίας χαλεπωτάτους ὑπουργοὺς τοὺς τὸν φόρτον ἡμῶν, καὶ τὸν κάματον τῶν ἀρετῶν ἀφαρπάζοντας· κῦμα δὲ τὴν πεφυσημένην καὶ ὀγκουμένην κοιλίαν (10), τὴν ἐκ τῆς ἰδίας ὁρμῆς τῷ θηρίῳ παραπέμπουσαν· σίφωνα δὲ, τὴν ἐκ τοῦ οὐ-