Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/514

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10191020
S. JOANNIS CLIMACI

θους ψυχικοῦ ἀπαλλαγέντας, καὶ ἐδόξασα τὸν διὰ τῆς πηλοῦ πηλὸν ἐκκαθάραντα.

Νοῦς νοερὸς πάντως καὶ νοερὰν αἴσθησιν περιβέβληται (17), ἵν᾿ ἐν ἡμῖν, καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα· ἐκείνης γὰρ φανερωθείσης, αἱ ἐκτὸς πάντως, τὰ οἰκεῖα ἐνεργεῖν οἰκείως παύσονται. Καὶ τοῦτό ἐστιν, ὃ γινώσκων τις σοφὸς ἔφησε, Καὶ θείαν αἴσθησιν εὑρήσεις. Βίος μοναδικὸςἐν αἰσθήσει καρδίας γινέσθω (18), ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, καὶ κινήμασι. Εἰ δὲ μὴ, οὐ μοναδικὸς, ἵνα μὴ λέγω, ἀγγελικός. Ἄλλο πρόνοια Θεοῦ (19), καὶ ἄλλο ἀντίληψις, καὶ ἄλλο φυλακὴ, καὶ ἕτερον ἔλεος Θεοῦ, καὶ ἄλλο παράκλησις. Καὶ τὸ μὲν ἐν πάσῃ τῇ φύσει, τὸ δὲ ἐν πιστοῖς καὶ μόνον, τὸ ἕτερον ἐν πιστοῖς, πιστοῖς ἀληθῶς· τὸ τέταρτον ἐν τοῖς δουλεύουσιν αὐτῷ· τὸ δὲ ἔσχατον, ἐν τοῖς ἀγαπῶσιν αὐτὸν ἐνδείκνυται. Ἔστιν ὅτε τὸ ἑτέρου φάρμακον (20), ἑτέρου δηλητήριον γίνεται· ἔστι δὲ ὅτε καὶ τὸ αὐτὸ τῷ αὐτῷ ἐν μὲν τῷ οἰκείῳ καιρῷ προσφερόμενον, φάρμακον γίνεται· ἐν οὐ καιρῷ δὲ πάλιν δηλητήριον γίνεται. Εἶδον ἀφυῆ ἱατρὸν (21), ἄῤῥωστον συντεθλασμένον ἀτιμάσαντα, καὶ μηδὲν πλέον, εἰ μὴ τὴν ἀπόγνωσιν αὐτῷ προξενήσαντα. Καὶ εἶδον εὐφυῆ, πεφυσημένην καρδίαν δι᾿ ἀτιμίας χειρουργήσαντα, καὶ πᾶσαν αὐτῆς τὴν ὀζωδίαν κενώσαντα. Ἑώρακα τὸν αὐτὸν ἄῤῥωστον, ποτὲ μὲν διὰ κάθαρσιν ῥύπου πιόντα ὑπακοῆς ἴαμα καὶ κινούμενον, καὶ περιπατοῦντα καὶ μὴ ὑπνοῦντα· ποτὲ δὲ τὸν ὀφθαλμὸν τῆς ψυχῆς (22) νοσοῦντα καὶ ἀκίνητον καὶ ἡσυχάζοντα (23), καὶ ἐν σιωπῇ διατελοῦντα. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τινὲς, πόθεν οὐκ οἶδα (οὐδὲ γὰρ οἰήσει Θεοῦ δῶρα ζητεῖν καὶ πολυπραγμονεῖν μεμάθηκα), φύσει, ἵν᾿ οὕτως εἴπω, περὶ τὸ ἐγκρατὲς, ἢ περὶ τὸ ἡσυχαστικὸν, ἢ καὶ ἁγνὸν, ἢ ἀπαῤῥησίαστον, ἢ πρᾶον, ἢ εὐκατάνυκτον ἐπιῤῥεπῶς ἔχουσι. Καί εἰσιν ἕτεροι αὐτὴν σχεδὸν τὴν ἑαυτῶν φύσιν πρὸς ταῦτα αὐτοῖς ἀντιπράττουσαν ἔχοντες, καὶ κατὰ δύναμιν ἑαυτοὺς βιαζόμενοι· εἰ καὶ ἐν καιρῷ ἡττῶνται, ἀλλ᾿ ὅμως ὡς βιαστὰς τῆς φύσεως (24), αὐτοὺς τῶν προτέρων μᾶλλον ἀποδέχομαι. Μὴ μεγαλαύχει ἐπὶ ἀπόνῳ πλούτῳ, ἄνθρωπε· τὴν γὰρ πολλήν σου βλάβην, καὶ ἀσθένειαν, καὶ ἀπώλειαν προγνοὺς ὁ δωροδότης τοῖς πλεονεκτήμασιν αὐτοῦ ἐκείνοις τοῖς ἀμίσθοις κἂν ποσῶς σε διέσωσε (25). Καὶ αἱ ἐκ νηπίου παιδεῖαι, καὶ ἀνατροφαὶ (26), καὶ τὰ ἐπιτηδεύματα συνέρχονται, ἢ καὶ ἀντιπράττουσιν, ἡμῖν αὐξήσασι πρὸς τὴν ἀρετήν τε καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν· φῶς μὲν μοναχοῖς ἄγγελοι (27)· φῶς δὲ πάντων ἀνθρώπων μοναδικὴ πολιτεία. Οὐκοῦν ἐν πᾶσι τύπος ἀγαθὸς γίνεσθαι ἀγωνιζέσθωσαν, μηδενὶ πρόσκομμα ἐν μηδενὶ διδόντες, ἐν οἷς ἂν ἐργάζωνται, ἢ ἀποφθέγ-