Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/495

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτοῦ· ἀφέσεως πρόξενος· παῤῥησία ἐν προσευχῇ· Πνεύματος ἁγίου χωρίον· Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον; Πραΰτης ὑπακοῆς συνεργὸς, ἀδελφότητος ὁδηγὸς, μαινομένων χαλινὸς, θυμουμένων ἐκκοπὴ, καὶ χαρᾶς χορηγὸς, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμὸς, καὶ πικρίας θυρεός. Ἐν καρδίαις πραέων ἐπαναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα. Οἱ πραεῖς κληρονομήσουσι γῆν· μᾶλλον δὲ κατακυριεύσουσι γῆς· μεμηνότες δὲ ἄνδρες ἐκπορθοῦνται ἀπὸ γῆς αὐτῶν. Ψυχὴ πραεῖα θρόνος ἁπλότητος· νοῦς δὲ ὀργίλος δημιουργὸς πονηρίας. Ψυχὴ ἠπία χωρήσει λόγους σοφίας, Ὁδηγήσει γὰρ Κύριος πραεῖς ἐν κρίσει, μᾶλλον δὲ ἐν διακρίσει. Ψυχὴ εὐθὴς σύμβιος ταπεινώσεως· ἡ δὲ πονηρὰ ὑπερηφανίας νεανίας. Ψυχαὶ πραέων πλησθήσονται γνώσεως· θυμώδης δὲ νοῦς σκότους καὶ ἀγνωσίας σύνοικος. Θυμώδης καὶ εἴρων ἀλλήλοις ὑπήντησαν· καὶ οὐκ ἦν εὑρεῖν λόγον εὐθῆ ἐν διαλέξει αὐτῶν. Ἀναπτύξας τὴν καρδίαν τοῦ προτέρου, εὑρήσεις μανίαν, τὴν δὲ τοῦ δευτέρου ψυχὴν ἐρευνήσας, θεωρήσεις πονηρίαν. Ἁπλότης ἐστὶν ἕξις ψυχῆς ἀποίκιλος, πρὸς κακόνοιαν γενομένη ἀκίνητος. Πονηρία ἐστὶν ἐπιστήμη, μᾶλλον δὲ ἀσχημοσύνη δαιμονιώδης, ἀληθείας ἀποστερηθεῖσα, καὶ τοὺς πολλοὺς λανθάνειν δοκοῦσα. Ὑπόκρισίς ἐστι σώματος καὶ ψυχῆς ἐναντία κατάστασις ἐπινοίαις ἁπάσαις ἐμπεπλεγμένη· ἀκακία ἐστὶν ἱλαρὰ ψυχῆς κατάστασις ἐπινοίας πάσης ἀπηλλαγμένη. Εὐθύτης ἐστὶν ἀπερίεργος ἔννοια, ἀνόθευτον ἦθος, ἄπλαστος καὶ ἀπροκατασκεύαστος λόγος· ἀπόνηρός ἐστι καθαρὰ φύσις ψυχῆς, ὡς πέφυκε κτισθεῖσα τὰς ἐντεύξεις πρὸς πάντας ποιουμένη. Πονηρία ἐστὶν εὐθύτητος ἐναλλαγὴ, πεπλανημένη ἔννοια· οἰκονομίας ψευδομένη· κεκολασμένοι ὅρκοι, συμπεπλεγμένοι λόγοι· βυθὸς καρδίας, ἄβυσσος δόλου, πεποιωμένον ψεῦδος, φυσικὴ λοιπὸν οἴησις, ταπεινώσεωςἀντίπαλος, μετανοίας ὑπόκρισις, πένθους μικρυσμὸς, ἐξομολογήσεως ἔχθρα, ἰδιογνωμόρυθμος, πτωμάτων πρόξενος, ἀναστάσεως ἀντίθετος, ὕβρεων μειδιασμὸς, μεμωραμμένη κατήφεια, ἐπίπλαστος εὐλάβεια, δαιμονιώδης βίος.

Πονηρός ἐστι διαβόλου συνώνυμος καὶ συνόμιλος. Διὸ καὶ Κύριος οὕτως αὐτὸν ἡμᾶς ὀνομάζειν ἐδίδαξε λέγοντας· Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Φύγωμεν ἀπὸ κρημνοῦ ὑποκρίσεως, καὶ ἀπὸ λάκκου ὑπουλότητος, ἀκούοντες τοῦ λέγοντος ὅτι οἱ πονηρευό-