Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/511

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10131014
SCALA PARADISI. — GRADUS XXVI.

ΛΟΓΟΣ ΚϚʹ.
Περὶ διακρίσεως λογισμῶν, καὶ παθῶν, καὶ ἀρετῶν.

Διάκρισίς ἐστιν ἐν μὲν τοῖς εἰσαγομένοις, ἡ τῶν καθ᾿ ἑαυτοὺς ἀληθὴς ἐπίγνωσις· ἐν τοῖς δὲ μέσοις ἡ τὸ κυρίως ἀγαθὸν ἐκ τοῦ φυσικοῦ, καὶ τοῦ ἐναντίου ἀπταίστως διακρίνουσα νοερὰ αἴσθησις· ἐν τοῖς δὲ τελείοις (1), ἡ διὰ θείας ἐλλάμψεως ἐνυπάρχουσα γνῶσις, ἥτις καὶ τὰ ἐν ἄλλοις σκοτεινῶς ἐνυπάρχοντα τῷ ἑαυτῆς λύχνῳ καταφωτίζειν ἰσχύουσα. Ἢ τάχα καθολικῶς τοῦτο καὶ ἔστι, καὶ γνωρίζεται διάκρισις, ἡ τοῦ θείου θελήματος ἀσφαλὴς κατάληψις ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι, ἥτις ἐνυπάρχει μόνοις τοῖς καθαροῖς τῇ καρδίᾳ (2), καὶ τῷ σώματι, καὶ τῷ στόματι. Ὁ μὲν τοὺς τρεῖς εὐσεβῶς καθελὼν συγκαθεῖλε (3), καὶ τοὺς πέντε· ὁ δὲ ἐκείνων ἀμελῶν οὐδέτερον νικήσει. Διάκρισίς ἐστι συνείδησις ἀμόλυντος, καὶ καθαρὰ αἴσθησις· μηδεὶς ἐν τῇ μοναδικῇ πολιτείᾳ ὑπὲρ φύσιν τινὰ ἀκούων ἢ ὁρῶν, ἐξ ἀγνωσίας εἰς ἀπιστίαν περιπέσοι· ὅπου γὰρ ἐνδημήσει ὁ ὑπὲρ φύσιν Θεὸς, ὑπὲρ φύσιν λοιπὸν τὰ πλεῖστα τῶν πραγμάτων γίνονται. Ἐν τρισὶ τούτοις γενικωτάτοις τρόποις πᾶς πόλεμος δαιμονιώδης ἐν ἡμῖν συνίσταται, ἢ ἐξ ἀμελείας, ἢ ἐξ ὑπερηφανίας, ἢ ἐκ φθόνου τῶν δαιμόνων· καὶ ἐλεεινὸς μὲν ὁ πρῶτος· πανάθλιος ὁ δεύτερος· ὁ δὲ τρίτος τρισμακάριστος. Σκοπῷ καὶ κανόνι τῷ ἡμετέρῳ κατὰ Θεὸν συνειδότι πρὸς πάντα χρησώμεθα (4), ἵνα γνόντες τὴν τῶν ἀνέμων πνοὴν πόθεν ἔρχεται, πρὸς αὐτὸ λοιπὸν, καὶ τὰ ἱστία ἀνατείνωμεν. Ἐν πάσαις ἡμῶν ταῖς κατὰ Θεὸν ἐργασίαις (5) τρεῖς ἡμῖν βοθύνους οἱ δαίμονες ὀρύσσουσι. Καὶ πρῶτον μὲν παλαίουσιν, ἵνα τὸ ἀγαθὸν κωλύσωσι γενέσθαι· δεύτερον δὲ μετὰ τὴν πρώτην αὐτῶν ἧτταν, ἵνα μὴ κατὰ Θεὸν τὸ τυχὸν γένηται. Ὅταν δὲ καὶ τούτου οἱ κλέπται τοῦ σκοποῦ ἀποτύχωσι, τότε λοιπὸν ἡσυχίως ἐπιστάντες ἐν τῇ ἡμετέρᾳ ψυχῇ μακαρίζουσιν ἡμᾶς, ὡς κατὰ Θεὸν ἐν πᾶσιν πολιτευομένους. Τοῦ μὲν προτέρου ἐχθρὸς, σπουδὴ καὶ μέριμνα θανάτου· τοῦ δὲ δευτέρου, ὑποταγὴ καὶ ἐξουδένωσις· τοῦ δὲ τρίτου, τὸ ἑαυτὸν διηνεκῶς καταμέμφεσθαι. Τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθῃ εἰς τὸ ἁγιαστήριον ἡμῶν τὸ πῦρ τὸ τοῦ Θεοῦ. Οὐκ ἔσονται γὰρ λοιπὸν τότε προλήψεων ἐν ἡμῖν ἀνάγκαι. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον πᾶσαν πύρωσιν καὶ κίνησιν, καὶ πρόληψιν, καὶ πώρωσιν, τὴν ἐντὸς καὶ ἐκτὸς ὁρωμένην τε καὶ νοουμένην. Οἱ δαίμονες τὸ ἐναντίον πάλιν τῶν εἰρημένων ποιεῖν πεφύκασιν. Ἐπὰν γὰρ τῆς ψυχῆς περιγένωνται, καὶ τὸ τοῦ νοὸς φῶς περιτρέψωσιν, οὐκ ἔτι ἔσται ἐν ἡμῖν τοῖς ἀθλίοις, οὐ νῆψις, οὐ διάκρισις, οὐκ ἐπίγνωσις, οὐκ ἐντροπή· ἀλλ᾿ ἀναλγησία, καὶ ἀναισθησία, καὶ ἀδιακρισία, καὶ ἀβλεψία.

Οἴδασι γὰρ τὰ εἰρημένα εὖ μάλα σαφῶς οἱ ἐκ πορνείας ἀνανήψαντες, καὶ ἐκ παῤῥησίας ὑποστα-